7 Δεκεμβρίου 2025  ΚΥΡΙΑΚΗ ΚϚ´ (Ι´ ΛΟΥΚΑ)

7 ΔΕΚΕΜΒΡΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ ΚϚ´ (Ι´ ΛΟΥΚΑ)
Ἀμ­βρο­σί­ου ἐ­πι­σκό­που Με­δι­ο­λά­νων (†397). Ἀ­θη­νο­δώ­ρου μάρ­τυ­ρος (†304).
Ἦ­χος α´. Ἑ­ω­θι­νὸν δ´.

 

 Εὐαγγέλιον: Κυριακῆς ι΄ Λουκᾶ, «Ἦν διδάσκων ὁ Ἰησοῦς ἐν μιᾷ τῶν συναγωγῶν» (Λκ. ιγ΄ 10-17).

 

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἦν δι­δά­σκων ὁ Ἰ­η­σοῦς ἐν μι­ᾷ τῶν Συ­να­γω­γῶν ἐν τοῖς Σάββασι.
Καὶ ἰ­δοὺ, γυ­νὴ ἦν πνεῦ­μα ἔ­χου­σα ἀ­σθε­νε­ί­ας ἔ­τη δέ­κα καὶ ὀ­κτώ, καὶ ἦν συγ­κύ­πτου­σα, καὶ μὴ δυ­να­μέ­νη ἀ­να­κῦ­ψαι εἰς τὸ παν­τε­λές.
Ἰ­δὼν δὲ αὐ­τὴν ὁ ᾽Ι­η­σοῦς προ­σε­φώ­νη­σε καὶ εἶ­πεν αὐ­τῇ·
Γύναι, ἀ­πο­λέ­λυ­σαι τῆς ἀ­σθε­νε­ί­ας σου.
Καὶ ἐ­πέ­θη­κεν αὐ­τῇ τὰς χεῖ­ρας· καὶ πα­ρα­χρῆ­μα ἀ­νωρ­θώ­θη, καὶ ἐ­δό­ξα­ζε τὸν Θε­όν.
Ἀ­πο­κρι­θεὶς δὲ ὁ ἀρ­χι­συ­νά­γω­γος, ἀ­γα­να­κτῶν ὅ­τι τῷ Σαβ­βά­τῳ ἐ­θε­ρά­πευ­σεν ὁ ᾽Ι­η­σοῦς,
ἔ­λε­γε τῷ ὄ­χλῳ· Ἓξ ἡ­μέ­ραι εἰ­σίν, ἐν αἷς δεῖ ἐρ­γά­ζε­σθαι· ἐν αὐ­ταῖς οὖν ἐρ­χό­με­νοι θε­ρα­πε­ύ­ε­σθε, καὶ μὴ τῇ ἡ­μέ­ρᾳ τοῦ Σαβ­βά­του.
Ἀ­πε­κρί­θη δὲ αὐ­τῷ ὁ Κύριος καὶ εἶ­πεν·
Ὑ­πο­κρι­τά, ἕ­κα­στος ὑ­μῶν τῷ Σαβ­βά­τῳ οὐ λύ­ει τὸν βοῦν αὐ­τοῦ ἢ τὸν ὄ­νον ἀ­πὸ τῆς φάτ­νης καὶ ἀ­πα­γα­γὼν πο­τί­ζει;
τα­ύ­την δέ, θυ­γα­τέ­ρα Ἀ­βρα­ὰμ οὖ­σαν, ἣν ἔ­δη­σεν ὁ Σα­τα­νᾶς ἰ­δοὺ δέ­κα καὶ ὀ­κτὼ ἔ­τη, οὐκ ἔ­δει λυ­θῆ­ναι ἀ­πὸ τοῦ δε­σμοῦ το­ύ­του τῇ ἡ­μέ­ρᾳ τοῦ Σαβ­βά­του;

Καὶ ταῦ­τα λέ­γον­τος αὐ­τοῦ κα­τῃ­σχύ­νον­το πάν­τες οἱ ἀν­τι­κε­ί­με­νοι αὐ­τῷ, καὶ πᾶς ὁ ὄ­χλος ἔ­χαι­ρεν ἐ­πὶ πᾶ­σιν τοῖς ἐν­δό­ξοις τοῖς γι­νο­μέ­νοις ὑπ᾽ αὐ­τοῦ.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

32

Δείτε ακόμη

εικόνα_Viber_2025-12-06_17-04-59-031
Περισσότερα
nikos-oikonomopoulos
Περισσότερα