22 Φεβρουαρίου 2026 Κυ­ρι­α­κὴ τῆς Τυ­ρι­νῆς
«Ἀ­νά­μνη­σις τῆς ἀ­πὸ τοῦ πα­ρα­δεί­σου
ἐ­ξο­ρί­ας τοῦ πρω­το­πλά­στου Ἀ­δάμ»

22 ΦΕΒΡΟΥΑΡΙΟΥ 2026 † Κυ­ρι­α­κὴ τῆς Τυ­ρι­νῆς.
«Ἀ­νά­μνη­σις τῆς ἀ­πὸ τοῦ πα­ρα­δεί­σου ἐ­ξο­ρί­ας τοῦ πρω­το­πλά­στου Ἀ­δάμ».
Ἡ εὕ­ρε­σις τῶν ἱ­ε­ρῶν λει­ψά­νων τῶν ἁ­γί­ων μαρ­τύ­ρων τῶν ἐν τοῖς Εὐ­γε­νί­ου (†395-423).
Ἦ­χος δ´, ἑ­ω­θι­νὸν δ´.(τυ­πι­κὸν Τρι­ῳ­δί­ου §§14-16).

 

 

Τὸ στά­δι­ον τῶν ἀ­ρε­τῶν ἠ­νέ­ῳ­κται· οἱ βου­λό­με­νοι ἀ­θλῆ­σαι εἰ­σέλ­θε­τε, ἀ­να­ζω­σά­με­νοι τὸν κα­λὸν τῆς Νη­στεί­ας ἀ­γῶ­να·
οἱ γὰρ νο­μί­μως ἀ­θλοῦν­τες, δι­καί­ως στε­φα­νοῦν­ται·
καὶ ἀ­να­λα­βόν­τες τὴν πα­νο­πλί­αν τοῦ Σταυ­ροῦ, τῷ ἐ­χθρῷ ἀν­τι­μα­χη­σώ­με­θα,
ὡς τεῖ­χος ἄῤ­ῥη­κτον κα­τέ­χον­τες τὴν Πί­στιν, καὶ ὡς θώ­ρα­κα τὴν προ­σευ­χήν,
καὶ πε­ρι­κε­φα­λαί­αν τὴν ἐ­λε­η­μο­σύ­νην·
ἀν­τὶ μα­χαί­ρας τὴν νη­στεί­αν, ἥ­τις ἐ­κτέ­μνει ἀ­πὸ καρ­δί­ας πᾶ­σαν κα­κί­αν.
Ὁ ποι­ῶν ταῦ­τα, τὸν ἀ­λη­θι­νὸν κο­μί­ζε­ται στέ­φα­νον, πα­ρὰ τοῦ Παμ­βα­σι­λέ­ως Χρι­στοῦ, ἐν τῇ ἡ­μέ­ρᾳ τῆς Κρί­σε­ως.

 

κάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο.
Οἴμοι, τὸν ἀπάτῃ πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα!
οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον!
Ἀλλ’ ὦ Παράδεισε, τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι οὐκέτι σου τῆς τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην·
εἰς γῆν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην.
Ἐλεῆμον Οἰκτίρμον βοῶ σοι·
Ἐλέησόν με τὸν παραπεσόντα.

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (Ματθ. στ´ 14-21).

Εἶ­πεν ὁ Κύ­ρι­ος·
Ἐ­ὰν ἀ­φῆ­τε τοῖς ἀν­θρώ­ποις τὰ πα­ρα­πτώ­μα­τα αὐ­τῶν, ἀ­φή­σει καὶ ὑ­μῖν ὁ πα­τὴρ ὑ­μῶν ὁ οὐ­ρά­νι­ος·
ἐ­ὰν δὲ μὴ ἀ­φῆ­τε τοῖς ἀν­θρώ­ποις τὰ πα­ρα­πτώ­μα­τα αὐ­τῶν, οὐ­δὲ ὁ πα­τὴρ ὑ­μῶν ἀ­φή­σει τὰ πα­ρα­πτώ­μα­τα ὑ­μῶν.
Ὅ­ταν δὲ νη­στε­ύ­η­τε, μὴ γί­νε­σθε ὥ­σπερ οἱ ὑ­πο­κρι­ταὶ σκυ­θρω­ποί,
ἀ­φα­νί­ζου­σι γὰρ τὰ πρό­σω­πα αὐ­τῶν ὅ­πως φα­νῶ­σι τοῖς ἀν­θρώ­ποις νη­στε­ύ­ον­τες·
ἀ­μὴν λέ­γω ὑ­μῖν, ὅ­τι ἀ­πέ­χου­σιν τὸν μι­σθὸν αὐ­τῶν.
σὺ δὲ νη­στε­ύ­ων ἄ­λει­ψαί σου τὴν κε­φα­λὴν καὶ τὸ πρό­σω­πόν σου νί­ψαι,
ὅ­πως μὴ φα­νῇς τοῖς ἀν­θρώ­ποις νη­στε­ύ­ων ἀλ­λὰ τῷ πα­τρί σου τῷ ἐν τῷ κρυ­πτῷ·
καὶ ὁ πα­τήρ σου ὁ βλέ­πων ἐν τῷ κρυ­πτῷ ἀ­πο­δώ­σει σοι ἐν τῷ φα­νε­ρῷ.
Μὴ θη­σαυ­ρί­ζε­τε ὑ­μῖν θη­σαυ­ροὺς ἐ­πὶ τῆς γῆς, ὅ­που σὴς καὶ βρῶ­σις ἀ­φα­νί­ζει, καὶ ὅ­που κλέ­πται δι­ο­ρύσ­σου­σιν καὶ κλέ­πτου­σιν·
θη­σαυ­ρί­ζε­τε δὲ ὑ­μῖν θη­σαυ­ροὺς ἐν οὐ­ρα­νῷ, ὅ­που οὔ­τε σὴς οὔ­τε βρῶ­σις ἀ­φα­νί­ζει,
καὶ ὅ­που κλέ­πται οὐ δι­ο­ρύσ­σου­σιν οὐ­δὲ κλέ­πτου­σιν·
ὅ­που γάρ ἐ­στιν ὁ θη­σαυ­ρός ὑ­μῶν, ἐ­κεῖ ἔ­σται καὶ ἡ καρ­δί­α ὑ­μῶν.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

16

Δείτε ακόμη

Tochni-Church-and-Bridge-scaled-1
Περισσότερα
COVER_ΜΟΡΦΟΥ
Περισσότερα