10 Αυγούστου 2025 ΚΥΡΙΑΚΗ Θ´ ΜΑΤΘΑΙΟΥ

10 ΑΥΓΟΥΣΤΟΥ 2025 † ΚΥΡΙΑΚΗ Θ´ ΜΑΤΘΑΙΟΥ
Κυ­ρι­α­κὴ με­τὰ τὴν ἑ­ορ­τὴν  τῆς Με­τα­μορ­φώ­σε­ως τοῦ Σω­τῆ­ρος.
Λαυ­ρεν­τί­ου ἀρ­χι­δι­α­κό­νου καὶ μάρ­τυ­ρος. Ξύ­στου ἐ­πι­σκό­που Ῥώ­μης τοῦ ἐξ Ἀ­θη­νῶν (†258).

Εὐ­αγ­γέ­λι­ον   Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιδ´ 22-34).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἠ­νάγ­κα­σεν ὁ Ἰ­η­σοῦς τοὺς μα­θη­τὰς αὐ­τοῦ ἐμ­βῆ­ναι εἰς τὸ πλοῖ­ον καὶ προ­ά­γειν αὐ­τὸν εἰς τὸ πέ­ραν, ἕ­ως οὗ ἀ­πο­λύ­σῃ τοὺς ὄ­χλους.
Καὶ ἀ­πο­λύ­σας τοὺς ὄ­χλους ἀ­νέ­βη εἰς τὸ ὄ­ρος κατ᾿ ἰ­δί­αν προ­σεύ­ξα­σθαι.
ὀ­ψί­ας δὲ γε­νο­μέ­νης μό­νος ἦν ἐ­κεῖ.
Τὸ δὲ πλοῖ­ον ἤ­δη μέ­σον τῆς θα­λάσ­σης ἦν, βα­σα­νι­ζό­με­νον ὑ­πὸ τῶν κυ­μά­των· ἦν γὰρ ἐ­ναν­τί­ος ὁ ἄ­νε­μος.
Τε­τάρ­τῃ δὲ φυ­λα­κῇ τῆς νυ­κτὸς ἀ­πῆλ­θε πρὸς αὐ­τοὺς ὁ Ἰ­η­σοῦς πε­ρι­πα­τῶν ἐ­πὶ τῆς θα­λάσ­σης.
Καὶ ἰ­δόν­τες αὐ­τὸν οἱ μα­θη­ταὶ ἐ­πὶ τὴν θά­λασ­σαν πε­ρι­πα­τοῦν­τα ἐ­τα­ρά­χθη­σαν λέ­γον­τες ὅ­τι φάν­τα­σμά ἐ­στι, καὶ ἀ­πὸ τοῦ φό­βου ἔ­κρα­ξαν.
Εὐ­θέ­ως δὲ ἐ­λά­λη­σεν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς λέ­γων·
Θαρ­σεῖ­τε, ἐ­γώ εἰ­μι· μὴ φο­βεῖ­σθε.
Ἀ­πο­κρι­θεὶς δὲ αὐ­τῷ ὁ Πέ­τρος εἶ­πε·
Κύ­ρι­ε, εἰ σὺ εἶ, κέ­λευ­σόν με πρὸς σὲ ἐλ­θεῖν ἐ­πὶ τὰ ὕ­δα­τα·
Ὁ δὲ εἶ­πεν·
Ἐλ­θέ.
Καὶ κα­τα­βὰς ἀ­πὸ τοῦ πλοί­ου ὁ Πέ­τρος πε­ρι­ε­πά­τη­σεν ἐ­πὶ τὰ ὕ­δα­τα ἐλ­θεῖν πρὸς τὸν Ἰ­η­σοῦν.
Βλέ­πων δὲ τὸν ἄ­νε­μον ἰ­σχυ­ρὸν ἐ­φο­βή­θη, καὶ ἀρ­ξά­με­νος κα­τα­πον­τί­ζε­σθαι ἔ­κρα­ξε λέ­γων·
Κύ­ρι­ε, σῶ­σόν με.

Εὐ­θέ­ως δὲ ὁ Ἰ­η­σοῦς ἐ­κτεί­νας τὴν χεῖ­ρα ἐ­πε­λά­βε­το αὐ­τοῦ καὶ λέ­γει αὐ­τῷ·

Ὀ­λι­γό­πι­στε! εἰς τί ἐ­δί­στα­σας;

Καὶ ἐμ­βάν­των αὐ­τῶν εἰς τὸ πλοῖ­ον ἐ­κό­πα­σεν ὁ ἄ­νε­μος.
Οἱ δὲ ἐν τῷ πλοί­ῳ ἐλ­θόν­τες προ­σε­κύ­νη­σαν αὐ­τῷ λέ­γον­τες· Ἀ­λη­θῶς Θε­οῦ υἱ­ὸς εἶ.
Καὶ δι­α­πε­ρά­σαν­τες ἦλ­θον εἰς τὴν γῆν Γεν­νη­σα­ρέτ.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

24

Δείτε ακόμη

38__Ι_ΜΑΤΘΑΙΟΥ__i_mat
Περισσότερα
koimisi_panagias
Περισσότερα