30 Νοεμβρίου 2025  ΚΥΡΙΑΚΗ ΚΕ´  
Ἀνδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου

30 ΝΟΕΜΒΡΙΟΥ 2025  † ΚΥΡΙΑΚΗ ΚΕ´
†Ἀν­δρέ­ου ἀ­πο­στό­λου τοῦ Πρω­το­κλή­του (†62), πο­λι­ού­χου Πα­τρῶν. Φρου­μεν­τί­ου ἐ­πι­σκό­που Ἰν­δί­ας (Αἰ­θι­ο­πί­ας) (†380), Ἀ­λε­ξάν­δρου Μη­θύ­μνης (δ´ αἰ.).
Ἦ­χος πλ. δ´. Ἑ­ω­θι­νὸν γ´. (Τυ­πι­κὸν 30ῆς Νο­εμ­βρί­ου §§4-6)

 

Εὐαγγέλιον: 30 Νοεμβρίου, «Εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο» (Ἰω. α΄ 35-52).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, εἱ­στή­κει ὁ Ἰ­ω­άν­νης καὶ ἐκ τῶν μα­θη­τῶν αὐ­τοῦ δύ­ο, καὶ ἐμ­βλέ­ψας τῷ Ἰ­η­σοῦ πε­ρι­πα­τοῦν­τι λέ­γει,
Ἴ­δε ὁ ἀ­μνὸς τοῦ Θε­οῦ.
Καὶ ἤ­κου­σαν οἱ δύ­ο μα­θη­ταὶ αὐ­τοῦ λα­λοῦν­τος καὶ ἠ­κο­λού­θη­σαν τῷ Ἰ­η­σοῦ.
Στρα­φεὶς δὲ ὁ Ἰ­η­σοῦς καὶ θε­α­σά­με­νος αὐ­τοὺς ἀ­κο­λου­θοῦν­τας λέ­γει αὐ­τοῖς,
Τί ζη­τεῖ­τε;
οἱ δὲ εἶ­παν αὐ­τῷ,
Ῥαβ­βί (ὃ λέ­γε­ται με­θερ­μη­νευ­ό­με­νον Δι­δά­σκα­λε), ποῦ μέ­νεις;
λέ­γει αὐ­τοῖς·
Ἔρ­χε­σθε καὶ ὄ­ψε­σθε.
Ἦλ­θον οὖν καὶ εἶ­δον ποῦ μέ­νει, καὶ παρ᾽ αὐ­τῷ ἔ­μει­ναν τὴν ἡ­μέ­ραν ἐ­κεί­νην· ὥ­ρα ἦν ὡς δε­κά­τη.
Ἦν Ἀν­δρέ­ας ὁ ἀ­δελ­φὸς Σί­μω­νος Πέ­τρου εἷς ἐκ τῶν δύ­ο τῶν ἀ­κου­σάν­των πα­ρὰ Ἰ­ω­άν­νου καὶ ἀ­κο­λου­θη­σάν­των αὐ­τῷ·
εὑ­ρί­σκει οὗ­τος πρῶ­τον τὸν ἀ­δελ­φὸν τὸν ἴ­δι­ον Σί­μω­να καὶ λέ­γει αὐ­τῷ,
Εὑ­ρή­κα­μεν τὸν Μεσ­σί­αν (ὅ ἐ­στιν με­θερ­μη­νευ­ό­με­νον Χρι­στός)·
ἤ­γα­γεν αὐ­τὸν πρὸς τὸν Ἰ­η­σοῦν.
ἐμ­βλέ­ψας αὐ­τῷ ὁ Ἰ­η­σοῦς εἶ­πεν,
Σὺ εἶ Σί­μων ὁ υἱ­ὸς Ἰ­ω­άν­νου· σὺ κλη­θή­σῃ Κη­φᾶς (ὃ ἑρ­μη­νεύ­ε­ται Πέ­τρος).
Τῇ ἐ­παύ­ρι­ον ἠ­θέ­λη­σεν ἐ­ξελ­θεῖν εἰς τὴν Γα­λι­λαί­αν, καὶ εὑ­ρί­σκει Φί­λιπ­πον. καὶ λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς,
Ἀ­κο­λού­θει μοι.
Ἦν δὲ ὁ Φί­λιπ­πος ἀ­πὸ Βηθ­σα­ϊ­δά, ἐκ τῆς πό­λε­ως Ἀν­δρέ­ου καὶ Πέ­τρου.
Εὑ­ρί­σκει Φί­λιπ­πος τὸν Να­θα­να­ὴλ καὶ λέ­γει αὐ­τῷ, ὃν ἔ­γρα­ψεν Μω­ϋ­σῆς ἐν τῷ νό­μῳ καὶ οἱ προ­φῆ­ται εὑ­ρή­κα­μεν, Ἰ­η­σοῦν υἱ­ὸν τοῦ Ἰ­ω­σὴφ τὸν ἀ­πὸ Να­ζα­ρέτ.
Καὶ εἶ­πεν αὐ­τῷ Να­θα­να­ήλ,
Ἐκ Να­ζα­ρὲτ δύ­να­ταί τι ἀ­γα­θὸν εἶ­ναι;
λέ­γει αὐ­τῷ Φί­λιπ­πος,
Ἔρ­χου καὶ ἴ­δε.
Εἶ­δεν ὁ Ἰ­η­σοῦς τὸν Να­θα­να­ὴλ ἐρ­χό­με­νον πρὸς αὐ­τὸν καὶ λέ­γει πε­ρὶ αὐ­τοῦ, Ἴ­δε ἀ­λη­θῶς Ἰσ­ρα­η­λί­της ἐν ᾧ δό­λος οὐκ ἔ­στιν.
Λέ­γει αὐ­τῷ Να­θα­να­ήλ, Πό­θεν με γι­νώ­σκεις;
ἀ­πε­κρί­θη Ἰ­η­σοῦς καὶ εἶ­πεν αὐ­τῷ,
Πρὸ τοῦ σε Φί­λιπ­πον φω­νῆ­σαι ὄν­τα ὑ­πὸ τὴν συ­κῆν εἶ­δόν σε.
Ἀ­πε­κρί­θη αὐ­τῷ Να­θα­να­ήλ, Ῥαβ­βί, σὺ εἶ ὁ υἱ­ὸς τοῦ Θε­οῦ, σὺ βα­σι­λεὺς εἶ τοῦ Ἰσ­ρα­ήλ.
Ἀ­πε­κρί­θη Ἰ­η­σοῦς καὶ εἶ­πεν αὐ­τῷ,
Ὅ­τι εἶ­πόν σοι ὅ­τι εἶ­δόν σε ὑ­πο­κά­τω τῆς συ­κῆς πι­στεύ­εις; μεί­ζω τού­των ὄ­ψῃ.
Καὶ λέ­γει αὐ­τῷ,
Ἀ­μὴν ἀ­μὴν λέ­γω ὑ­μῖν, ὄ­ψε­σθε τὸν οὐ­ρα­νὸν ἀ­νε­ῳ­γό­τα καὶ τοὺς ἀγ­γέ­λους τοῦ Θε­οῦ ἀ­να­βαί­νον­τας καὶ κα­τα­βαί­νον­τας ἐ­πὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

26

Δείτε ακόμη

εικόνα_Viber_2025-12-06_17-04-59-031
Περισσότερα
i_sygkyptousa_gyni
Περισσότερα