30 Αυγούστου 2026 ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ

Ἀ­πό­δο­σις τῆς ἑ­ο­ρῆς τῆς ἀ­πο­το­μῆς τῆς τι­μί­ας κε­φα­λῆς Ἰ­ω­άν­νου τοῦ προ­δρό­μου·
Ἀ­λε­ξάν­δρου (†340), Ἰ­ω­άν­νου (†595), Παύ­λου (†784) πα­τρι­αρ­χῶν Κων­σταν­τι­νου­πό­λε­ως.
Ἦ­χος δ´. Ἑ­ω­θι­νὸν β´.   (τυ­πι­κὸν 29ης Αὐ­γ. § 5).

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (κα´ 33-42)   

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την·
ἄν­θρω­πος τις ἦν οἰ­κο­δε­σπό­της, ὅ­στις ἐ­φύ­τευ­σεν ἀμ­πε­λῶ­να καὶ φραγ­μὸν αὐ­τῷ πε­ρι­έ­θη­κε
καὶ ὤ­ρυ­ξεν ἐν αὐ­τῷ λη­νὸν καὶ ᾠ­κο­δό­μη­σεν πύρ­γον, καὶ ἐ­ξέ­δο­το αὐ­τὸν γε­ωρ­γοῖς, καὶ ἀ­πε­δή­μη­σεν.
Ὅ­τε δὲ ἤγ­γι­σεν ὁ και­ρὸς τῶν καρ­πῶν, ἀ­πέ­στει­λε τοὺς δού­λους αὐ­τοῦ πρὸς τοὺς γε­ωρ­γοὺς λα­βεῖν τοὺς καρ­ποὺς αὐ­τοῦ.
Καὶ λα­βόν­τες οἱ γε­ωρ­γοὶ τοὺς δού­λους αὐ­τοῦ ὃν μὲν ἔ­δει­ραν, ὃν δὲ ἀ­πέ­κτει­ναν, ὃν δὲ ἐ­λι­θο­βό­λη­σαν.
Πά­λιν ἀ­πέ­στει­λεν ἄλ­λους δού­λους πλεί­ο­νας τῶν πρώ­των, καὶ ἐ­ποί­η­σαν αὐ­τοῖς ὡ­σαύ­τως.
Ὕ­στε­ρον δὲ ἀ­πέ­στει­λε πρὸς αὐ­τοὺς τὸν υἱ­ὸν αὐ­τοῦ λέ­γων· ἐν­τρα­πή­σον­ται τὸν υἱ­όν μου.
Οἱ δὲ γε­ωρ­γοὶ ἰ­δόν­τες τὸν υἱ­ὸν εἶ­πον ἐν ἑ­αυ­τοῖς· οὗ­τός ἐ­στιν ὁ κλη­ρο­νό­μος· δεῦ­τε ἀ­πο­κτεί­νω­μεν αὐ­τὸν καὶ κα­τά­σχω­μεν τὴν κλη­ρο­νο­μί­αν αὐ­τοῦ.
Καὶ λα­βόν­τες αὐ­τὸν ἐ­ξέ­βα­λον ἔ­ξω τοῦ ἀμ­πε­λῶ­νος καὶ ἀ­πέ­κτει­ναν.
Ὅ­ταν οὖν ἔλ­θῃ ὁ κύ­ρι­ος τοῦ ἀμ­πε­λῶ­νος, τί ποι­ή­σει τοῖς γε­ωρ­γοῖς ἐ­κεί­νοις;
Λέ­γου­σιν αὐ­τῷ·
Κα­κοὺς κα­κῶς ἀ­πο­λέ­σει αὐ­τούς, καὶ τὸν ἀμ­πε­λῶ­να ἐκ­δώ­σε­ται ἄλ­λοις γε­ωρ­γοῖς, οἵ­τι­νες ἀ­πο­δώ­σου­σιν αὐ­τῷ τοὺς καρ­ποὺς ἐν τοῖς και­ροῖς αὐ­τῶν.
Λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς·
Οὐ­δέ­πο­τε ἀ­νέ­γνω­τε ἐν ταῖς γρα­φαῖς, λί­θον ὃν ἀ­πε­δο­κί­μα­σαν οἱ οἰ­κο­δο­μοῦν­τες, οὗ­τος ἐ­γε­νή­θη εἰς κε­φα­λὴν γω­νί­ας· πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καὶ ἔ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν;

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

panagios_tafos-1024x575
Περισσότερα
27132-0
Περισσότερα