9 Νοεμβρίου 2025 ΚΥΡΙΑΚΗ ΚΒ΄(Z´ ΛΟΥΚΑ) 

9 ΝΟΕΜΒΡΙΟΥ 2025  † ΚΥΡΙΑΚΗ ΚΒ´ (Z´ ΛΟΥΚΑ) 
Νε­κτα­ρί­ου Πεν­τα­πό­λε­ως τοῦ ἐν Αἰ­γί­νῃ (†1920),    Ὀ­νη­σι­φό­ρου μάρ­τυ­ρος (γ´- δ´ αἰ.­), Μα­τρώ­νης ὁ­σί­ας. Θε­ο­κτί­στης τῆς Λε­σβί­ας (†889), Συ­με­ῶ­νος τοῦ Μεταφραστοῦ (ια´ αἰ.).
Ἦ­χος πλ. α´. Ἑ­ω­θι­νὸν ια´.
(Τυ­πι­κὸν 13ης Νο­εμ­βρί­ου §§4-6, ἐ­ξαι­ρου­μέ­νης τῆς χρή­σε­ως τοῦ ἀ­πο­στό­λου τῆς Κυ­ρι­α­κῆς κβ´ ἑ­βδο­μά­δος).

 

Εὐαγγέλιον: Κυριακῆς ζ΄ Λουκᾶ, «Ἄνθρωπός τις… ᾧ ὄνομα Ἰάιρος» (Λκ. η΄ 41-56).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἄν­θρω­πός τις προ­σῆλ­θε τῷ Ἰ­η­σοῦ, ᾧ ὄ­νο­μα Ἰ­ά­ει­ρος,
καὶ αὐ­τὸς ἄρ­χων τῆς συ­να­γω­γῆς ὑ­πῆρ­χε·
καὶ πε­σὼν πα­ρὰ τοὺς πό­δας τοῦ Ἰ­η­σοῦ πα­ρε­κά­λει αὐ­τὸν εἰ­σελ­θεῖν εἰς τὸν οἶ­κον αὐ­τοῦ,
ὅ­τι θυ­γά­τηρ μο­νο­γε­νὴς ἦν αὐ­τῷ ὡς ἐ­τῶν δώ­δε­κα καὶ αὕ­τη ἀ­πέ­θνῃ­σκεν.
Ἐν δὲ τῷ ὑ­πά­γειν αὐ­τὸν οἱ ὄ­χλοι συ­νέ­πνι­γον αὐ­τόν.
Καὶ γυ­νὴ οὖ­σα ἐν ῥύ­σει αἵ­μα­τος ἀ­πὸ ἐ­τῶν δώ­δε­κα, ἥ­τις ἰ­α­τροῖς προ­σα­να­λώ­σα­σα ὅ­λον τὸν βί­ον οὐκ ἴ­σχυ­σεν ὑπ᾿ οὐ­δε­νὸς θε­ρα­πευ­θῆ­ναι,
προ­σελ­θοῦ­σα ὄ­πι­σθεν ἥ­ψα­το τοῦ κρα­σπέ­δου τοῦ ἱ­μα­τί­ου αὐ­τοῦ, καὶ πα­ρα­χρῆ­μα ἔ­στη ἡ ῥύ­σις τοῦ αἵ­μα­τος αὐ­τῆς
.
Καὶ εἶ­πεν ὁ Ἰ­η­σοῦς·
Τίς ὁ ἁ­ψά­με­νός μου;
ἀρ­νου­μέ­νων δὲ πάν­των εἶ­πεν ὁ Πέ­τρος καὶ οἱ σὺν αὐ­τῷ·
Ἐ­πι­στά­τα, οἱ ὄ­χλοι συ­νέ­χου­σί σε καὶ ἀ­πο­θλί­βου­σι καὶ λέ­γεις τίς ὁ ἁ­ψά­με­νός μου;
Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν·
Ἥ­ψα­τό μού τις· ἐ­γὼ γὰρ ἔ­γνων δύ­να­μιν ἐ­ξελ­θοῦ­σαν ἀπ᾿ ἐ­μοῦ.
Ἰ­δοῦ­σα δὲ ἡ γυ­νὴ ὅ­τι οὐκ ἔ­λα­θε,
τρέ­μου­σα ἦλ­θε καὶ προ­σπε­σοῦ­σα αὐ­τῷ δι᾿ ἣν αἰ­τί­αν ἥ­ψα­το αὐ­τοῦ ἀ­πήγ­γει­λεν αὐ­τῷ ἐ­νώ­πι­ον παν­τὸς τοῦ λα­οῦ, καὶ ὡς ἰ­ά­θη πα­ρα­χρῆ­μα.
Ὁ δὲ εἶ­πεν αὐ­τῇ·
Θάρ­σει, θύ­γα­τερ, ἡ πί­στις σου σέ­σω­κέ σε· πο­ρεύ­ου εἰς εἰ­ρή­νην.
Ἔ­τι αὐ­τοῦ λα­λοῦν­τος ἔρ­χε­ταί τις πα­ρὰ τοῦ ἀρ­χι­συ­να­γώ­γου λέ­γων αὐ­τῷ ὅ­τι Τέ­θνη­κεν ἡ θυ­γά­τηρ σου· μὴ σκύλ­λε τὸν δι­δά­σκα­λον.
Ὁ δὲ Ἰ­η­σοῦς ἀ­κού­σας ἀ­πε­κρί­θη αὐ­τῷ λέ­γων·
Μὴ φο­βοῦ· μό­νον πί­στευ­ε, καὶ σω­θή­σε­ται.
Ἐλ­θὼν δὲ εἰς τὴν οἰ­κί­αν οὐκ ἀ­φῆ­κεν εἰ­σελ­θεῖν οὐ­δέ­να εἰ μὴ Πέ­τρον καὶ Ἰ­ω­άν­νην καὶ Ἰ­ά­κω­βον καὶ τὸν πα­τέ­ρα τῆς παι­δὸς καὶ τὴν μη­τέ­ρα.
Ἔ­κλαι­ον δὲ πάν­τες καὶ ἐ­κό­πτον­το αὐ­τήν.
Ὁ δὲ εἶ­πε·
Μὴ κλαί­ε­τε· οὐκ ἀ­πέ­θα­νεν, ἀλ­λὰ κα­θεύ­δει.
Καὶ κα­τε­γέ­λων αὐ­τοῦ, εἰ­δό­τες ὅ­τι ἀ­πέ­θα­νεν.
Αὐ­τὸς δὲ ἐκ­βα­λὼν ἔ­ξω πάν­τας καὶ κρα­τή­σας τῆς χει­ρὸς αὐ­τῆς ἐ­φώ­νη­σε λέ­γων·
Ἡ παῖς, ἐ­γεί­ρου.
Καὶ ἐ­πέ­στρε­ψε τὸ πνεῦ­μα αὐ­τῆς, καὶ ἀ­νέ­στη πα­ρα­χρῆ­μα, καὶ δι­έ­τα­ξεν αὐ­τῇ δο­θῆ­ναι φα­γεῖν.
Καὶ ἐ­ξέ­στη­σαν οἱ γο­νεῖς αὐ­τῆς·
ὁ δὲ πα­ρήγ­γει­λεν αὐ­τοῖς μη­δε­νὶ εἰ­πεῖν τὸ γε­γο­νός.

 

 

 

 

 

Ἁγνὴ Παρθένε Δέσποινα
Ποίημα του εν Αγίοις Πατρός ημών ΝΕΚΤΑΡΙΟΥ του Θαυματουργού,
Επισκόπου Πενταπόλεως-Αιγύπτου, του εν Αιγίνει.

Ο ύμνος «Ἁγνὴ Παρθένε Δέσποινα» είναι ένας μη λειτουργικός ύμνος, που συνέθεσε ο Άγιος Νεκτάριος Αιγίνης τον 19ο αιώνα μ.Χ., κατά τη διάρκεια της θητείας του ως διευθυντής της Θεολογική Σχολής στην Ριζάρειο της Αθήνας.
 Η παράδοση θέλει την Παρθένο να εμφανίζεται ενώπιον του Αγίου Νεκταρίου στο μοναστήρι της Αίγινας, και να του ζητάει να καταγράψει σε χαρτί έναν ιδιαίτερο ύμνο, όπου οι αγγελικές χορωδίες ήταν έτοιμες να το ψάλλουν. Αυτός ο Ύμνος ήταν ο «Ἁγνὴ Παρθένε Δέσποινα».

(Ἀπὸ Ὠδὴ β’)    Ἦχος πλ.α΄

γνὴ Παρθένε Δέσποινα, Ἄχραντε Θεοτόκε, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Παρθένε Μήτηρ Ἄνασσα, Πανένδροσέ τε πόκε, Χαῖρε Νύμφη Ἀνύμφευτε.

ψηλοτέρα οὐρανῶν, ἀκτίνων λαμπροτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χαρὰ Παρθενικῶν Χορῶν, Ἀγγέλων ὑπερτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.

κλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπὸ Ὠδὴ ε’)

Μαρία Ἀειπάρθενε, Κόσμου παντὸς Κυρία, Χαῖρε Νύμφη Ἀνύμφευτε.

χραντε Νύμφη πάναγνε, Δέσποινα Παναγία, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Μαρία Νύμφη Ἄνασσα, χαρᾶς ἡμῶν αἰτία, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Κόρη σεμνὴ Βασίλισσα, Μήτηρ ὑπεραγία, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Τιμιωτέρα Χερουβείμ, ὑπερενδοξοτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Τῶν ἀσωμάτων Σεραφείμ, τῶν Θρόνων ὑπερτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.

 

(Ἀπὸ Ὠδὴ δ’)

Χαῖρε τὸ ᾆσμα Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χαῖρε ᾠδὴ τῶν Σεραφείμ, χαρὰ τῶν Ἀρχαγγέλων, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθασίας, Χαῖρε Νύμφη Ἀνύμφευτε.  

Χαῖρε Παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χαῖρε τὸ ξύλον τῆς ζωῆς, Πηγὴ ἀθανασίας, Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπὸ Ὠδὴ ε’)

Σὲ ἱκετεύω Δέσποινα, Σὲ νῦν ἐπικαλοῦμαι, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Σὲ δυσωπῶ Παντάνασσα, Σὴν χάριν ἑξαιτοῦμαι, Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπὸ Ὠδὴ β’)

Κορὴ σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία, Χαῖρε Νύμφη Ἀνύμφευτε.

πάκουσόν μου ἄχραντε, κόσμου παντὸς Κυρία, Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπὸ Ὠδὴ ε’)

ντιλαβοῦ μου ρύσαι με, ἀπὸ τοῦ πολεμίου, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Καὶ κληρονόμον δεῖξον με, ζωῆς τῆς αἰωνίου, Χαῖρε Νύμφη Ἀνύμφευτε.

περαγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

27

Δείτε ακόμη

εικόνα_Viber_2025-12-06_17-04-59-031
Περισσότερα
i_sygkyptousa_gyni
Περισσότερα