20 Ιουλίου 2025 ΚΥΡΙΑΚΗ Ϛ´ ΜΑΤΘΑΙΟΥ

20 ΙΟΥΛΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ Ϛ´ ΜΑΤΘΑΙΟΥ 
Ἠ­λι­οὺ προ­φή­του τοῦ Θε­σβί­του (940 π.Χ.).

 

 

Εὐ­αγ­γέ­λι­ον  Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (Ματθ.  1-8).

Τῷ και­ρῷ ἐ­κεί­νῳ ἐμ­βὰς ὁ Ἰ­η­σοῦς εἰς πλοῖ­ον δι­ε­πέ­ρα­σεν καὶ ἦλ­θεν εἰς τὴν ἰ­δί­αν πό­λιν. Καὶ ἰ­δοὺ προ­σέ­φε­ρον αὐ­τῷ πα­ρα­λυ­τι­κὸν ἐ­πὶ κλί­νης βε­βλη­μέ­νον.
Καὶ ἰ­δὼν ὁ Ἰ­η­σοῦς τὴν πί­στιν αὐ­τῶν εἶ­πεν τῷ πα­ρα­λυ­τι­κῷ·
Θάρ­σει, τέ­κνον· ἀ­φέ­ων­ταί σοι αἱ ἁ­μαρ­τί­αι σου.
Καὶ ἰ­δού τι­νες τῶν γραμ­μα­τέ­ων εἶ­πον ἐν ἑ­αυ­τοῖς·
Οὗ­τος βλα­σφη­μεῖ
.
Καὶ εἰ­δὼς ὁ Ἰ­η­σοῦς τὰς ἐν­θυ­μή­σεις αὐ­τῶν εἶ­πεν·
Ἵ­να τί ὑ­μεῖς ἐν­θυ­μεῖ­σθε πο­νη­ρὰ ἐν ταῖς καρ­δί­αις ὑ­μῶν; Τί γάρ ἐ­στιν εὐ­κο­πώ­τε­ρον, εἰ­πεῖν, ἀ­φέ­ων­ταί σου αἱ ἁ­μαρ­τί­αι, ἢ εἰ­πεῖν, ἔ­γει­ρε καὶ πε­ρι­πά­τει;
ἵ­να δὲ εἰ­δῆ­τε ὅ­τι ἐ­ξου­σί­αν ἔ­χει ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἐ­πὶ τῆς γῆς ἀ­φι­έ­ναι ἁ­μαρ­τί­ας

– τό­τε λέ­γει τῷ πα­ρα­λυ­τι­κῷ·
Ἐ­γερ­θεὶς ἆ­ρόν σου τὴν κλί­νην καὶ ὕ­πα­γε εἰς τὸν οἶ­κόν σου.
Καὶ ἐ­γερ­θεὶς ἀ­πῆλ­θεν εἰς τὸν οἶ­κον αὐ­τοῦ. Ἰ­δόν­τες δὲ οἱ ὄ­χλοι ἐ­θαύ­μα­σαν καὶ ἐ­δό­ξα­σαν τὸν Θε­ὸν τὸν δόν­τα ἐ­ξου­σί­αν τοι­αύ­την τοῖς ἀν­θρώ­ποις.

 

ἀ­πο­λυ­τί­κι­ον Τοῦ Προφήτου.

ἔν­σαρ­κος ἄγ­γε­λος, τῶν Προ­φη­τῶν ἡ κρη­πίς, ὁ δεύ­τε­ρος Πρό­δρο­μος τῆς πα­ρου­σί­ας Χρι­στοῦ, Ἠ­λί­ας ὁ ἔν­δο­ξος, ἄ­νω­θεν κα­τα­πέμ­ψας, Ἑ­λι­σαί­ῳ τὴν χά­ριν, νό­σους ἀ­πο­δι­ώ­κει, καὶ λε­προὺς κα­θα­ρί­ζει· δι­ὸ καὶ τοῖς τι­μῶ­σιν αὐ­τὸν βρύ­ει ἰ­ά­μα­τα.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Προβολές:

0

Δείτε ακόμη

moni-stomiou-4
Περισσότερα
ΟΣΙΑ_ΕΙΡΗΝΗ_ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ
Περισσότερα