26 Οκτωβρίου 2025 ΚΥΡΙΑΚΗ Κ´ (Ϛ´ ΛΟΥΚΑ)

26 ΟΚΤΩΒΡΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ Κ´ (Ϛ´ ΛΟΥΚΑ) 
† Δη­μη­τρί­ου με­γα­λο­μάρ­τυ­ρος τοῦ μυ­ρο­βλύ­του (†306), ἀ­νά­μνη­σις τοῦ γε­γο­νό­τος σει­σμοῦ (740).
Ἦ­χος γ´. Ἑ­ω­θι­νὸν θ´. (τυπικὸν 26ης Ὀκτωβρίου §§6-8).

 

 

Εὐαγγέλιον: Κυ­ριακῆς ϛ΄ Λουκᾶ, «᾿Ελθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδα­ρηνῶν» (Λκ. η΄ 27-39).

 

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐλ­θόν­τι τῷ Ἰ­η­σοῦ εἰς τὴν χώ­ραν τῶν Γα­δα­ρη­νῶν ὑ­πήν­τη­σεν αὐ­τῷ ἀ­νήρ τις ἐκ τῆς πό­λε­ως, ὃς εἶ­χε δαι­μό­νι­α ἐκ χρό­νων ἱ­κα­νῶν, καὶ ἱ­μά­τι­ον οὐκ ἐ­νε­δι­δύ­σκε­το, καὶ ἐν οἰ­κί­ᾳ οὐκ ἔ­με­νεν, ἀλλ᾿ ἐν τοῖς μνή­μα­σιν.
Ἰ­δὼν δὲ τὸν Ἰ­η­σοῦν καὶ ἀ­να­κρά­ξας προ­σέ­πε­σεν αὐ­τῷ καὶ φω­νῇ με­γά­λῃ εἶ­πε·
Τί ἐ­μοὶ καὶ σοί, Ἰ­η­σοῦ υἱ­ὲ τοῦ Θε­οῦ τοῦ ὑ­ψί­στου;
δέ­ο­μαί σου, μή με βα­σα­νί­σῃς.
Πα­ρήγ­γει­λε γὰρ τῷ πνεύ­μα­τι τῷ ἀ­κα­θάρ­τῳ ἐ­ξελ­θεῖν ἀ­πὸ τοῦ ἀν­θρώ­που.
Πολ­λοῖς γὰρ χρό­νοις συ­νηρ­πά­κει αὐ­τόν, καὶ ἐ­δε­σμεῖ­το ἁ­λύ­σε­σι καὶ πέ­δαις φυ­λασ­σό­με­νος, καὶ δι­αρ­ρήσ­σων τὰ δε­σμὰ ἠ­λαύ­νε­το ὑ­πὸ τοῦ δαί­μο­νος εἰς τὰς ἐ­ρή­μους.
Ἐ­πη­ρώ­τη­σε δὲ αὐ­τὸν ὁ Ἰ­η­σοῦς λέ­γων·
Τί σοί ἐ­στιν ὄ­νο­μα;
ὁ δὲ εἶ­πε· Λε­γε­ών· ὅ­τι δαι­μό­νι­α πολ­λὰ εἰ­σῆλ­θεν εἰς αὐ­τόν· Καὶ πα­ρε­κά­λει αὐ­τὸν ἵ­να μὴ ἐ­πι­τά­ξῃ αὐ­τοῖς εἰς τὴν ἄ­βυσ­σον ἀ­πελ­θεῖν.
Ἦν δὲ ἐ­κεῖ ἀ­γέ­λη χοί­ρων ἱ­κα­νῶν βο­σκο­μέ­νη ἐν τῷ ὄ­ρει· καὶ πα­ρε­κά­λουν αὐ­τὸν ἵ­να ἐ­πι­τρέ­ψῃ αὐ­τοῖς εἰς ἐ­κεί­νους εἰ­σελ­θεῖν·
καὶ ἐ­πέ­τρε­ψεν αὐ­τοῖς.
Ἐ­ξελ­θόν­τα δὲ τὰ δαι­μό­νι­α ἀ­πὸ τοῦ ἀν­θρώ­που εἰ­σῆλ­θον εἰς τοὺς χοί­ρους, καὶ ὥρ­μη­σεν ἡ ἀ­γέ­λη κα­τὰ τοῦ κρη­μνοῦ εἰς τὴν λί­μνην καὶ ἀ­πε­πνί­γη.
Ἰ­δόν­τες δὲ οἱ βό­σκον­τες τὸ γε­γε­νη­μέ­νον ἔ­φυ­γον, καὶ ἀ­πήγ­γει­λαν εἰς τὴν πό­λιν καὶ εἰς τοὺς ἀ­γρούς.
Ἐ­ξῆλ­θον δὲ ἰ­δεῖν τὸ γε­γο­νός, καὶ ἦλ­θον πρὸς τὸν Ἰ­η­σοῦν,
καὶ εὗ­ρον κα­θή­με­νον τὸν ἄν­θρω­πον, ἀφ᾿ οὗ τὰ δαι­μό­νι­α ἐ­ξε­λη­λύ­θει, ἱ­μα­τι­σμέ­νον καὶ σω­φρο­νοῦν­τα πα­ρὰ τοὺς πό­δας τοῦ Ἰ­η­σοῦ, καὶ ἐ­φο­βή­θη­σαν.
Ἀ­πήγ­γει­λαν δὲ αὐ­τοῖς οἱ ἰ­δόν­τες πῶς ἐ­σώ­θη ὁ δαι­μο­νι­σθείς.
Καὶ ἠ­ρώ­τη­σαν αὐ­τὸν ἅ­παν τὸ πλῆ­θος τῆς πε­ρι­χώ­ρου τῶν Γα­δα­ρη­νῶν ἀ­πελ­θεῖν ἀπ᾿ αὐ­τῶν, ὅ­τι φό­βῳ με­γά­λῳ συ­νεί­χον­το·
αὐ­τὸς δὲ ἐμ­βὰς εἰς τὸ πλοῖ­ον ὑ­πέ­στρε­ψεν.
Ἐ­δέ­ε­το δὲ αὐ­τοῦ ὁ ἀ­νὴρ, ἀφ᾿ οὗ ἐ­ξε­λη­λύ­θει τὰ δαι­μό­νι­α, εἶ­ναι σὺν αὐ­τῷ· ἀ­πέ­λυ­σε δὲ αὐ­τὸν ὁ Ἰ­η­σοῦς λέ­γων·
Ὑ­πό­στρε­φε εἰς τὸν οἶ­κόν σου καὶ δι­η­γοῦ ὅ­σα ἐ­ποί­η­σέ σοι ὁ Θε­ός. καὶ ἀ­πῆλ­θε καθ᾿ ὅ­λην τὴν πό­λιν κη­ρύσ­σων ὅ­σα ἐ­ποί­η­σεν αὐ­τῷ ὁ Ἰ­η­σοῦς.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

21

Δείτε ακόμη

49__Ε_ΛΟΥΚΑ__paravoli_lazarou
Περισσότερα
47__Γ_ΛΟΥΚΑ____
Περισσότερα