21 Δεκεμβρίου 2025 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ  

21 ΔΕΚΕΜΒΡΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
«Μνή­μη πάν­των τῶν ἀπ᾿ αἰ­ῶ­νος Θε­ῷ εὐ­α­ρε­στη­σάν­των ἀ­πὸ Ἀ­δὰμ ἄ­χρις Ἰ­ω­σὴφ τοῦ μνή­στο­ρος τῆς ὑ­πε­ρα­γί­ας Θε­ο­τό­κου·
ὁ­μοί­ως καὶ τῶν προ­φη­τῶν καὶ προ­φη­τί­δων, ἐ­ξαι­ρέ­τως δὲ τοῦ προ­φή­του Δα­νι­ὴλ (560 π.Χ.) καὶ τῶν ἁ­γί­ων τρι­ῶν παί­δων».
Ἰ­ου­λι­α­νῆς καὶ τῶν σὺν αὐ­τῇ 500 μαρ­τύ­ρων (†304). Θε­μι­στο­κλέ­ους μάρ­τυ­ρος (†251).
Ἦ­χος γ´. Ἑ­ω­θι­νὸν Ϛ´.  Τυ­πι­κὸν Κυρ. πρὸ τῆς Χρι­στοῦ Γεν­νή­σε­ως, περ. β´ §§4-6

 

Κον­τά­κι­ον προ­ε­όρ­τι­ον τῶν Χρι­στου­γέν­νων.
Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Παρ­θέ­νος σή­με­ρον  τὸν προ­αι­ώ­νι­ον Λό­γον
ἐν σπη­λαί­ῳ ἔρ­χε­ται  ἀ­πο­τε­κεῖν ἀ­πορ­ρή­τως.
Χό­ρευ­ε, ἡ οἰ­κου­μέ­νη,  ἀ­κου­τι­σθεῖ­σα·
δό­ξα­σον με­τὰ ἀγ­γέ­λων καὶ τῶν ποι­μέ­νων,
* βου­λη­θέν­τα ἐ­πο­φθῆ­ναι * παι­δί­ον νέ­ον,
τὸν πρὸ αἰ­ώ­νων Θε­όν.

 

Εὐαγγέλιον Κυριακῆς πρὸ τῶν Χριστουγέννων:  «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ» (Μτθ. α΄ 1-25)

Βίβλος γε­νέ­σε­ως Ἰ­η­σοῦ Χρι­στοῦ υἱ­οῦ Δαυ­ῒδ υἱ­οῦ Ἀ­βρα­άμ.
Ἀ­βρα­ὰμ ἐ­γέν­νη­σε τὸν ᾽Ι­σα­άκ, ᾽Ι­σα­ὰκ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­α­κώβ, Ἰ­α­κὼβ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ο­ύ­δαν καὶ τοὺς ἀ­δελ­φοὺς αὐ­τοῦ,
Ἰ­ο­ύ­δας δὲ ἐ­γέν­νη­σε τὸν Φα­ρὲς καὶ τὸν Ζα­ρὰ ἐκ τῆς Θά­μαρ, Φα­ρὲς δὲ ἐ­γέν­νη­σε τὸν Ἐσ­ρώμ, Ἐσ­ρὼμ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­ράμ,
Ἀ­ρὰμ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­μι­να­δάβ, Ἀ­μι­να­δὰβ δὲ ἐ­γέν­νη­σε τὸν Να­ασ­σών, Να­ασ­σὼν δὲ ἐ­γέν­νη­σε τὸν Σαλ­μών, Σαλ­μὼν δὲ ἐ­γέν­νη­σε τὸν Βο­ὸζ ἐκ τῆς Ῥα­χάβ,
Βο­ὸζ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­βὴδ ἐκ τῆς Ῥο­ύθ, Ἰ­ω­βὴδ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­εσ­σαί,
Ἰ­εσ­σαὶ δὲ ἐ­γέν­νη­σε τὸν Δαυ­ῒδ τὸν βα­σι­λέ­α. Δαυ­ῒδ δὲ ὁ βα­σι­λεὺς ἐ­γέν­νη­σε τὸν Σο­λο­μῶν­τα ἐκ τῆς τοῦ Οὐ­ρί­ου,
Σο­λο­μὼν δὲ ἐ­γέν­νη­σε τὸν Ῥο­βο­άμ, Ῥο­βο­ὰμ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­βιά,Ἀ­βι­ὰ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­σά, Ἀ­σὰ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­σα­φάτ, Ἰ­ω­σα­φὰτ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­ράμ,
Ἰ­ω­ρὰμ δὲ ἐ­γέν­νη­σε τὸν Ὀ­ζί­αν, Ὀ­ζί­ας δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­ά­θαμ, Ἰ­ω­ά­θαμ δὲ ἐ­γέν­νη­σε τὸν Ἄ­χαζ, Ἄ­χαζ δὲ ἐ­γέν­νη­σε τὸν Ἐ­ζε­κί­αν, Ἐ­ζε­κί­ας δὲ ἐ­γέν­νη­σε τὸν Μα­νασ­σῆ,
Μα­νασ­σῆς δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­μών, Ἀ­μὼν δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­σί­αν, Ἰ­ω­σί­ας δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ε­χο­νί­αν καὶ τοὺς ἀ­δελ­φοὺς αὐ­τοῦ ἐ­πὶ τῆς με­τοι­κε­σί­ας Βα­βυ­λῶ­νος.
Με­τὰ δὲ τὴν με­τοι­κε­σί­αν Βα­βυ­λῶ­νος
Ἰ­ε­χο­νί­ας ἐ­γέν­νη­σε τὸν Σα­λα­θι­ήλ, Σα­λα­θι­ὴλ δὲ ἐ­γέν­νη­σε τὸν Ζο­ρο­βά­βελ, Ζο­ρο­βά­βελ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­βι­ο­ύδ, Ἀ­βι­οὺδ δὲ ἐ­γέν­νη­σε τὸν Ἐ­λι­α­κε­ίμ,
Ἐ­λι­α­κεὶμ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­ζώρ, Ἀ­ζὼρ δὲ ἐ­γέν­νη­σε τὸν Σα­δώκ, Σα­δὼκ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­χε­ίμ, Ἀ­χεὶμ δὲ ἐ­γέν­νη­σε τὸν Ἐ­λι­ο­ύδ, Ἐ­λι­οὺδ δὲ ἐ­γέν­νη­σε τὸν Ἐ­λε­ά­ζαρ,
Ἐ­λε­ά­ζαρ δὲ ἐ­γέν­νη­σε τὸν Ματ­θάν, Ματ­θὰν δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­α­κώβ,
Ἰ­α­κὼβ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­σὴφ τὸν ἄν­δρα Μα­ρί­ας, ἐξ ἧς ἐ­γεν­νή­θη Ἰ­η­σοῦς ὁ λε­γό­με­νος Χρι­στός.
Πᾶ­σαι οὖν αἱ γε­νε­αὶ ἀ­πὸ Ἀ­βρα­ὰμ ἕ­ως Δαυ­ῒδ γε­νε­αὶ δε­κα­τέσ­σα­ρες,
καὶ
ἀ­πὸ Δαυ­ῒδ ἕ­ως τῆς με­τοι­κε­σί­ας Βα­βυ­λῶ­νος γε­νε­αὶ δε­κα­τέσ­σα­ρες,
καὶ ἀ­πὸ τῆς με­τοι­κε­σί­ας Βα­βυ­λῶ­νος ἕ­ως τοῦ Χρι­στοῦ γε­νε­αὶ δε­κα­τέσ­σα­ρες.

Τοῦ δὲ Ἰ­η­σοῦ Χρι­στοῦ ἡ γέν­νη­σις οὕ­τως ἦν·
μνη­στευ­θε­ί­σης γὰρ τῆς μη­τρὸς αὐ­τοῦ Μα­ρί­ας τῷ Ἰ­ω­σήφ, πρὶν ἢ συ­νελ­θεῖν αὐ­τοὺς εὑ­ρέ­θη ἐν γα­στρὶ ἔ­χου­σα ἐκ Πνε­ύ­μα­τος Ἁ­γί­ου.
Ἰ­ω­σὴφ δὲ ὁ ἀ­νὴρ αὐ­τῆς, δί­και­ος ὢν καὶ μὴ θέ­λων αὐ­τὴν πα­ρα­δειγ­μα­τί­σαι, ἐ­βου­λή­θη λά­θρα ἀ­πο­λῦ­σαι αὐ­τήν.
Ταῦ­τα δὲ αὐ­τοῦ ἐν­θυ­μη­θέν­τος ἰ­δοὺ ἄγ­γε­λος Κυ­ρί­ου κατ᾽ ὄ­ναρ ἐ­φά­νη αὐ­τῷ λέ­γων·
Ἰ­ω­σὴφ υἱ­ὸς Δαυ­ΐδ, μὴ φο­βη­θῇς πα­ρα­λα­βεῖν Μα­ρι­ὰμ τὴν γυ­ναῖ­κά σου·
τὸ γὰρ ἐν αὐ­τῇ γεν­νη­θὲν ἐκ Πνε­ύ­μα­τός ἐ­στιν Ἁ­γί­ου· τέ­ξε­ται δὲ υἱ­ὸν καὶ κα­λέ­σεις τὸ ὄ­νο­μα αὐ­τοῦ Ἰ­η­σοῦν· αὐ­τὸς γὰρ σώ­σει τὸν λα­ὸν αὐ­τοῦ ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν αὐ­τῶν.
Τοῦ­το δὲ ὅ­λον γέ­γο­νεν, ἵ­να πλη­ρω­θῇ τὸ ῥη­θὲν ὑ­πὸ Κυ­ρί­ου δι­ὰ τοῦ προ­φή­του λέ­γον­τος·
Ἰ­δοὺ ἡ παρ­θέ­νος ἐν γα­στρὶ ἕ­ξει καὶ τέ­ξε­ται υἱ­όν, καὶ κα­λέ­σου­σι τὸ ὄ­νο­μα αὐ­τοῦ Ἐμ­μα­νου­ήλ, ὅ ἐ­στι με­θερ­μη­νευ­ό­με­νον μεθ᾽ ἡ­μῶν ὁ Θε­ός.
Ἐ­γερ­θεὶς δὲ ὁ ᾽Ι­ω­σὴφ ἀ­πὸ τοῦ ὕ­πνου ἐ­πο­ί­η­σεν ὡς προ­σέ­τα­ξεν αὐ­τῷ ὁ ἄγ­γε­λος Κυ­ρί­ου καὶ πα­ρέ­λα­βε τὴν γυ­ναῖ­κα αὐ­τοῦ·
καὶ οὐκ ἐ­γί­νω­σκεν αὐ­τὴν, ἕ­ως οὗ ἔ­τε­κε τὸν υἱ­ὸν αὐ­τῆς τὸν πρω­τό­το­κον, καὶ ἐ­κά­λε­σε τὸ ὄ­νο­μα αὐ­τοῦ Ἰ­η­σοῦν
.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

22

Δείτε ακόμη

2025_11_29-28
Περισσότερα
ΜΕΛΧΙΣΕΔΕΚ
Περισσότερα