12 Ιουλίου Παϊσίου ὁσίου τοῦ διορατικοῦ (†1994)

Τὸ ἀ­πο­λυ­τί­κι­ον τοῦ Ὁ­σί­ου Πα­ϊ­σί­ου. Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.
Τῆς ἐν­θέ­ου ἀ­γά­πης τὸ πῦρ δε­ξά­με­νος * ὑ­περ­βαλ­λού­σῃ ἀ­σκή­σει ἐ­δό­θης ὅ­λος Θεῷ, * καὶ πα­ρά­κλη­σις πολ­λῶν ἀν­θρώ­πων γέ­γο­νας, * λό­γοις θεί­οις νου­θε­τῶν, * προ­σευ­χαῖς θαυ­μα­τουρ­γῶν, * Πα­ΐ­σιε θε­ο­φό­ρε· * καὶ νῦν πρε­σβεύ­εις ἀ­παύ­στως * ὑ­πὲρ παν­τὸς τοῦ κό­σμου, Ὅ­σιε.

 

Ἕτερον, Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ’ ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, νέον Παΐσιον τιμήσωμεν.

 

Ἕτερον.  Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς συντρέχοντα ταχέως τοὺς εὐσεβεῖς, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

 

 

Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
σπερ ἄγγελος, φανεὶς ἐν κόσμῳ, ἐν τοῖς ἔτεσι, τοῖς τελευταίοις, χριστομίμητε Παΐσιε ὅσιε, ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι, ὡς παμφαέστατος ἥλιος ἔλαμψας, καὶ κατηύγασας, πιστῶν τὰ πλήθη τῇ χάριτι, τοῖς ῥήμασι σημείοις καὶ τοῖς θαύμασι.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

agios-nikodimos-agioreitis-690x387
Περισσότερα
geetha_logo-696x424-1
Περισσότερα