27 Ιουλίου 2025 ΚΥΡΙΑΚΗ Ζ´ ΜΑΤΘΑΙΟΥ

27 ΙΟΥΛΙΟΥ 2025  † ΚΥΡΙΑΚΗ Ζ´ ΜΑΤΘΑΙΟΥ 
Παν­τε­λε­ή­μο­νος με­γα­λο­μάρ­τυ­ρος τοῦ ἰ­α­μα­τι­κοῦ (†305).

 

 

 

Εὐ­αγ­γέ­λι­ον  Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (θ´ 27-35).

Τῷ και­ρῷ ἐ­κεί­νῳ,  πα­ρά­γον­τι τῷ Ἰ­η­σοῦ ἠ­κο­λού­θη­σαν αὐ­τῷ δύ­ο τυ­φλοὶ κρά­ζον­τες καὶ λέ­γον­τες· Ἐ­λέ­η­σον ἡ­μᾶς, υἱ­ὲ Δαυ­ΐδ.
Ἐλ­θόν­τι δὲ εἰς τὴν οἰ­κί­αν προ­σῆλ­θον αὐ­τῷ οἱ τυ­φλοί, καὶ λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς·
Πι­στεύ­ε­τε ὅ­τι δύ­να­μαι τοῦ­το ποι­ῆ­σαι;
λέ­γου­σιν αὐ­τῷ· Ναί, Κύ­ρι­ε.
Τό­τε ἥ­ψα­το τῶν ὀ­φθαλ­μῶν αὐ­τῶν λέ­γων·
Κα­τὰ τὴν πί­στιν ὑ­μῶν γε­νη­θή­τω ὑ­μῖν.
Καὶ ἀ­νε­ῴ­χθη­σαν αὐ­τῶν οἱ ὀ­φθαλ­μοί· καὶ ἐ­νε­βρι­μή­σα­το αὐ­τοῖς ὁ Ἰ­η­σοῦς λέ­γων·
Ὁ­ρᾶ­τε μη­δεὶς γι­νω­σκέ­τω.
Οἱ δὲ ἐ­ξελ­θόν­τες δι­ε­φή­μι­σαν αὐ­τὸν ἐν ὅ­λῃ τῇ γῇ ἐ­κεί­νῃ.
Αὐ­τῶν δὲ ἐ­ξερ­χο­μέ­νων ἰ­δοὺ προ­σή­νεγ­καν αὐ­τῷ ἄν­θρω­πον κω­φὸν δαι­μο­νι­ζό­με­νον· καὶ ἐκ­βλη­θέν­τος τοῦ δαι­μο­νί­ου ἐ­λά­λη­σεν ὁ κω­φός.
Καὶ ἐ­θαύ­μα­σαν οἱ ὄ­χλοι λέ­γον­τες· Οὐ­δέ­πο­τε ἐ­φά­νη οὕ­τως ἐν τῷ Ἰσ­ρα­ήλ.
Οἱ δὲ Φα­ρι­σαῖ­οι ἔ­λε­γον·
Ἐν τῷ ἄρ­χον­τι τῶν δαι­μο­νί­ων ἐκ­βάλ­λει τὰ δαι­μό­νι­α.
Καὶ πε­ρι­ῆ­γεν ὁ Ἰ­η­σοῦς τὰς πό­λεις πά­σας καὶ τὰς κώ­μας, δι­δά­σκων ἐν ταῖς συ­να­γω­γαῖς αὐ­τῶν καὶ κη­ρύσ­σων τὸ εὐ­αγ­γέ­λι­ον τῆς βα­σι­λεί­ας
καὶ θε­ρα­πεύ­ων πᾶ­σαν νό­σον καὶ πᾶ­σαν μα­λα­κί­αν ἐν τῷ λα­ῷ.  

 

 

ἀ­πο­λυ­τί­κι­ον Τοῦ Ἁ­γί­ου Παν­τε­λε­ή­μο­νος. Ἦ­χος γ´.

­θλο­φό­ρε Ἅ­γι­ε, καὶ ἰ­α­μα­τι­κὲ Παν­τε­λε­ῆ­μον, πρέ­σβευ­ε τῷ ἐ­λε­ή­μο­νι Θε­ῷ, ἵ­να πται­σμά­των ἄ­φε­σιν, πα­ρά­σχῃ ταῖς ψυ­χαῖς ἡ­μῶν.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

0

Δείτε ακόμη

moni-stomiou-4
Περισσότερα
ΟΣΙΑ_ΕΙΡΗΝΗ_ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ
Περισσότερα