29 Ιουνίου 2025 ΚΥΡΙΑΚΗ Γ΄ ΜΑΤΘΑΙΟΥ. 

29 ΙΟΥΝΙΟΥ 2025  † ΚΥΡΙΑΚΗ Γ΄ ΜΑΤΘΑΙΟΥ.
† Πέ­τρου (†64) καὶ Παύ­λου (†67) τῶν πα­νευ­φή­μων καὶ πρω­το­κο­ρυ­φαί­ων ἀ­πο­στό­λων.

 

ΑΠΟΣΤΟΛΟΣ      Πρὸς Κο­ριν­θί­ους Β´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα. (ια´ 21-33, ιβ´ 1-9)

­δελ­φοί, ἐν ᾧ δ᾿ ἄν τις τολ­μᾷ, ἐν ἀ­φρο­σύ­νῃ λέ­γω, τολ­μῶ κἀ­γώ. Ἑ­βραῖ­οί εἰ­σι; Κἀ­γώ· Ἰσ­ρα­η­λῖ­ταί εἰ­σι; Κἀ­γώ· σπέρ­μα Ἀ­βρα­άμ εἰ­σι;
Κἀ­γώ· δι­ά­κο­νοι Χρι­στοῦ εἰ­σι; πα­ρα­φρο­νῶν λα­λῶ, ὑ­πὲρ ἐ­γώ· ἐν κό­ποις πε­ρισ­σο­τέ­ρως, ἐν πλη­γαῖς ὑ­περ­βαλ­λόν­τως, ἐν φυ­λα­καῖς πε­ρισ­σο­τέ­ρως, ἐν θα­νά­τοις πολ­λά­κις·
ὑ­πὸ Ἰ­ου­δαί­ων πεν­τά­κις τεσ­σα­ρά­κον­τα πα­ρὰ μί­αν ἔ­λα­βον· τρὶς ἐρ­ρα­βδί­σθην, ἅ­παξ ἐ­λι­θά­σθην, τρὶς ἐ­ναυ­ά­γη­σα, νυ­χθή­με­ρον ἐν τῷ βυ­θῷ πε­ποί­η­κα·
ὁ­δοι­πο­ρί­αις πολ­λά­κις, κιν­δύ­νοις πο­τα­μῶν, κιν­δύ­νοις λῃ­στῶν, κιν­δύ­νοις ἐκ γέ­νους, κιν­δύ­νοις ἐξ ἐ­θνῶν, κιν­δύ­νοις ἐν πό­λει, κιν­δύ­νοις ἐν ἐ­ρη­μί­ᾳ, κιν­δύ­νοις ἐν θα­λάσ­σῃ, κιν­δύ­νοις ἐν ψευ­δα­δέλ­φοις· ἐν κό­πῳ καὶ μό­χθῳ, ἐν ἀ­γρυ­πνί­αις πολ­λά­κις, ἐν λι­μῷ καὶ δί­ψει, ἐν νη­στεί­αις πολ­λά­κις,
ἐν ψύ­χει καὶ γυ­μνό­τη­τι·

χω­ρὶς τῶν πα­ρε­κτὸς ἡ ἐ­πι­σύ­στα­σίς μου ἡ καθ᾿ ἡ­μέ­ραν, ἡ μέ­ρι­μνα πα­σῶν τῶν ἐκ­κλη­σι­ῶν.
Τίς ἀ­σθε­νεῖ, καὶ οὐκ ἀ­σθε­νῶ; Τίς σκαν­δα­λί­ζε­ται, καὶ οὐκ ἐ­γὼ πυ­ροῦ­μαι; Εἰ καυ­χᾶ­σθαι δεῖ, τὰ τῆς ἀ­σθε­νεί­ας μου καυ­χή­σο­μαι.
Ὁ Θε­ὸς καὶ πα­τὴρ τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ οἶ­δεν, ὁ ὢν εὐ­λο­γη­τὸς εἰς τοὺς αἰ­ῶ­νας, ὅ­τι οὐ ψεύ­δο­μαι.
Ἐν Δα­μα­σκῷ ὁ ἐ­θνάρ­χης Ἀ­ρέ­τα τοῦ βα­σι­λέ­ως ἐ­φρού­ρει τὴν Δα­μα­σκη­νῶν πό­λιν πι­ά­σαι με θέ­λων,
καὶ δι­ὰ θυ­ρί­δος ἐν σαρ­γά­νῃ ἐ­χα­λά­σθην δι­ὰ τοῦ τεί­χους καὶ ἐ­ξέ­φυ­γον τὰς χεῖ­ρας αὐ­τοῦ.
Καυ­χᾶ­σθαι δὴ οὐ συμ­φέ­ρει μοι· ἐ­λεύ­σο­μαι γὰρ εἰς ὀ­πτα­σί­ας καὶ ἀ­πο­κα­λύ­ψεις Κυ­ρί­ου.
Οἶ­δα ἄν­θρω­πον ἐν Χρι­στῷ πρὸ ἐ­τῶν δε­κα­τεσ­σά­ρων· εἴ­τε ἐν σώ­μα­τι οὐκ οἶ­δα, εἴ­τε ἐ­κτὸς τοῦ σώ­μα­τος οὐκ οἶ­δα, ὁ Θε­ὸς οἶ­δεν·
ἁρ­πα­γέν­τα τὸν τοι­οῦ­τον ἕ­ως τρί­του οὐ­ρα­νοῦ.
Καὶ οἶ­δα τὸν τοι­οῦ­τον ἄν­θρω­πον· εἴ­τε ἐν σώ­μα­τι εἴ­τε ἐ­κτὸς τοῦ σώ­μα­τος οὐκ οἶ­δα, ὁ Θε­ὸς οἶ­δεν·
ὅ­τι ἡρ­πά­γη εἰς τὸν πα­ρά­δει­σον καὶ ἤ­κου­σεν ἄρ­ρη­τα ῥή­μα­τα, ἃ οὐκ ἐ­ξὸν ἀν­θρώ­πῳ λα­λῆ­σαι.
Ὑ­πὲρ τοῦ τοι­ού­του καυ­χή­σο­μαι, ὑ­πὲρ δὲ ἐ­μαυ­τοῦ οὐ καυ­χή­σο­μαι εἰ μὴ ἐν ταῖς ἀ­σθε­νεί­αις μου.
Ἐ­ὰν γὰρ θε­λή­σω καυ­χή­σα­σθαι, οὐκ ἔ­σο­μαι ἄ­φρων· ἀ­λή­θει­αν γὰρ ἐ­ρῶ· φεί­δο­μαι δὲ μή τις εἰς ἐ­μὲ λο­γί­ση­ται ὑ­πὲρ ὃ βλέ­πει με ἢ ἀ­κού­ει τι ἐξ ἐ­μοῦ.
Καὶ τῇ ὑ­περ­βο­λῇ τῶν ἀ­πο­κα­λύ­ψε­ων ἵ­να μὴ ὑ­πε­ραί­ρω­μαι, ἐ­δό­θη μοι σκό­λοψ τῇ σαρ­κί, ἄγ­γε­λος σα­τᾶν, ἵ­να με κο­λα­φί­ζῃ ἵ­να μὴ ὑ­πε­ραί­ρω­μαι.
Ὑ­πὲρ τού­του τρὶς τὸν Κύ­ρι­ον πα­ρε­κά­λε­σα ἵ­να ἀ­πο­στῇ ἀπ᾿ ἐ­μοῦ· καὶ εἴ­ρη­κέ μοι·

Ἀρ­κεῖ σοι ἡ χά­ρις μου· ἡ γὰρ δύ­να­μίς μου ἐν ἀ­σθε­νεί­ᾳ τε­λει­οῦ­ται.
Ἥ­δι­στα οὖν μᾶλ­λον καυ­χή­σο­μαι ἐν ταῖς ἀ­σθε­νεί­αις μου, ἵ­να ἐ­πι­σκη­νώ­σῃ ἐπ᾿ ἐ­μὲ ἡ δύ­να­μις τοῦ Χρι­στοῦ.

 

 

 

Εὐ­αγ­γέ­λι­ον Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιϚ´ 13-19).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐλ­θὼν ὁ Ἰ­η­σοῦς εἰς τὰ μέ­ρη Και­σα­ρεί­ας τῆς Φι­λίπ­που ἠ­ρώ­τα τοὺς μα­θη­τὰς αὐ­τοῦ λέ­γων·
Τί­να με λέ­γου­σιν οἱ ἄν­θρω­ποι εἶ­ναι τὸν υἱ­ὸν τοῦ ἀν­θρώ­που;
Οἱ δὲ εἶ­πον·
Οἱ μὲν Ἰ­ω­άν­νην τὸν βα­πτι­στήν, ἄλ­λοι δὲ Ἠ­λί­αν, ἕ­τε­ροι δὲ Ἰ­ε­ρε­μί­αν ἢ ἕ­να τῶν προ­φη­τῶν.
Λέ­γει αὐ­τοῖς·
Ὑ­μεῖς δὲ τί­να με λέ­γε­τε εἶ­ναι;
Ἀ­πο­κρι­θεὶς δὲ Σί­μων Πέ­τρος εἶ­πε·
Σὺ εἶ ὁ Χρι­στὸς ὁ υἱ­ὸς τοῦ Θε­οῦ τοῦ ζῶν­τος.
Καὶ ἀ­πο­κρι­θεὶς ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τῷ·
Μα­κά­ρι­ος εἶ, Σί­μων Βα­ρι­ω­νᾶ, ὅ­τι σὰρξ καὶ αἷ­μα οὐκ ἀ­πε­κά­λυ­ψέ σοι, ἀλλ᾿ ὁ πα­τήρ μου ὁ ἐν τοῖς οὐ­ρα­νοῖς.
Κἀ­γὼ δέ σοι λέ­γω ὅ­τι σὺ εἶ Πέ­τρος, καὶ ἐ­πὶ ταύ­τῃ τῇ πέ­τρᾳ οἰ­κο­δο­μή­σω μου τὴν ἐκ­κλη­σί­αν, καὶ πύ­λαι ᾅ­δου οὐ κα­τι­σχύ­σου­σιν αὐ­τῆς.
Καὶ δώ­σω σοι τὰς κλεῖς τῆς βα­σι­λεί­ας τῶν οὐ­ρα­νῶν,
καὶ ὃ ἐ­ὰν δή­σῃς ἐ­πὶ τῆς γῆς, ἔ­σται δε­δε­μέ­νον ἐν τοῖς οὐ­ρα­νοῖς, καὶ ὃ ἐ­ὰν λύ­σῃς ἐ­πὶ τῆς γῆς, ἔ­σται λε­λυ­μέ­νον ἐν τοῖς οὐ­ρα­νοῖς.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

koutsoxristos
Περισσότερα
maketa-mel2
Περισσότερα