4 ΙΑΝΟΥΑΡΙΟΥ 2026 † Κυριακὴ πρὸ τῶν Φώτων.
Σύναξις τῶν ἁγίων 70 ἀποστόλων, Θεοκτίστου ὁσίου.
Ἦχος πλ. α´. Ἑωθινὸν η´.
Τυπικὸν Κυριακῆς πρὸ τῶν Φώτων, §§1-3.
Εὐαγγέλιον: Ἐκ τοῦ κατὰ Μᾶρκον (α´ 1-18).
Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ Θεοῦ.
Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰ
δοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ
′Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ′,
ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται,
καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
Καὶ ἐκήρυσσε λέγων·
Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ.
Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας