1 Φεβρουαρίου 2026 Κυ­ρι­α­κὴ ΙϚ´ Λου­κᾶ. (Τε­λώ­νου καὶ Φα­ρι­σαί­ου).

Προ­ε­όρ­τι­α Ὑ­πα­παν­τῆς,
Τρύ­φω­νος μάρ­τυ­ρος (†250)· Βα­σι­λεί­ου Θεσ­σα­λο­νί­κης τοῦ ἐξ Ἀ­θη­νῶν (†870),
Ἀ­να­στα­σί­ου νε­ο­μάρ­τυ­ρος τοῦ Ναυ­πλι­έ­ως (†1655), τῶν ἐν Με­γά­ροις τεσ­σά­ρων μαρ­τύ­ρων.
Ἄρ­χε­ται τὸ Τρι­ῴ­δι­ον  Ἦ­χος α´. Ἑ­ω­θι­νὸν α´.
(τυ­πι­κὸν Τρι­ῳ­δί­ου §§1-3 καὶ 1ης Φε­βρου­α­ρί­ου §§4-5).

 

Ἄρχεται τὸ Τριῴδιον

Σημείωσις.
Ἀπὸ σήμερον ἄρχονται συμψαλλόμενοι οἱ ἐν τῷ λειτουρ­γικῷ βιβλίῳ τοῦ Τριῳδίου περιεχόμενοι ὕμνοι.
Ἔν τισι ναοῖς πρὸ τῆς ἐνάρξεως τοῦ ἑσπερινοῦ τίθεται ὑπὸ τὴν ἐν τῷ τέμπλῳ εἰκόνα τοῦ Χριστοῦ ἐπὶ ηὐτρεπισμένου σκίμποδος τὸ λειτουργικὸν βιβλίον τοῦ Τριῳδίου, ἔνθα μεταβαίνει ὁ πρωτοψάλτης (ἐκπροσωπῶν τοὺς ἐν τοῖς ἀναλογίοις ὑπηρετοῦντας), βάλλει πρὸ τῆς εἰκόνος μετανοίας 3, ἀσπάζεται αὐτήν, λαμβάνει μετὰ χεῖρας τὸ Τριῴδιον καὶ ἀσπάζεται αὐτό, ποιεῖ πάλιν με­τανοίας μικρὰς 3 καὶ ἀπέρχεται μετὰ τοῦ Τριῳδίου εἰς τὴν οἰκείαν θέσιν αὐτοῦ.

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιη´ 10-14).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την·
Ἄν­θρω­ποι δύ­ο ἀ­νέ­βη­σαν εἰς τὸ ἱ­ε­ρὸν προ­σεύ­ξα­σθαι, ὁ εἷς Φα­ρι­σαῖ­ος καὶ ὁ ἕ­τε­ρος τε­λώ­νης.
Ὁ Φα­ρι­σαῖ­ος στα­θεὶς πρὸς ἑ­αυ­τὸν ταῦ­τα προ­σηύ­χε­το·
Ὁ Θε­ός, εὐ­χα­ρι­στῶ σοι ὅ­τι οὐκ εἰ­μὶ ὥ­σπερ οἱ λοι­ποὶ τῶν ἀν­θρώ­πων, ἅρ­πα­γες, ἄ­δι­κοι, μοι­χοί, ἢ καὶ ὡς οὗ­τος ὁ τε­λώ­νης· νη­στεύ­ω δὶς τοῦ σαβ­βά­του, ἀ­πο­δε­κα­τῶ πάν­τα ὅ­σα κτῶ­μαι.
Καὶ ὁ τε­λώ­νης μα­κρό­θεν ἑ­στὼς οὐκ ἤ­θε­λεν οὐ­δὲ τοὺς ὀ­φθαλ­μοὺς εἰς τὸν οὐ­ρα­νὸν ἐ­πᾶ­ραι, ἀλλ᾽ ἔ­τυ­πτεν εἰς τὸ στῆ­θος αὐ­τοῦ λέ­γων·
Ὁ Θε­ός, ἱ­λά­σθη­τί μοι τῷ ἁ­μαρ­τω­λῷ.
Λέ­γω ὑ­μῖν,
κα­τέ­βη οὗ­τος δε­δι­και­ω­μέ­νος εἰς τὸν οἶ­κον αὐ­τοῦ ἢ ἐ­κεῖ­νος·
ὅ­τι πᾶς ὁ ὑ­ψῶν ἑ­αυ­τὸν τα­πει­νω­θή­σε­ται,
ὁ δὲ τα­πει­νῶν ἑ­αυ­τὸν ὑ­ψω­θή­σε­ται.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Προβολές:

22

Δείτε ακόμη

agios-paisios-23
Περισσότερα
ymnos_agapis
Περισσότερα