17 Αυγούστου 2025 ΚΥΡΙΑΚΗ I´ ΜΑΤΘΑΙΟΥ

17 ΑΥΓΟΥΣΤΟΥ 2025  † ΚΥΡΙΑΚΗ Ι´ ΜΑΤΘΑΙΟΥ Κυ­ρι­α­κὴ με­τὰ τὴν ἑ­ορ­τὴν τῆς Κοι­μή­σε­ως τῆς Ὑ­πε­ρα­γί­ας Θε­ο­τό­κου.
Μύ­ρω­νος μάρ­τυ­ρος. Παύ­λου καὶ τῆς ἀ­δελ­φῆς αὐ­τοῦ Ἰ­ου­λι­α­νῆς (†257), Δη­μη­τρί­ου ὁ­σι­ο­μάρ­τυ­ρος τοῦ ἐκ Σα­μα­ρί­νης (†1808), Πα­να­γί­ας τῆς Γου­με­νίσ­σης.
Ἦ­χος α´. Ἑ­ω­θι­νὸν Ι´. (τυ­πι­κὸν 15ης Αὐ­γού­στου §§ 13-15).

 

Εὐ­αγ­γέ­λι­ον   Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιζ´ 14-23).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἄν­θρω­πός τις προ­σῆλ­θεν τῷ Ἰ­η­σοῦ, γο­νυ­πε­τῶν αὐ­τὸν καὶ λέ­γων·
Κύ­ρι­ε, ἐ­λέ­η­σόν μου τὸν υἱ­όν, ὅ­τι σε­λη­νι­ά­ζε­ται καὶ κα­κῶς πά­σχει· πολ­λά­κις γὰρ πί­πτει εἰς τὸ πῦρ καὶ πολ­λά­κις εἰς τὸ ὕ­δωρ.
Καὶ προ­σή­νεγ­κα αὐ­τὸν τοῖς μα­θη­ταῖς σου, καὶ οὐκ ἠ­δυ­νή­θη­σαν αὐ­τὸν θε­ρα­πεῦ­σαι. Ἀ­πο­κρι­θεὶς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν·
Ὦ γε­νε­ὰ ἄ­πι­στος καὶ δι­ε­στραμ­μέ­νη! ἕ­ως πό­τε ἔ­σο­μαι μεθ᾿ ὑ­μῶν; ἕ­ως πό­τε ἀ­νέ­ξο­μαι ὑ­μῶν; φέ­ρε­τέ μοι αὐ­τὸν ὧ­δε.
Καὶ ἐ­πε­τί­μη­σεν αὐ­τῷ ὁ Ἰ­η­σοῦς, καὶ ἐ­ξῆλ­θεν ἀπ᾿ αὐ­τοῦ τὸ δαι­μό­νι­ον καὶ ἐ­θε­ρα­πεύ­θη ὁ παῖς ἀ­πὸ τῆς ὥ­ρας ἐ­κεί­νης.
Τό­τε προ­σελ­θόν­τες οἱ μα­θη­ταὶ τῷ Ἰ­η­σοῦ κατ᾿ ἰ­δί­αν εἶ­πον· Δι­α­τί ἡ­μεῖς οὐκ ἠ­δυ­νή­θη­μεν ἐκ­βα­λεῖν αὐ­τό;
Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς·
Δι­ὰ τὴν ἀ­πι­στί­αν ὑ­μῶν. Ἀ­μὴν γὰρ λέ­γω ὑ­μῖν, ἐ­ὰν ἔ­χη­τε πί­στιν ὡς κόκ­κον σι­νά­πε­ως, ἐ­ρεῖ­τε τῷ ὄ­ρει τού­τῳ, με­τά­βη­θι ἐν­τεῦ­θεν ἐ­κεῖ, καὶ με­τα­βή­σε­ται· καὶ οὐ­δὲν ἀ­δυ­να­τή­σει ὑ­μῖν.
Τοῦ­το δὲ τὸ γέ­νος οὐκ ἐκ­πο­ρεύ­ε­ται εἰ μὴ ἐν προ­σευ­χῇ καὶ νη­στεί­ᾳ.

Ἀ­να­στρε­φο­μέ­νων δὲ αὐ­τῶν εἰς τὴν Γα­λι­λαί­αν εἶ­πεν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς·
Μέλ­λει ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δί­δο­σθαι εἰς χεῖ­ρας ἀν­θρώ­πων καὶ ἀ­πο­κτε­νοῦ­σιν αὐ­τόν, καὶ τῇ τρί­τῃ ἡ­μέ­ρᾳ ἐ­γερ­θή­σε­ται.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

13

Δείτε ακόμη

koimisi_panagias
Περισσότερα
15_ΑΥΓΟΥΣΤΟΥ__
Περισσότερα