15 Νοεμβρίου 2026 ΚΥΡΙΑΚΗ ΚΔ    (Η ΛΟΥΚΑ) 

15 ΝΟΕΜΒΡΙΟΥ 2026 † ΚΥΡΙΑΚΗ ΚΔ´      (Η´ ΛΟΥΚΑ)
Γου­ρί­α, Σα­μω­νᾶ (†299-306) καὶ Ἀ­βί­βου (†222) μαρ­τύ­ρων καὶ ὁ­μο­λο­γη­τῶν.
Ἦ­χος βα­ρύς. Ἑ­ω­θι­νὸν β´.

 

Ἱ­στέ­ον ὅτι ἀ­πὸ τῆς σή­με­ρον ἄρ­χε­ται ἡ ἱ­ε­ρὰ νη­στεί­α τοῦ τεσ­σα­ρα­κον­θη­μέ­ρου,
ἤ­τοι ἡ σω­μα­τι­κὴ καὶ ψυ­χι­κὴ προ­ε­τοι­μα­σί­α τῶν πι­στῶν πρὸς ὑ­πο­δο­χὴν τῆς με­γά­λης καὶ δε­σπο­τι­κῆς ἑ­ορ­τῆς τῆς Χρι­στοῦ Γεν­νή­σε­ως.
Γί­νε­ται δὲ καὶ κα­τά­λυ­σις ἰ­χθύ­ος ἀ­πὸ 15ης Νοεμβρίου ἕ­ως καὶ τῆς 12ης Δε­κεμ­βρί­ου,
τὰς δὲ λοι­πὰς ἡ­μέ­ρας κα­τά­λυ­σις οἰ­νε­λαί­ου μέ­χρι τῆς 24ης τοῦ μη­νός, πλὴν Τε­τάρ­της καὶ Πα­ρα­σκευ­ῆς.

Στίχ. Προ­θύ­μως, πι­στοί, ἀ­να­λά­βω­μεν νη­στεί­αν,
Δε­σπό­την τῶν ὅ­λων κα­θα­ρῶς προ­ϋ­παν­τῆ­σαι.

 

 

 

 

Εὐαγγέλιον Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ι´ 25-37)

Τῷ και­ρῷ ἐ­κεί­νῳ, νο­μι­κός τις προ­σῆλ­θε τῷ Ἰ­η­σοῦ πει­ρά­ζων αὐ­τὸν καὶ λέ­γων·
Δι­δά­σκα­λε, τί ποι­ή­σας ζω­ὴν αἰ­ώ­νι­ον κλη­ρο­νο­μή­σω;
Ὁ δὲ εἶ­πε πρὸς αὐ­τόν·
Ἐν τῷ νό­μῳ τί γέ­γρα­πται; πῶς ἀ­να­γι­νώ­σκεις;
Ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πεν·
Ἀ­γα­πή­σεις Κύ­ρι­ον τὸν Θε­όν σου ἐξ ὅ­λης τῆς καρ­δί­ας σου καὶ ἐξ ὅ­λης τῆς ψυ­χῆς σου καὶ ἐξ ὅ­λης τῆς ἰ­σχύ­ος σου καὶ ἐξ ὅ­λης τῆς δι­α­νοί­ας σου,
καὶ τὸν πλη­σί­ον σου ὡς σε­αυ­τόν·
εἶ­πε δὲ αὐ­τῷ·
Ὀρ­θῶς ἀ­πε­κρί­θης· τοῦ­το ποί­ει καὶ ζή­σῃ.
Ὁ δὲ θέ­λων δι­και­οῦν ἑ­αυ­τὸν εἶ­πε πρὸς τὸν Ἰ­η­σοῦν·
Καὶ τίς ἐ­στί μου πλη­σί­ον;
Ὑ­πο­λα­βὼν δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν·
Ἄν­θρω­πός τις κα­τέ­βαι­νεν ἀ­πὸ Ἱ­ε­ρου­σα­λὴμ εἰς Ἰ­ε­ρι­χώ, καὶ λῃ­σταῖς πε­ρι­έ­πε­σεν·
οἳ καὶ ἐκ­δύ­σαν­τες αὐ­τὸν καὶ πλη­γὰς ἐ­πι­θέν­τες ἀ­πῆλ­θον ἀ­φέν­τες ἡ­μι­θα­νῆ τυγ­χά­νον­τα.
Κα­τὰ συγ­κυ­ρί­αν δὲ ἱ­ε­ρεύς τις κα­τέ­βαι­νεν ἐν τῇ ὁ­δῷ ἐ­κεί­νῃ, καὶ ἰ­δὼν αὐ­τὸν ἀν­τι­πα­ρῆλ­θεν.
Ὁ­μοί­ως δὲ καὶ Λευΐτης γε­νό­με­νος κα­τὰ τὸν τό­πον, ἐλ­θὼν καὶ ἰ­δὼν ἀν­τι­πα­ρῆλ­θε.
Σα­μα­ρεί­της δέ τις ὁ­δεύ­ων ἦλ­θε κατ᾿ αὐ­τὸν, καὶ ἰ­δὼν αὐ­τὸν ἐ­σπλαγ­χνί­σθη,
καὶ προ­σελ­θὼν κα­τέ­δη­σε τὰ τραύ­μα­τα αὐ­τοῦ ἐ­πι­χέ­ων ἔ­λαι­ον καὶ οἶ­νον,
ἐ­πι­βι­βά­σας δὲ αὐ­τὸν ἐ­πὶ τὸ ἴ­δι­ον κτῆ­νος ἤ­γα­γεν αὐ­τὸν εἰς παν­δο­χεῖ­ον καὶ ἐ­πε­με­λή­θη αὐ­τοῦ·
καὶ ἐ­πὶ τὴν αὔ­ρι­ον ἐ­ξελ­θὼν, ἐκ­βα­λὼν δύ­ο δη­νά­ρι­α ἔ­δω­κε τῷ παν­δο­χεῖ καὶ εἶ­πεν αὐ­τῷ·
ἐ­πι­με­λή­θη­τι αὐ­τοῦ, καὶ ὅ,τι ἂν προσ­δα­πα­νή­σῃς, ἐ­γὼ ἐν τῷ ἐ­πα­νέρ­χε­σθαί με ἀ­πο­δώ­σω σοι.
Τίς οὖν τού­των τῶν τρι­ῶν πλη­σί­ον δο­κεῖ σοι γε­γο­νέ­ναι τοῦ ἐμ­πε­σόν­τος εἰς τοὺς λῃ­στάς;

Ὁ δὲ εἶ­πεν·
Ὁ ποι­ή­σας τὸ ἔ­λε­ος μετ᾿ αὐ­τοῦ.
Εἶ­πεν οὖν αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Πο­ρεύ­ου καὶ σὺ ποί­ει ὁ­μοί­ως.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

202670
Περισσότερα
kapodostrias
Περισσότερα