2 Νοεμβρίου 2025 ΚΥΡΙΑΚΗ ΚΑ´ (E´ ΛΟΥΚΑ)

2 ΝΟΕΜΒΡΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ ΚΑ´ (E´ ΛΟΥΚΑ) 
Ἀ­κιν­δύ­νου, Πη­γα­σί­ου, Ἀ­φθο­νί­ου, Ἐλ­πι­δο­φό­ρου καὶ Ἀ­νεμ­πο­δί­στου μαρ­τύ­ρων (†341-345). Θε­ο­δώ­ρου, Λάμ­πρου καὶ ἀ­γνώ­στου, τῶν ἐν Ἀ­γρι­νί­ῳ νε­ο­μαρ­τύ­ρων (†1786).
Ἦ­χος δ´. Ἑ­ω­θι­νὸν ι´.

 

Εὐαγγέλιον: Κυριακῆς ε΄ Λουκᾶ, «Ἄνθρωπός τις ἦν πλούσιος» (Λκ. ις΄ 19-31).

Εἶ­πεν  ὁ Κύ­ρι­ος·
Ἄν­θρω­πός τις ἦν πλού­σι­ος, καὶ ἐ­νε­δι­δύ­σκε­το πορ­φύ­ραν καὶ βύσ­σον εὐ­φραι­νό­με­νος καθ᾿ ἡ­μέ­ραν λαμ­πρῶς.
Πτω­χὸς δέ τις ἦν ὀ­νό­μα­τι Λά­ζα­ρος, ὃς ἐ­βέ­βλη­το πρὸς τὸν πυ­λῶ­να αὐ­τοῦ ἡλ­κω­μέ­νος καὶ ἐ­πι­θυ­μῶν χορ­τα­σθῆ­ναι ἀ­πὸ τῶν ψι­χί­ων τῶν πι­πτόν­των ἀ­πὸ τῆς τρα­πέ­ζης τοῦ πλου­σί­ου· ἀλ­λὰ καὶ οἱ κύ­νες ἐρ­χό­με­νοι ἐ­πέ­λει­χον τὰ ἕλ­κη αὐ­τοῦ.
Ἐ­γέ­νε­το δὲ ἀ­πο­θα­νεῖν τὸν πτω­χὸν καὶ ἀ­πε­νε­χθῆ­ναι αὐ­τὸν ὑ­πὸ τῶν ἀγ­γέ­λων εἰς τὸν κόλ­πον Ἀ­βρα­άμ·
ἀ­πέ­θα­νε δὲ καὶ ὁ πλού­σι­ος καὶ ἐ­τά­φη.
Καὶ ἐν τῷ ᾅ­δῃ ἐ­πά­ρας τοὺς ὀ­φθαλ­μοὺς αὐ­τοῦ, ὑ­πάρ­χων ἐν βα­σά­νοις, ὁ­ρᾷ Ἀ­βρα­ὰμ ἀ­πὸ μα­κρό­θεν καὶ Λά­ζα­ρον ἐν τοῖς κόλ­ποις αὐ­τοῦ.
Καὶ αὐ­τὸς φω­νή­σας εἶ­πε·
πά­τερ Ἀ­βρα­άμ, ἐ­λέ­η­σόν με καὶ πέμ­ψον Λά­ζα­ρον ἵ­να βά­ψῃ τὸ ἄ­κρον τοῦ δα­κτύ­λου αὐ­τοῦ ὕ­δα­τος καὶ κα­τα­ψύ­ξῃ τὴν γλῶσ­σάν μου, ὅ­τι ὀ­δυ­νῶ­μαι ἐν τῇ φλο­γὶ ταύ­τῃ.
Εἶ­πε δὲ Ἀ­βρα­άμ·
τέ­κνον, μνή­σθη­τι ὅ­τι ἀ­πέ­λα­βες σὺ τὰ ἀ­γα­θά σου ἐν τῇ ζω­ῇ σου, καὶ Λά­ζα­ρος ὁ­μοί­ως τὰ κα­κά· νῦν δὲ ὧ­δε πα­ρα­κα­λεῖ­ται, σὺ δὲ ὀ­δυ­νᾶ­σαι· καὶ ἐ­πὶ πᾶ­σι τού­τοις με­τα­ξὺ ἡ­μῶν καὶ ὑ­μῶν χά­σμα μέ­γα ἐ­στή­ρι­κται, ὅ­πως οἱ θέ­λον­τες δι­α­βῆ­ναι ἔν­θεν πρὸς ὑ­μᾶς μὴ δύ­νων­ται, μη­δὲ οἱ ἐ­κεῖ­θεν πρὸς ἡ­μᾶς δι­α­πε­ρῶ­σιν.
Εἶ­πε δέ·
ἐ­ρω­τῶ οὖν σε, πά­τερ, ἵ­να πέμ­ψῃς αὐ­τὸν εἰς τὸν οἶ­κον τοῦ πα­τρός μου·
Ἔχω γὰρ πέν­τε ἀ­δελ­φούς· ὅ­πως δι­α­μαρ­τύ­ρη­ται αὐ­τοῖς, ἵ­να μὴ καὶ αὐ­τοὶ ἔλ­θω­σιν εἰς τὸν τό­πον τοῦ­τον τῆς βα­σά­νου.
Λέ­γει αὐ­τῷ Ἀ­βρα­άμ·
ἔ­χου­σι Μω­ϋ­σέ­α καὶ τοὺς προ­φή­τας· ἀ­κου­σά­τω­σαν αὐ­τῶν.
Ὁ δὲ εἶ­πεν·
οὐ­χί, πά­τερ Ἀ­βρα­άμ, ἀλλ᾿ ἐ­άν τις ἀ­πὸ νε­κρῶν πο­ρευ­θῇ πρὸς αὐ­τούς, με­τα­νο­ή­σου­σιν.
Εἶ­πε δὲ αὐ­τῷ·
εἰ Μω­ϋ­σέ­ως καὶ τῶν προ­φη­τῶν οὐκ ἀ­κού­ου­σιν, οὐ­δὲ ἐ­άν τις ἐκ νε­κρῶν ἀ­να­στῇ πει­σθή­σον­ται.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

35

Δείτε ακόμη

48__ΣΤ_ΛΟΥΚΑ_
Περισσότερα
47__Γ_ΛΟΥΚΑ____
Περισσότερα