31 Αυγούστου 2025 ΚΥΡΙΑΚΗ IΒ´ ΜΑΤΘΑΙΟΥ

31 ΑΥΓΟΥΣΤΟΥ 2025  † ΚΥΡΙΑΚΗ ΙΒ´ ΜΑΤΘΑΙΟΥ
Τὰ κα­τα­θέ­σι­α τῆς τι­μί­ας ζώ­νης τῆς ὑ­πε­ρα­γί­ας Θε­ο­τό­κου ἐν τῷ ἐν Κων­σταν­τι­νου­πό­λει να­ῷ αὐ­τῆς τῷ ἐν τοῖς Χαλ­κο­πρα­τεί­οις. Ἦ­χος γ´. Ἑ­ω­θι­νὸν α´.

Εὐ­αγ­γέ­λι­ον   Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιθ´ 16-26).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, νε­α­νί­σκος τις προ­σῆλ­θε τῷ Ἰ­η­σοῦ γο­νυ­πε­τῶν αὐ­τῷ καὶ λέ­γων·
Δι­δά­σκα­λε ἀ­γα­θέ, τί ἀ­γα­θὸν ποι­ή­σω ἵ­να ἔ­χω ζω­ὴν αἰ­ώ­νι­ον;
Ὁ δὲ εἶ­πεν αὐ­τῷ·
Τί με λέ­γεις ἀ­γα­θόν; Οὐ­δεὶς ἀ­γα­θὸς εἰ μὴ εἷς ὁ Θε­ός. Εἰ δὲ θέ­λεις εἰ­σελ­θεῖν εἰς τὴν ζω­ήν, τή­ρη­σον τὰς ἐν­το­λάς.
Λέ­γει αὐ­τῷ·
Ποί­ας;
Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πε·
Τὸ οὐ φο­νεύ­σεις, οὐ μοι­χεύ­σεις, οὐ κλέ­ψεις, οὐ ψευ­δο­μαρ­τυ­ρή­σεις, τί­μα τὸν πα­τέ­ρα καὶ τὴν μη­τέ­ρα, καί, ἀ­γα­πή­σεις τὸν πλη­σί­ον σου ὡς σε­αυ­τόν.
Λέ­γει αὐ­τῷ ὁ νε­α­νί­σκος·
Πάν­τα ταῦ­τα ἐ­φυ­λα­ξά­μην ἐκ νε­ό­τη­τός μου· τί ἔ­τι ὑ­στε­ρῶ;
Ἔ­φη αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Εἰ θέ­λεις τέ­λει­ος εἶ­ναι, ὕ­πα­γε πώ­λη­σόν σου τὰ ὑ­πάρ­χον­τα καὶ δὸς πτω­χοῖς, καὶ ἕ­ξεις θη­σαυ­ρὸν ἐν οὐ­ρα­νῷ, καὶ δεῦ­ρο ἀ­κο­λού­θει μοι.
Ἀ­κού­σας δὲ ὁ νε­α­νί­σκος τὸν λό­γον ἀ­πῆλ­θε λυ­πού­με­νος· ἦν γὰρ ἔ­χων κτή­μα­τα πολ­λά.
Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πε τοῖς μα­θη­ταῖς αὐ­τοῦ·
Ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι δυ­σκό­λως πλού­σι­ος εἰ­σε­λεύ­σε­ται εἰς τὴν βα­σι­λεί­αν τῶν οὐ­ρα­νῶν.
Πά­λιν δὲ λέ­γω ὑ­μῖν, εὐ­κο­πώ­τε­ρόν ἐ­στι κά­μη­λον δι­ὰ τρυ­πή­μα­τος ῥα­φί­δος δι­ελ­θεῖν ἢ πλού­σι­ον εἰς τὴν βα­σι­λεί­αν τοῦ Θε­οῦ εἰ­σελ­θεῖν.

Ἀ­κού­σαν­τες δὲ οἱ μα­θη­ταὶ αὐ­τοῦ ἐ­ξε­πλήσ­σον­το σφό­δρα λέ­γον­τες·
Τίς ἄ­ρα δύ­να­ται σω­θῆ­ναι;
Ἐμ­βλέ­ψας δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς·
Πα­ρὰ ἀν­θρώ­ποις τοῦ­το ἀ­δύ­να­τόν ἐ­στι, πα­ρὰ δὲ Θε­ῷ πάν­τα δυ­να­τά ἐ­στι.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

20

Δείτε ακόμη

ΠΑΤΡΟΚΟΣΜΑΣ
Περισσότερα
41_euaggelio
Περισσότερα