6 Ιουλίου 2025 ΚΥΡΙΑΚΗ Δ´ ΜΑΤΘΑΙΟΥ  

6 ΙΟΥΛΙΟΥ 2025  † ΚΥΡΙΑΚΗ Δ´ ΜΑΤΘΑΙΟΥ  
Σι­σώ­η ὁ­σί­ου τοῦ με­γά­λου (†429). Λου­κί­ας (†301), Ἀ­πολ­λω­νί­ου, Ἐ­πι­μά­χου, Ἀ­λε­ξαν­δρί­ω­νος μαρ­τύ­ρων.

 

 

Εὐ­αγ­γέ­λι­ον Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (η´ 5-13).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐλ­θόν­τι τῷ Ἰ­η­σοῦ εἰς Κα­περ­να­οὺμ προ­σῆλ­θεν αὐ­τῷ ἑ­κα­τόν­ταρ­χος πα­ρα­κα­λῶν αὐ­τὸν καὶ λέ­γων·
Κύ­ρι­ε, ὁ παῖς μου βέ­βλη­ται ἐν τῇ οἰ­κί­ᾳ πα­ρα­λυ­τι­κός, δει­νῶς βα­σα­νι­ζό­με­νος.
Καὶ λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Ἐ­γὼ ἐλ­θὼν θε­ρα­πεύ­σω αὐ­τόν.
Καὶ ἀ­πο­κρι­θεὶς ὁ ἑ­κα­τόν­ταρ­χος ἔ­φη·
Κύ­ρι­ε, οὐκ εἰ­μὶ ἱ­κα­νὸς ἵ­να μου ὑ­πὸ τὴν στέ­γην εἰ­σέλ­θῃς· ἀλ­λὰ μό­νον εἰ­πὲ λό­γῳ, καὶ ἰ­α­θή­σε­ται ὁ παῖς μου.
Καὶ γὰρ ἐ­γὼ ἄν­θρω­πός εἰ­μι ὑ­πὸ ἐ­ξου­σί­αν, ἔ­χων ὑπ᾿ ἐ­μαυ­τὸν στρα­τι­ώ­τας, καὶ λέ­γω τού­τῳ, πο­ρεύ­θη­τι, καὶ πο­ρεύ­ε­ται,
καὶ ἄλ­λῳ, ἔρ­χου, καὶ ἔρ­χε­ται, καὶ τῷ δού­λῳ μου, ποί­η­σον τοῦ­το, καὶ ποι­εῖ.
Ἀ­κού­σας δὲ ὁ Ἰ­η­σοῦς ἐ­θαύ­μα­σε καὶ εἶ­πε τοῖς ἀ­κο­λου­θοῦ­σιν·
Ἀ­μὴν λέ­γω ὑ­μῖν, οὐ­δὲ ἐν τῷ Ἰσ­ρα­ὴλ το­σαύ­την πί­στιν εὗ­ρον.
Λέ­γω δὲ ὑ­μῖν ὅ­τι πολ­λοὶ ἀ­πὸ ἀ­να­το­λῶν καὶ δυ­σμῶν ἥ­ξου­σιν καὶ ἀ­να­κλι­θή­σον­ται με­τὰ Ἀ­βρα­ὰμ καὶ Ἰ­σα­ὰκ καὶ Ἰ­α­κὼβ ἐν τῇ βα­σι­λεί­ᾳ τῶν οὐ­ρα­νῶν,
οἱ δὲ υἱ­οὶ τῆς βα­σι­λεί­ας ἐκ­βλη­θή­σον­ται εἰς τὸ σκό­τος τὸ ἐ­ξώ­τε­ρον· ἐ­κεῖ ἔ­σται ὁ κλαυθ­μὸς καὶ ὁ βρυγ­μὸς τῶν ὀ­δόν­των
.
Καὶ εἶ­πεν ὁ Ἰ­η­σοῦς τῷ ἑ­κα­τον­τάρ­χῳ·
Ὕ­πα­γε, καὶ ὡς ἐ­πί­στευ­σας γε­νη­θή­τω σοι.
Καὶ ἰ­ά­θη ὁ παῖς αὐ­τοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

agios-nikodimos-agioreitis-690x387
Περισσότερα
geetha_logo-696x424-1
Περισσότερα