15 ΙΟΥΝΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ Α΄ ΜΑΤΘΑΙΟΥ. «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ».

15 ΙΟΥΝΙΟΥ 2025 † ΚΥΡΙΑΚΗ Α΄ ΜΑΤΘΑΙΟΥ. «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ».
Ἦχος πλ. δ΄, ἑωθινὸν α΄.                 

 

ΑΠΟΣΤΟΛΟΣ Κυ­ρι­α­κῆς τῶν Ἁ­γί­ων Πάν­των.  (Ἑβρ. ια´ 33-40, ιβ´ 1-2)

Πρὸς Ἑ­βραί­ους Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.
­δελ­φοί, οἱ ἅ­γι­οι πάν­τες δι­ὰ πί­στε­ως κα­τη­γω­νί­σαν­το βα­σι­λεί­ας, εἰρ­γά­σαν­το δι­και­ο­σύ­νην, ἐ­πέ­τυ­χον ἐ­παγ­γε­λι­ῶν, ἔ­φρα­ξαν στό­μα­τα λε­όν­των,
ἔ­σβε­σαν δύ­να­μιν πυ­ρός, ἔ­φυ­γον στό­μα­τα μα­χαί­ρας, ἐ­νε­δυ­να­μώ­θη­σαν ἀ­πὸ ἀ­σθε­νεί­ας, ἐ­γε­νή­θη­σαν ἰ­σχυ­ροὶ ἐν πο­λέ­μῳ,
πα­ρεμ­βο­λὰς ἔ­κλι­ναν ἀλ­λο­τρί­ων· ἔ­λα­βον γυ­ναῖ­κες ἐξ ἀ­να­στά­σε­ως τοὺς νε­κροὺς αὐ­τῶν·
ἄλ­λοι δὲ ἐ­τυμ­πα­νί­σθη­σαν, οὐ προσ­δε­ξά­με­νοι τὴν ἀ­πο­λύ­τρω­σιν, ἵ­να κρείτ­το­νος ἀ­να­στά­σε­ως τύ­χω­σιν·

ἕ­τε­ροι δὲ ἐμ­παιγ­μῶν καὶ μα­στί­γων πεῖ­ραν ἔ­λα­βον, ἔ­τι δὲ δε­σμῶν καὶ φυ­λα­κῆς·
ἐ­λι­θά­σθη­σαν, ἐ­πρί­σθη­σαν, ἐ­πει­ρά­σθη­σαν, ἐν φό­νῳ μα­χαί­ρας ἀ­πέ­θα­νον,
πε­ρι­ῆλ­θον ἐν μη­λω­ταῖς, ἐν αἰ­γεί­οις δέρ­μα­σιν, ὑ­στε­ρού­με­νοι, θλι­βό­με­νοι, κα­κου­χού­με­νοι, ὧν οὐκ ἦν ἄ­ξι­ος ὁ κό­σμος,
ἐν ἐ­ρη­μί­αις πλα­νώ­με­νοι καὶ ὄ­ρε­σι καὶ σπη­λαί­οις καὶ ταῖς ὀ­παῖς τῆς γῆς.
Καὶ οὗ­τοι πάν­τες μαρ­τυ­ρη­θέν­τες δι­ὰ τῆς πί­στε­ως οὐκ ἐ­κο­μί­σαν­το τὴν ἐ­παγ­γε­λί­αν, τοῦ Θε­οῦ πε­ρὶ ἡ­μῶν κρεῖτ­τόν τι προ­βλε­ψα­μέ­νου,
ἵ­να μὴ χω­ρὶς ἡ­μῶν τε­λει­ω­θῶ­σι.
Τοι­γα­ροῦν καὶ ἡ­μεῖς το­σοῦ­τον ἔ­χον­τες πε­ρι­κεί­με­νον ἡ­μῖν νέ­φος μαρ­τύ­ρων, ὄγ­κον ἀ­πο­θέ­με­νοι πάν­τα καὶ τὴν εὐ­πε­ρί­στα­τον ἁ­μαρ­τί­αν,
δι᾿ ὑ­πο­μο­νῆς τρέ­χω­μεν τὸν προ­κεί­με­νον ἡ­μῖν ἀ­γῶ­να, ἀ­φο­ρῶν­τες εἰς τὸν τῆς πί­στε­ως ἀρ­χη­γὸν καὶ τε­λει­ω­τὴν Ἰ­η­σοῦν.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

30__Β_ΜΑΤΘΑΙΟΥ_Η_ΚΛΗΣΗ_ΤΩΝ_ΜΑΘΗΤΩΝ
Περισσότερα
agios-paisios-3
Περισσότερα