ΚΥΡΙΑΚΗ Ϛ´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ  – τοῦ τυ­φλοῦ

25 ΜΑΙΟΥ 2025  † ΚΥΡΙΑΚΗ Ϛ´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ
«Ἡ θε­ρα­πεί­α τοῦ ἐκ γε­νε­τῆς τυ­φλοῦ».

 

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, Κυ­ρι­α­κῇ ἕ­κτῃ ἀ­πὸ τοῦ Πά­σχα, τὸ εἰς τὸν ἐκ γε­νε­τῆς Τυ­φλὸν ἑ­ορ­τά­ζο­μεν, τοῦ Κυ­ρί­ου καὶ Θε­οῦ καὶ Σω­τῆ­ρος ἡ­μῶν, Ἰ­η­σοῦ Χρι­στοῦ, θαῦ­μα.

Στίχ. Φω­τὸς χο­ρη­γός, ἐκ φά­ους πλέ­ον φά­ος,
Τὸν ἐκ γε­νε­τῆς ὀμ­μα­τοῖς Τυ­φλόν, Λόγε.

 

Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (θ´ 1-38).

Τῷ και­ρῷ ἐ­κεί­νῳ πα­ρά­γων ὁ Ἰ­η­σοῦς εἶ­δεν ἄν­θρω­πον τυ­φλὸν ἐκ γε­νε­τῆς· καὶ ἠ­ρώ­τη­σαν αὐ­τὸν οἱ μα­θη­ταὶ αὐ­τοῦ λέ­γον­τες·
Ραβ­βί, τίς ἥ­μαρ­τεν, οὗ­τος ἢ οἱ γο­νεῖς αὐ­τοῦ, ἵ­να τυ­φλὸς γεν­νη­θῇ;

Ἀ­πε­κρί­θη Ἰ­η­σοῦς·
Οὔ­τε οὗ­τος ἥ­μαρ­τεν οὔ­τε οἱ γο­νεῖς αὐ­τοῦ, ἀλλ᾿ ἵ­να φα­νε­ρω­θῇ τὰ ἔρ­γα τοῦ Θε­οῦ ἐν αὐ­τῷ. Ἐ­μὲ δεῖ ἐρ­γά­ζε­σθαι τὰ ἔρ­γα τοῦ πέμ­ψαν­τός με ἕ­ως ἡ­μέ­ρα ἐ­στίν· ἔρ­χε­ται νὺξ ὅ­τε οὐ­δεὶς δύ­να­ται ἐρ­γά­ζε­σθαι. Ὅ­ταν ἐν τῷ κό­σμῳ ὦ, φῶς εἰ­μι τοῦ κό­σμου. Ταῦ­τα εἰ­πὼν ἔ­πτυ­σεν χα­μαὶ καὶ ἐ­ποί­η­σε πη­λὸν ἐκ τοῦ πτύ­σμα­τος, καὶ ἐ­πέ­χρι­σε τὸν πη­λὸν ἐ­πὶ τοὺς ὀ­φθαλ­μοὺς τοῦ τυ­φλοῦ καὶ εἶ­πεν αὐ­τῷ· Ὕ­πα­γε νί­ψαι εἰς τὴν κο­λυμ­βή­θραν τοῦ Σι­λω­άμ, ὃ ἑρ­μη­νεύ­ε­ται ἀ­πε­σταλ­μέ­νος.
Ἀ­πῆλ­θεν οὖν καὶ ἐ­νί­ψα­το, καὶ ἦλ­θε βλέ­πων.
Οἱ οὖν γεί­το­νες καὶ οἱ θε­ω­ροῦν­τες αὐ­τὸν τὸ πρό­τε­ρον ὅ­τι τυ­φλὸς ἦν, ἔ­λε­γον·
Οὐχ οὗ­τός ἐ­στιν ὁ κα­θή­με­νος καὶ προ­σαι­τῶν;
Ἄλ­λοι ἔ­λε­γον ὅ­τι οὗ­τός ἐ­στιν·
ἄλ­λοι δὲ ὅ­τι ὅ­μοι­ος αὐ­τῷ ἐ­στιν.
Ἐ­κεῖ­νος ἔ­λε­γεν ὅ­τι ἐ­γώ εἰ­μι.
Ἔ­λε­γον οὖν αὐ­τῷ· Πῶς ἀ­νε­ῴ­χθη­σάν σου οἱ ὀ­φθαλ­μοί;
Ἀ­πε­κρί­θη ἐ­κεῖ­νος καὶ εἶ­πεν·
Ἄν­θρω­πος λε­γό­με­νος Ἰ­η­σοῦς πη­λὸν ἐ­ποί­η­σε καὶ ἐ­πέ­χρι­σέ μου τοὺς ὀ­φθαλ­μοὺς καὶ εἶ­πέ μοι· ὕ­πα­γε εἰς τὴν κο­λυμ­βή­θραν τοῦ Σι­λω­ὰμ καὶ νί­ψαι· ἀ­πελ­θὼν δὲ καὶ νι­ψά­με­νος ἀ­νέ­βλε­ψα.
Εἶ­πον οὖν αὐ­τῷ·
Ποῦ ἐ­στιν ἐ­κεῖ­νος;
Λέ­γει· Οὐκ οἶ­δα.
Ἄ­γου­σιν αὐ­τὸν πρὸς τοὺς Φα­ρι­σαί­ους, τόν πο­τε τυ­φλόν.
Ἦν δὲ σάβ­βα­τον ὅ­τε τὸν πη­λὸν ἐ­ποί­η­σεν ὁ Ἰ­η­σοῦς καὶ ἀ­νέ­ῳ­ξεν αὐ­τοῦ τοὺς ὀ­φθαλ­μούς.
Πά­λιν οὖν ἠ­ρώ­των αὐ­τὸν καὶ οἱ Φα­ρι­σαῖ­οι πῶς ἀ­νέ­βλε­ψεν.
Ὁ δὲ εἶ­πεν αὐ­τοῖς·
Πη­λὸν ἐ­πέ­θη­κέ μου ἐ­πὶ τοὺς ὀ­φθαλ­μούς, καὶ ἐ­νι­ψά­μην, καὶ βλέ­πω.
Ἔ­λε­γον οὖν ἐκ τῶν Φα­ρι­σαί­ων τι­νές·
Οὗ­τος ὁ ἄν­θρω­πος οὐκ ἔ­στι πα­ρὰ τοῦ Θε­οῦ, ὅ­τι τὸ σάβ­βα­τον οὐ τη­ρεῖ.
ἄλ­λοι ἔ­λε­γον·
Πῶς δύ­να­ται ἄν­θρω­πος ἁ­μαρ­τω­λὸς τοι­αῦ­τα ση­μεῖ­α ποι­εῖν;
Καὶ σχί­σμα ἦν ἐν αὐ­τοῖς.
Λέ­γου­σι τῷ τυ­φλῷ πά­λιν·
Σὺ τί λέ­γεις πε­ρὶ αὐ­τοῦ, ὅ­τι ἤ­νοι­ξέ σου τοὺς ὀ­φθαλ­μούς;
Ὁ δὲ εἶ­πεν ὅ­τι προ­φή­της ἐ­στίν.
Οὐκ ἐ­πί­στευ­ον οὖν οἱ Ἰ­ου­δαῖ­οι πε­ρὶ αὐ­τοῦ ὅ­τι τυ­φλὸς ἦν καὶ ἀ­νέ­βλε­ψεν,
ἕ­ως ὅ­του ἐ­φώ­νη­σαν τοὺς γο­νεῖς αὐ­τοῦ τοῦ ἀ­να­βλέ­ψαν­τος καὶ ἠ­ρώ­τη­σαν αὐ­τοὺς λέ­γον­τες·
Οὗ­τός ἐ­στιν ὁ υἱ­ὸς ὑ­μῶν, ὃν ὑ­μεῖς λέ­γε­τε ὅ­τι τυ­φλὸς ἐ­γεν­νή­θη; Πῶς οὖν ἄρ­τι βλέ­πει;
Ἀ­πε­κρί­θη­σαν δὲ αὐ­τοῖς οἱ γο­νεῖς αὐ­τοῦ καὶ εἶ­πον·
Οἴ­δα­μεν ὅ­τι οὗ­τός ἐ­στιν ὁ υἱ­ὸς ἡ­μῶν καὶ ὅ­τι τυ­φλὸς ἐ­γεν­νή­θη· πῶς δὲ νῦν βλέ­πει οὐκ οἴ­δα­μεν, ἢ τίς ἤ­νοι­ξεν αὐ­τοῦ τοὺς ὀ­φθαλ­μοὺς ἡ­μεῖς οὐκ οἴ­δα­μεν·
αὐ­τὸς ἡ­λι­κί­αν ἔ­χει, αὐ­τὸν ἐ­ρω­τή­σα­τε, αὐ­τὸς πε­ρὶ ἑ­αυ­τοῦ λα­λή­σει.
Ταῦ­τα εἶ­πον οἱ γο­νεῖς αὐ­τοῦ, ὅ­τι ἐ­φο­βοῦν­το τοὺς Ἰ­ου­δαί­ους·
ἤ­δη γὰρ συ­νε­τέ­θειν­το οἱ Ἰ­ου­δαῖ­οι ἵ­να, ἐ­άν τις αὐ­τὸν ὁ­μο­λο­γή­σῃ Χρι­στόν, ἀ­πο­συ­νά­γω­γος γέ­νη­ται.
Δι­ὰ τοῦ­το οἱ γο­νεῖς αὐ­τοῦ εἶ­πον ὅ­τι ἡ­λι­κί­αν ἔ­χει, αὐ­τὸν ἐ­ρω­τή­σα­τε.
Ἐ­φώ­νη­σαν οὖν ἐκ δευ­τέ­ρου τὸν ἄν­θρω­πον ὃς ἦν τυ­φλός, καὶ εἶ­πον αὐ­τῷ·
Δὸς δό­ξαν τῷ Θε­ῷ· ἡ­μεῖς οἴ­δα­μεν ὅ­τι ὁ ἄν­θρω­πος οὗ­τος ἁ­μαρ­τω­λός ἐ­στιν.
Ἀ­πε­κρί­θη οὖν ἐ­κεῖ­νος καὶ εἶ­πεν·
Εἰ ἁ­μαρ­τω­λός ἐ­στιν οὐκ οἶ­δα· ἓν οἶ­δα, ὅ­τι τυ­φλὸς ὢν ἄρ­τι βλέ­πω.
Εἶ­πον δὲ αὐ­τῷ πά­λιν·
Τί ἐ­ποί­η­σέ σοι; Πῶς ἤ­νοι­ξέ σου τοὺς ὀ­φθαλ­μούς;
Ἀ­πε­κρί­θη αὐ­τοῖς·
Εἶ­πον ὑ­μῖν ἤ­δη, καὶ οὐκ ἠ­κού­σα­τε· τί πά­λιν θέ­λε­τε ἀ­κού­ειν; Μὴ καὶ ὑ­μεῖς θέ­λε­τε αὐ­τοῦ μα­θη­ταὶ γε­νέ­σθαι;
Ἐ­λοι­δό­ρη­σαν αὐ­τὸν καὶ εἶ­πον·
Σὺ εἶ μα­θη­τὴς ἐ­κεί­νου· ἡ­μεῖς δὲ τοῦ Μω­ϋ­σέ­ως ἐ­σμὲν μα­θη­ταί.
Ἡ­μεῖς οἴ­δα­μεν ὅ­τι Μω­ϋ­σεῖ λε­λά­λη­κεν ὁ Θε­ός· τοῦ­τον δὲ οὐκ οἴ­δα­μεν πό­θεν ἐ­στίν.
Ἀ­πε­κρί­θη ὁ ἄν­θρω­πος καὶ εἶ­πεν αὐ­τοῖς·
Ἐν γὰρ τού­τῳ θαυ­μα­στόν ἐ­στιν, ὅ­τι ὑ­μεῖς οὐκ οἴ­δα­τε πό­θεν ἐ­στί, καὶ ἀ­νέ­ῳ­ξέ μου τοὺς ὀ­φθαλ­μούς.
Οἴ­δα­μεν δὲ ὅ­τι ἁ­μαρ­τω­λῶν ὁ Θε­ὸς οὐκ ἀ­κού­ει, ἀλλ᾿ ἐ­άν τις θε­ο­σε­βὴς ᾖ καὶ τὸ θέ­λη­μα αὐ­τοῦ ποι­ῇ, τού­του ἀ­κού­ει.

Ἐκ τοῦ αἰ­ῶ­νος οὐκ ἠ­κού­σθη ὅ­τι ἤ­νοι­ξέ τις ὀ­φθαλ­μοὺς τυ­φλοῦ γε­γεν­νη­μέ­νου· εἰ μὴ ἦν οὗ­τος πα­ρὰ Θε­οῦ, οὐκ ἠ­δύ­να­το ποι­εῖν οὐ­δέν.
Ἀ­πε­κρί­θη­σαν καὶ εἶ­πον αὐ­τῷ·
Ἐν ἁ­μαρ­τί­αις σὺ ἐ­γεν­νή­θης ὅ­λος, καὶ σὺ δι­δά­σκεις ἡ­μᾶς; Καὶ ἐ­ξέ­βα­λον αὐ­τὸν ἔ­ξω.
Ἤ­κου­σεν Ἰ­η­σοῦς ὅ­τι ἐ­ξέ­βα­λον αὐ­τὸν ἔ­ξω, καὶ εὑ­ρὼν αὐ­τὸν εἶ­πεν αὐ­τῷ·
Σὺ πι­στεύ­εις εἰς τὸν υἱ­ὸν τοῦ Θε­οῦ; Ἀ­πε­κρί­θη ἐ­κεῖ­νος καὶ εἶ­πε·
Καὶ τίς ἐ­στι, Κύ­ρι­ε, ἵ­να πι­στεύ­σω εἰς αὐ­τόν;
Εἶ­πε δὲ αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Καὶ ἑ­ώ­ρα­κας αὐ­τὸν καὶ ὁ λα­λῶν με­τὰ σοῦ ἐ­κεῖ­νός ἐ­στιν.
Ὁ δὲ ἔ­φη·
Πι­στεύ­ω, Κύ­ρι­ε· καὶ προ­σε­κύ­νη­σεν αὐ­τῷ.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Δείτε ακόμη

30__Β_ΜΑΤΘΑΙΟΥ_Η_ΚΛΗΣΗ_ΤΩΝ_ΜΑΘΗΤΩΝ
Περισσότερα
agios-paisios-3
Περισσότερα