ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ -ΣΤΑΣΙΣ ΠΡΩΤΗ

27 ΦΕΒΡΟΥΑΡΙΟΥ 2026   Τῌ ΠΑΡΑΣΚΕΥῌ  ΤΗΣ Α´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ  (μετὰ χαιρετισμῶν)
Τῇ ἁ­γί­ᾳ καὶ με­γά­λῃ Τεσ­σα­ρα­κο­στῇ, τῇ Πα­ρα­σκευ­ῇ ἑ­σπέ­ρας, ἀ­να­γι­νώ­σκε­ται τὸ μι­κρὸν Ἀ­πό­δει­πνον με­τὰ τοῦ κα­νό­νος τοῦ Ἀ­κα­θί­στου καὶ
μι­ᾶς στά­σε­ως τῶν οἴ­κων («Χαι­ρε­τι­σμῶν») τῆς Θε­ο­τό­κου.

 

 

γ­γε­λος πρω­το­στά­της, οὐ­ρα­νό­θεν ἐ­πέμ­φθη, εἰ­πεῖν τῇ Θε­ο­τό­κῳ τό, Χαῖ­ρε (ἐκ γ´)·
(Υπεραγία Θεοτόκε Σώσον ημάς).
καὶ σὺν τῇ ἀ­σω­μά­τῳ φω­νῇ, σω­μα­τού­με­νόν σε θε­ω­ρῶν Κύ­ρι­ε,
ἐ­ξί­στα­το, καὶ ἵ­στα­το κραυ­γά­ζων πρὸς αὐ­τὴν τοι­αῦ­τα·

Χαῖ­ρε, δι᾿ ἧς ἡ χα­ρὰ ἐ­κλάμ­ψει·
χαῖ­ρε, δι᾿ ἧς ἡ ἀ­ρὰ ἐ­κλεί­ψει.

Χαῖ­ρε, τοῦ πε­σόν­τος Ἀ­δὰμ ἡ ἀ­νά­κλη­σις·
χαῖ­ρε, τῶν δα­κρύ­ων τῆς Εὔ­ας ἡ λύ­τρω­σις.

Χαῖ­ρε, ὕ­ψος δυ­σα­νά­βα­τον ἀν­θρω­πί­νοις λο­γι­σμοῖς·
χαῖ­ρε, βά­θος δυ­σθε­ώ­ρη­τον, καὶ Ἀγ­γέ­λων ὀ­φθαλ­μοῖς.

Χαῖ­ρε, ὅ­τι ὑ­πάρ­χεις Βα­σι­λέ­ως κα­θέ­δρα·
χαῖ­ρε, ὅ­τι βα­στά­ζεις τὸν βα­στά­ζον­τα πάν­τα.

Χαῖ­ρε, ἀ­στήρ ἐμ­φαί­νων τὸν Ἥ­λι­ον·
χαῖ­ρε, γα­στὴρ ἐν­θέ­ου σαρ­κώ­σε­ως.

Χαῖ­ρε, δι᾿ ἧς νε­ουρ­γεῖ­ται ἡ κτί­σις·
χαῖ­ρε, δι᾿ ἧς βρε­φουρ­γεῖ­ται ὁ Κτί­στης.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

 

Βλέ­που­σα ἡ Ἁ­γί­α, ἑ­αυ­τὴν ἐν ἁ­γνεί­ᾳ, φη­σὶ τῷ Γα­βρι­ὴλ θαρ­σα­λέ­ως·
Τὸ πα­ρά­δο­ξόν σου τῆς φω­νῆς, δυ­σπα­ρά­δε­κτόν μου τῇ ψυ­χῇ φαί­νε­ται·
ἀ­σπό­ρου γὰρ συλ­λή­ψε­ως τὴν κύ­η­σιν πῶς λέ­γεις; κρά­ζων·
Ἀλ­λη­λού­ϊ­α.

 

Γνῶ­σιν ἄ­γνω­στον γνῶ­ναι, ἡ Παρ­θέ­νος ζη­τοῦ­σα, ἐ­βό­η­σε πρὸς τὸν λει­τουρ­γοῦν­τα·
Ἐκ λα­γό­νων ἁ­γνῶν Υἱ­όν, πῶς ἐ­στι τε­χθῆ­ναι δυ­να­τόν; λέ­ξον μοι.
Πρὸς ἣν ἐ­κεῖ­νος ἔ­φη­σεν ἐν φό­βῳ, πλὴν κραυ­γά­ζων οὕ­τω·

Χαῖ­ρε, βου­λῆς ἀ­ποῤ­ῥή­του μύ­στις·
χαῖ­ρε, σι­γῆς δε­ο­μέ­νων πί­στις.

Χαῖ­ρε, τῶν θαυ­μά­των Χρι­στοῦ τὸ προ­οί­μι­ον·
χαῖ­ρε, τῶν δογ­μά­των αὐ­τοῦ τὸ κε­φά­λαι­ον.

Χαῖ­ρε, κλῖ­μαξ ἐ­που­ρά­νι­ε, δι᾿ ἧς κα­τέ­βη ὁ Θε­ός·
χαῖ­ρε, γέ­φυ­ρα με­τά­γου­σα τοὺς ἐκ γῆς πρὸς Οὐ­ρα­νόν.

Χαῖ­ρε, τὸ τῶν Ἀγ­γέ­λων πο­λυ­θρύ­λη­τον θαῦ­μα·
χαῖ­ρε, τὸ τῶν δαι­μό­νων πο­λυ­θρή­νη­τον τραῦ­μα.

Χαῖ­ρε, τὸ Φῶς ἀῤ­ῥή­τως γεν­νή­σα­σα·
χαῖ­ρε, τὸ πῶς, μη­δέ­να δι­δά­ξα­σα.

Χαῖ­ρε, σο­φῶν ὑ­περ­βαί­νου­σα γνῶ­σιν·
χαῖ­ρε, πι­στῶν κα­ταυ­γά­ζου­σα φρέ­νας.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

 

Δύ­να­μις τοῦ Ὑ­ψί­στου, ἐ­πε­σκί­α­σε τό­τε, πρὸς σύλ­λη­ψιν τῇ Ἀ­πει­ρο­γά­μῳ·
καὶ τὴν εὔ­καρ­πον ταύ­της νη­δύν, ὡς ἀ­γρὸν ὑ­πέ­δει­ξεν ἡ­δὺν ἅ­πα­σι,
τοῖς θέ­λου­σι θε­ρί­ζειν σω­τη­ρί­αν, ἐν τῷ ψάλ­λειν οὕ­τως·
Ἀλ­λη­λού­ϊ­α.

 

 

­χου­σα θε­ο­δό­χον, ἡ Παρ­θέ­νος τὴν μή­τραν, ἀ­νέ­δρα­με πρὸς τὴν Ἐ­λι­σά­βετ·
τὸ δὲ βρέ­φος ἐ­κεί­νης εὐ­θύς, ἐ­πι­γνὸν τὸν ταύ­της ἀ­σπα­σμόν, ἔ­χαι­ρε!
καὶ ἅλ­μα­σιν ὡς ᾄ­σμα­σιν, ἐ­βό­α πρὸς τὴν Θε­ο­τό­κον·

Χαῖ­ρε, βλα­στοῦ ἀ­μα­ράν­του κλῆ­μα·
χαῖ­ρε, καρ­ποῦ ἀ­κη­ρά­του κτῆ­μα.

Χαῖ­ρε, γε­ωρ­γὸν γε­ωρ­γοῦ­σα φι­λάν­θρω­πον·
χαῖ­ρε, φυ­τουρ­γὸν τῆς ζω­ῆς ἡ­μῶν φύ­ου­σα.

Χαῖ­ρε, ἄ­ρου­ρα βλα­στά­νου­σα εὐ­φο­ρί­αν οἰ­κτιρ­μῶν·
χαῖ­ρε, τρά­πε­ζα βα­στά­ζου­σα εὐ­θη­νί­αν ἱ­λα­σμῶν.

Χαῖ­ρε, ὅ­τι λει­μῶ­να τῆς τρυ­φῆς ἀ­να­θάλ­λεις·
χαῖ­ρε, ὅ­τι λι­μέ­να τῶν ψυ­χῶν ἑ­τοι­μά­ζεις.

Χαῖ­ρε, δε­κτόν πρε­σβεί­ας θυ­μί­α­μα·
χαῖ­ρε, παν­τὸς τοῦ κό­σμου ἐ­ξί­λα­σμα.

Χαῖ­ρε, Θε­οῦ πρὸς θνη­τοὺς εὐ­δο­κί­α·
χαῖ­ρε, θνη­τῶν πρὸς Θε­ὸν παῤ­ῥη­σί­α.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

 

Ζά­λην ἔν­δο­θεν ἔ­χων, λο­γι­σμῶν ἀμ­φι­βό­λων,
ὁ σώ­φρων Ἰ­ω­σὴφ ἐ­τα­ρά­χθη,
πρὸς τὴν ἄ­γα­μόν σε θε­ω­ρῶν, καὶ κλε­ψί­γα­μον ὑ­πο­νο­ῶν Ἄ­μεμ­πτε·
μα­θὼν δέ σου τὴν σύλ­λη­ψιν ἐκ Πνεύ­μα­τος ἁ­γί­ου, ἔ­φη·
Ἀλ­λη­λού­ϊ­α.

 

Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

Κοινοποίηση

Προβολές:

5

Δείτε ακόμη

π_ΣΤΕΦΑΝΟΣ_
Περισσότερα
ΜΕΓΑ_ΑΠΟΔΕΙΠΝΟ__ΜΕΓΑΛΗΣ_ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ
Περισσότερα