25 Ιανουαρίου 2026 ΚΥΡΙΑΚΗ ΙΕ΄ ΛΟΥΚΑ (Ζακ­χαί­ου) 

25 ΙΑΝΟΥΑΡΙΟΥ 2026
† ΚΥΡΙΑΚΗ ΙΕ´ ΛΟΥΚΑ (Ζακ­χαί­ου)
† Γρη­γο­ρί­ου ἀρ­χι­ε­πι­σκό­που Κων­σταν­τι­νου­πό­λε­ως τοῦ Θε­ο­λό­γου (†390).
Ἦ­χος πλ. δ´.   Ἑ­ω­θι­νὸν ια´.

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιθ´ 1-10).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, δι­ήρ­χε­το ὁ Ἰ­η­σοῦς τὴν Ἰ­ε­ρι­χώ·
καὶ ἰ­δοὺ ἀ­νὴρ ὀ­νό­μα­τι κα­λού­με­νος Ζακ­χαῖ­ος,
καὶ αὐ­τὸς ἦν ἀρ­χι­τε­λώ­νης, καὶ οὗ­τος ἦν πλού­σι­ος,
καὶ ἐ­ζή­τει ἰ­δεῖν τὸν Ἰ­η­σοῦν τίς ἐ­στι, καὶ οὐκ ἠ­δύ­να­το ἀ­πὸ τοῦ ὄ­χλου, ὅ­τι τῇ ἡ­λι­κί­ᾳ μι­κρὸς ἦν.
Καὶ προ­δρα­μὼν ἔμ­προ­σθεν ἀ­νέ­βη ἐ­πὶ συ­κο­μο­ρέ­αν, ἵ­να ἴ­δῃ αὐ­τόν, ὅ­τι δι᾿ ἐ­κεί­νης ἤ­μελ­λε δι­έρ­χε­σθαι.
Καὶ ὡς ἦλ­θεν ἐ­πὶ τὸν τό­πον, ἀ­να­βλέ­ψας ὁ Ἰ­η­σοῦς εἶ­δεν αὐ­τόν καὶ εἶ­πεν πρὸς αὐ­τόν·
Ζακ­χαῖ­ε, σπεύ­σας κα­τά­βη­θι· σή­με­ρον γὰρ ἐν τῷ οἴ­κῳ σου δεῖ με μεῖ­ναι.
Καὶ σπεύ­σας κα­τέ­βη, καὶ ὑ­πε­δέ­ξα­το αὐ­τὸν χαί­ρων.
Καὶ ἰ­δόν­τες πάν­τες δι­ε­γόγ­γυ­ζον λέ­γον­τες ὅ­τι πα­ρὰ ἁ­μαρ­τω­λῷ ἀν­δρὶ εἰ­σῆλ­θε κα­τα­λῦ­σαι.
Στα­θεὶς δὲ Ζακ­χαῖ­ος εἶ­πε πρὸς τὸν Κύ­ρι­ον·
Ἰ­δοὺ τὰ ἡ­μί­ση τῶν ὑ­παρ­χόν­των μου, Κύ­ρι­ε, δί­δω­μι τοῖς πτω­χοῖς, καὶ εἴ τι­νός τι ἐ­συ­κο­φάν­τη­σα, ἀ­πο­δί­δω­μι τε­τρα­πλοῦν.
Εἶ­πε δὲ πρὸς αὐ­τὸν ὁ Ἰ­η­σοῦς
ὅ­τι σή­με­ρον σω­τη­ρί­α τῷ οἴ­κῳ τού­τῳ ἐ­γέ­νε­το, κα­θό­τι καὶ αὐ­τὸς υἱ­ὸς Ἀ­βρα­άμ ἐ­στιν·
ἦλ­θε γὰρ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ζη­τῆ­σαι καὶ σῶ­σαι τὸ ἀ­πο­λω­λός
.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

39

Δείτε ακόμη

ymnos_agapis
Περισσότερα
03_____10-lepron
Περισσότερα