ΤΕΤΑΡΤΗ 24 ΔΕΚΕΜΒΡΙΟΥ 2025
Αἱ Μεγάλαι ὧραι
Ὁ μέγας ἑσπερινὸς τῆς ἑορτῆς τῶν Χριστουγέννων μετὰ τῆς θ. λειτουργίας τοῦ Μεγάλου Βασιλείου.
Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν .
Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής.
Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανοὺς πάλαι κατ᾿ ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ μάννα ὀμβρίσας τῷ λαῷ.
Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ,
Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.
Ἀκολουθίες Μεγάλων ὡρῶν, Μεγα Ἑσπερινοῦ τῆς ἑορτῆς τῶν Χριστουγέννων και Θείας Λειτουργίας τοῦ Μεγάλου Βασιλείου.


