08 ΙΟΥΝΟΥ 2025 † ΚΥΡΙΑΚΗ Η´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ
«Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ»

08 ΙΟΥΝΟΥ 2025 † ΚΥΡΙΑΚΗ Η´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ
«Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ»

Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (ζ´ 37-52, η´ 12).

Τῇ ἐ­σχά­τῃ ἡ­μέ­ρᾳ τῇ με­γά­λῃ τῆς ἑ­ορ­τῆς εἱ­στή­κει ὁ Ἰ­η­σοῦς καὶ ἔ­κρα­ξε λέ­γων·
Ἐ­άν τις δι­ψᾷ, ἐρ­χέ­σθω πρός με καὶ πι­νέ­τω.
Ὁ πι­στεύ­ων εἰς ἐ­μέ, κα­θὼς εἶ­πεν ἡ γρα­φή, πο­τα­μοὶ ἐκ τῆς κοι­λί­ας αὐ­τοῦ ῥεύ­σου­σιν ὕ­δα­τος ζῶν­τος.
Τοῦ­το δὲ εἶ­πε πε­ρὶ τοῦ Πνεύ­μα­τος οὗ ἔ­μελ­λον λαμ­βά­νειν οἱ πι­στεύ­σαν­τες εἰς αὐ­τόν· οὔ­πω γὰρ ἦν Πνεῦ­μα Ἅ­γι­ον,
ὅ­τι Ἰ­η­σοῦς οὐ­δέ­πω ἐ­δο­ξά­σθη.
Πολ­λοὶ οὖν ἐκ τοῦ ὄ­χλου ἀ­κού­σαν­τες τὸν λό­γον ἔ­λε­γον·
Οὗ­τός ἐ­στιν ἀ­λη­θῶς ὁ προ­φή­της·
ἄλ­λοι ἔ­λε­γον· Οὗ­τός ἐ­στιν ὁ Χρι­στός·
ἄλ­λοι δὲ ἔ­λε­γον· Μὴ γὰρ ἐκ τῆς Γα­λι­λαί­ας ὁ Χρι­στὸς ἔρ­χε­ται;
Οὐ­χὶ ἡ γρα­φὴ εἶ­πεν ὅ­τι ἐκ τοῦ σπέρ­μα­τος Δαυ­ῒδ καὶ ἀ­πὸ Βη­θλε­ὲμ τῆς κώ­μης, ὅ­που ἦν Δαυ­ΐδ, ὁ Χρι­στὸς ἔρ­χε­ται;
Σχί­σμα οὖν ἐν τῷ ὄ­χλῳ ἐ­γέ­νε­το δι᾿ αὐ­τόν.
Τι­νὲς δὲ ἤ­θε­λον ἐξ αὐ­τῶν πι­ά­σαι αὐ­τόν, ἀλλ᾿ οὐ­δεὶς ἐ­πέ­βα­λεν ἐπ᾿ αὐ­τὸν τὰς χεῖ­ρας.
Ἦλ­θον οὖν οἱ ὑ­πη­ρέ­ται πρὸς τοὺς ἀρ­χι­ε­ρεῖς καὶ Φα­ρι­σαί­ους, καὶ εἶ­πον αὐ­τοῖς ἐ­κεῖ­νοι·
Δι­α­τί οὐκ ἠ­γά­γε­τε αὐ­τόν;
Ἀ­πε­κρί­θη­σαν οἱ ὑ­πη­ρέ­ται·
Οὐ­δέ­πο­τε οὕ­τως ἐ­λά­λη­σεν ἄν­θρω­πος, ὡς οὗ­τος ὁ ἄν­θρω­πος.
Ἀ­πε­κρί­θη­σαν οὖν αὐ­τοῖς οἱ Φα­ρι­σαῖ­οι·
Μὴ καὶ ὑ­μεῖς πε­πλά­νη­σθε;
Μή τις ἐκ τῶν ἀρ­χόν­των ἐ­πί­στευ­σεν εἰς αὐ­τὸν ἢ ἐκ τῶν Φα­ρι­σαί­ων;
Ἀλλ᾿ ὁ ὄ­χλος οὗ­τος ὁ μὴ γι­νώ­σκων τὸν νό­μον ἐ­πι­κα­τά­ρα­τοί εἰ­σι!
λέ­γει Νι­κό­δη­μος πρὸς αὐ­τούς, ὁ ἐλ­θὼν νυ­κτὸς πρὸς αὐ­τὸν, εἷς ὢν ἐξ αὐ­τῶν·
Μὴ ὁ νό­μος ἡ­μῶν κρί­νει τὸν ἄν­θρω­πον, ἐ­ὰν μὴ ἀ­κού­σῃ παρ᾿ αὐ­τοῦ πρό­τε­ρον καὶ γνῷ τί ποι­εῖ;
Ἀ­πε­κρί­θη­σαν καὶ εἶ­πον αὐ­τῷ·
Μὴ καὶ σὺ ἐκ τῆς Γα­λι­λαί­ας εἶ;
Ἐ­ρεύ­νη­σον καὶ ἴ­δε ὅ­τι προ­φή­της ἐκ τῆς Γα­λι­λαί­ας οὐκ ἐ­γή­γερ­ται.
Πά­λιν οὖν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς ἐ­λά­λη­σε λέ­γων·
Ἐ­γώ εἰ­μι τὸ φῶς τοῦ κό­σμου· ὁ ἀ­κο­λου­θῶν ἐ­μοὶ οὐ μὴ πε­ρι­πα­τή­σῃ ἐν τῇ σκο­τί­ᾳ, ἀλλ᾿ ἕ­ξει τὸ φῶς τῆς ζω­ῆς.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας Πεντηκοστής – Ἑσπερινοῦ Γονυκλισίας

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

30__Β_ΜΑΤΘΑΙΟΥ_Η_ΚΛΗΣΗ_ΤΩΝ_ΜΑΘΗΤΩΝ
Περισσότερα
agios-paisios-3
Περισσότερα