12 Οκτωβρίου 2025 ΚΥΡΙΑΚΗ ΙΗ´ (Δ´ ΛΟΥΚΑ)

12 ΟΚΤΩΒΡΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ ΙΗ´ (Δ´ ΛΟΥΚΑ)
«Τῶν θε­ο­φό­ρων πα­τέ­ρων τῆς ἐν Νι­καί­ᾳ ζ´ Οἰ­κου­με­νι­κῆς συ­νό­δου (787)». Πρό­βου, Τα­ρά­χου καὶ Ἀν­δρο­νί­κου μαρ­τύ­ρων (†850). Δο­μνί­νης μάρ­τυ­ρος, Συ­με­ὼν νέ­ου θε­ο­λό­γου (†1022), σύ­να­ξις πάν­των τῶν ἐν Ἀ­θή­ναις ἁ­γί­ων.
Ἦ­χος α´. Ἑ­ω­θι­νὸν ζ´.

 

Εὐ­αγ­γέ­λι­ον  Ἐκ τοῦ κα­τὰ Λου­κᾶν  (η´ 5-15).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την·
Ἐ­ξῆλ­θεν ὁ σπεί­ρων τοῦ σπεῖ­ραι τὸν σπό­ρον αὐ­τοῦ.
καὶ ἐν τῷ σπεί­ρειν αὐ­τὸν
ὃ μὲν ἔ­πε­σε πα­ρὰ τὴν ὁ­δόν, καὶ κα­τε­πα­τή­θη, καὶ τὰ πε­τει­νὰ τοῦ οὐ­ρα­νοῦ κα­τέ­φα­γεν αὐ­τό·
καὶ ἕ­τε­ρον ἔ­πε­σεν ἐ­πὶ τὴν πέ­τραν, καὶ φυ­ὲν ἐ­ξη­ράν­θη δι­ὰ τὸ μὴ ἔ­χειν ἰ­κμά­δα·
καὶ ἕ­τε­ρον ἔ­πε­σεν ἐν μέ­σῳ τῶν ἀ­καν­θῶν, καὶ συμ­φυ­εῖ­σαι αἱ ἄ­καν­θαι ἀ­πέ­πνι­ξαν αὐ­τό.
Καὶ ἕ­τε­ρον ἔ­πε­σεν εἰς τὴν γῆν τὴν ἀ­γα­θήν, καὶ φυ­ὲν ἐ­ποί­η­σε καρ­πὸν ἑ­κα­τον­τα­πλα­σί­ο­να.

Ἐ­πη­ρώ­των δὲ αὐ­τὸν οἱ μα­θη­ταὶ αὐ­τοῦ λέ­γον­τες·
Τίς εἴ­η ἡ πα­ρα­βο­λή αὕ­τη;

Ὁ δὲ εἶ­πεν·
Ὑ­μῖν δέ­δο­ται γνῶ­ναι τὰ μυ­στή­ρι­α τῆς βα­σι­λεί­ας τοῦ Θε­οῦ, τοῖς δὲ λοι­ποῖς ἐν πα­ρα­βο­λαῖς, ἵ­να βλέ­πον­τες μὴ βλέ­πω­σι καὶ ἀ­κού­ον­τες μὴ συ­νι­ῶ­σιν.
Ἔ­στι δὲ αὕ­τη ἡ πα­ρα­βο­λή· ὁ σπό­ρος ἐ­στὶν ὁ λό­γος τοῦ Θε­οῦ·
οἱ δὲ πα­ρὰ τὴν ὁ­δόν εἰ­σιν οἱ ἀ­κού­σαν­τες, εἶ­τα ἔρ­χε­ται ὁ δι­ά­βο­λος καὶ αἴ­ρει τὸν λό­γον ἀ­πὸ τῆς καρ­δί­ας αὐ­τῶν, ἵ­να μὴ πι­στεύ­σαν­τες σω­θῶ­σιν.
Οἱ δὲ ἐ­πὶ τῆς πέ­τρας οἳ ὅ­ταν ἀ­κού­σω­σι, με­τὰ χα­ρᾶς δέ­χον­ται τὸν λό­γον, καὶ οὗ­τοι ῥί­ζαν οὐκ ἔ­χου­σιν, οἳ πρὸς και­ρὸν πι­στεύ­ου­σι
καὶ ἐν και­ρῷ πει­ρα­σμοῦ ἀ­φί­σταν­ται.
Τὸ δὲ εἰς τὰς ἀ­κάν­θας πε­σόν, οὗ­τοί εἰ­σιν οἱ ἀ­κού­σαν­τες, καὶ ὑ­πὸ με­ρι­μνῶν καὶ πλού­του καὶ ἡ­δο­νῶν τοῦ βί­ου πο­ρευ­ό­με­νοι συμ­πνί­γον­ται
καὶ οὐ τε­λε­σφο­ροῦ­σι.
Τὸ δὲ ἐν τῇ κα­λῇ γῇ, οὗ­τοί εἰ­σιν οἵ­τι­νες ἐν καρ­δί­ᾳ κα­λῇ καὶ ἀ­γα­θῇ ἀ­κού­σαν­τες τὸν λό­γον κα­τέ­χου­σι καὶ καρ­πο­φο­ροῦ­σιν ἐν ὑ­πο­μο­νῇ.
Ταῦ­τα λέ­γων ἐ­φώ­νει·
Ὁ ἔ­χων ὦ­τα ἀ­κού­ειν ἀ­κου­έ­τω.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Προβολές:

17

Δείτε ακόμη

49__Ε_ΛΟΥΚΑ__paravoli_lazarou
Περισσότερα
48__ΣΤ_ΛΟΥΚΑ_
Περισσότερα