ΚΥΡΙΑΚΗ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2025 † Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.
Μνήμη τῆς Ϛ´ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).
ΤΥΠΙΚΟΝ
Ἐὰν τύχῃ ἡ παροῦσα Ἑορτὴ ἐν Κυριακῇ, οὐδὲν τῶν Ἀναστασίμων ψάλλεται, οὔτε Εὐαγγέλιον λέγεται Ἑωθινόν, ἀλλὰ πάντα τοῦ Σταυροῦ.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου,
νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος,
καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
ἀποστόλος πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (α´ 18-24)
Ἀδελφοί, ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι.
Γέγραπται γάρ· «Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω».
Ποῦ σοφός;
Ποῦ γραμματεύς;
Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;
Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;
Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,
ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν,
αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.
Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας