26 Απριλίου ΚΥΡΙΑΚΗ των ΜΥΡΟΦΟΡΩΝ

26 ΑΠΡΙΛΙΟΥ 2026   † ΚΥΡΙΑΚΗ Γ´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ
«Τῶν ἁ­γί­ων μυ­ρο­φό­ρων γυ­ναι­κῶν, ἔ­τι δὲ Ἰ­ω­σὴφ τοῦ ἐξ Ἀ­ρι­μα­θαί­ας καὶ τοῦ νυ­κτε­ρι­νοῦ μα­θη­τοῦ Νι­κο­δή­μου».
Βα­σι­λέ­ως ἐ­πι­σκό­που Ἀ­μα­σεί­ας ἱ­ε­ρο­μάρ­τυ­ρος (†332), Γλα­φύ­ρας καὶ Ἰ­ού­στας ὁ­σί­ων (†322).

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Μᾶρ­κον (ιε´ 43-47, ιϚ´ 1-8).

Τῷ και­ρῷ ἐ­κεί­νῳ ἐλ­θὼν Ἰ­ω­σὴφ ὁ ἀ­πὸ Ἁ­ρι­μα­θαί­ας, εὐ­σχή­μων βου­λευ­τής,
ὃς καὶ αὐ­τὸς ἦν προσ­δε­χό­με­νος τὴν βα­σι­λεί­αν τοῦ Θε­οῦ,
τολ­μή­σας εἰ­σῆλ­θε πρὸς Πι­λᾶ­τον καὶ ᾐ­τή­σα­το τὸ σῶ­μα τοῦ Ἰ­η­σοῦ.
Ὁ δὲ Πι­λᾶ­τος ἐ­θαύ­μα­σεν εἰ ἤ­δη τέ­θνη­κε,
καὶ προ­σκα­λε­σά­με­νος τὸν κεν­τυ­ρί­ω­να ἐ­πη­ρώ­τη­σεν αὐ­τὸν εἰ πά­λαι ἀ­πέ­θα­νε·
καὶ γνοὺς ἀ­πὸ τοῦ κεν­τυ­ρί­ω­νος ἐ­δω­ρή­σα­το τὸ σῶ­μα τῷ Ἰ­ω­σήφ.
Καὶ ἀ­γο­ρά­σας σιν­δό­να καὶ κα­θε­λὼν αὐ­τὸν ἐ­νεί­λη­σε τῇ σιν­δό­νι καὶ κα­τέ­θη­κεν αὐ­τὸν ἐν μνη­μεί­ῳ ὃ ἦν λε­λα­το­μη­μέ­νον ἐκ πέ­τρας,
καὶ προ­σε­κύ­λι­σε λί­θον ἐ­πὶ τὴν θύ­ραν τοῦ μνη­μεί­ου.
Ἡ δὲ Μα­ρί­α ἡ Μα­γδα­λη­νὴ καὶ Μα­ρί­α Ἰ­ω­σῆ ἐ­θε­ώ­ρουν ποῦ τί­θε­ται.
Καὶ δι­α­γε­νο­μέ­νου τοῦ σαβ­βά­του Μα­ρί­α ἡ Μα­γδα­λη­νὴ καὶ Μα­ρί­α ἡ τοῦ Ἰ­α­κώ­βου καὶ Σα­λώ­μη ἠ­γό­ρα­σαν ἀ­ρώ­μα­τα ἵ­να ἐλ­θοῦ­σαι ἀ­λεί­ψω­σιν αὐ­τόν.
Καὶ λί­αν πρω­ῒ τῆς μι­ᾶς σαβ­βά­των ἔρ­χον­ται ἐ­πὶ τὸ μνη­μεῖ­ον, ἀ­να­τεί­λαν­τος τοῦ ἡ­λί­ου.
Καὶ ἔ­λε­γον πρὸς ἑ­αυ­τάς·
Τίς ἀ­πο­κυ­λί­σει ἡ­μῖν τὸν λί­θον ἐκ τῆς θύ­ρας τοῦ μνη­μεί­ου;
Καὶ ἀ­να­βλέ­ψα­σαι θε­ω­ροῦ­σιν ὅ­τι ἀ­πο­κε­κύ­λι­σται ὁ λί­θος· ἦν γὰρ μέ­γας σφό­δρα.
Καὶ εἰ­σελ­θοῦ­σαι εἰς τὸ μνη­μεῖ­ον εἶ­δον νε­α­νί­σκον κα­θή­με­νον ἐν τοῖς δε­ξι­οῖς, πε­ρι­βε­βλη­μέ­νον στο­λὴν λευ­κήν, καὶ ἐ­ξε­θαμ­βή­θη­σαν.
Ὁ δὲ λέ­γει αὐ­ταῖς·
Μὴ ἐκ­θαμ­βεῖ­σθε· Ἰ­η­σοῦν ζη­τεῖ­τε τὸν Να­ζα­ρη­νὸν τὸν ἐ­σταυ­ρω­μέ­νον·
ἠ­γέρ­θη, οὐκ ἔ­στιν ὧ­δε· ἴ­δε ὁ τό­πος ὅ­που ἔ­θη­καν αὐ­τόν.
Ἀλλ᾿ ὑ­πά­γε­τε εἴ­πα­τε τοῖς μα­θη­ταῖς αὐ­τοῦ καὶ τῷ Πέ­τρῳ ὅ­τι προ­ά­γει ὑ­μᾶς εἰς τὴν Γα­λι­λαί­αν·
ἐ­κεῖ αὐ­τὸν ὄ­ψε­σθε, κα­θὼς εἶ­πεν ὑ­μῖν.
Καὶ ἐ­ξελ­θοῦ­σαι τα­χύ, ἔ­φυ­γον ἀ­πὸ τοῦ μνη­μεί­ου· εἶ­χε δὲ αὐ­τὰς τρό­μος καὶ ἔκ­στα­σις, καὶ οὐ­δε­νὶ οὐ­δὲν εἶ­πον· ἐ­φο­βοῦν­το γάρ.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

NAPA
Περισσότερα
ΤΟΥΝΟΜ
Περισσότερα