19 Ιουλίου 2026 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

19 ΙΟΥΛΙΟΥ 2026  † ΚΥΡΙΑΚΗ Ζ´ ΜΑΤΘΑΙΟΥ
«Τῶν ἁ­γί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων τῆς ἐν Χαλ­κη­δό­νι Δ´ Οἰ­κου­με­νι­κῆς συ­νό­δου (451)».
Μα­κρί­νης, ἀ­δελ­φῆς τοῦ με­γά­λου Βα­σι­λεί­ου, καὶ Δί­ου, ὁ­σί­ων (†380).
Ἦ­χος πλ. β´.   Ἑ­ω­θι­νὸν ζ´.

 

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ε´ 14-19)

Εἶ­πεν ὁ Κύ­ρι­ος τοῖς ἑ­αυ­τοῦ Μα­θη­ταῖς·
Ὑ­μεῖς ἐ­στε τὸ φῶς τοῦ κό­σμου. οὐ δύ­να­ται πό­λις κρυ­βῆ­ναι ἐ­πά­νω ὄ­ρους κει­μέ­νη·
οὐ­δὲ καί­ου­σι λύ­χνον καὶ τι­θέ­α­σιν αὐ­τὸν ὑ­πὸ τὸν μό­δι­ον,
ἀλλ᾿ ἐ­πὶ τὴν λυ­χνί­αν, καὶ λάμ­πει πᾶ­σι τοῖς ἐν τῇ οἰ­κί­ᾳ.
Οὕ­τως λαμ­ψά­τω τὸ φῶς ὑ­μῶν ἔμ­προ­σθεν τῶν ἀν­θρώ­πων,
ὅ­πως ἴ­δω­σιν ὑ­μῶν τὰ κα­λὰ ἔρ­γα καὶ δο­ξά­σω­σιν τὸν πα­τέ­ρα ὑ­μῶν τὸν ἐν τοῖς οὐ­ρα­νοῖς.
Μὴ νο­μί­ση­τε ὅ­τι ἦλ­θον κα­τα­λῦ­σαι τὸν νό­μον ἢ τοὺς προ­φή­τας·
οὐκ ἦλ­θον κα­τα­λῦ­σαι ἀλ­λὰ πλη­ρῶ­σαι.
Ἀ­μὴν γὰρ λέ­γω ὑ­μῖν,
ἕ­ως ἂν πα­ρέλ­θῃ ὁ οὐ­ρα­νὸς καὶ ἡ γῆ, ἰ­ῶ­τα ἓν ἢ μί­α κε­ραί­α οὐ μὴ πα­ρέλ­θῃ ἀ­πὸ τοῦ νό­μου ἕ­ως ἂν πάν­τα γέ­νη­ται.
Ὃς ἐ­ὰν οὖν λύ­σῃ μί­αν τῶν ἐν­το­λῶν τού­των τῶν ἐ­λα­χί­στων καὶ δι­δά­ξῃ οὕ­τως τοὺς ἀν­θρώ­πους, ἐ­λά­χι­στος κλη­θή­σε­ται ἐν τῇ βα­σι­λεί­ᾳ τῶν οὐ­ρα­νῶν·
ὃς δ᾿ ἂν ποι­ή­σῃ καὶ δι­δά­ξῃ, οὗ­τος μέ­γας κλη­θή­σε­ται ἐν τῇ βα­σι­λεί­ᾳ τῶν οὐ­ρα­νῶν
.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

ΠΑΪΣΟΣ__
Περισσότερα
28
Περισσότερα