ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ – ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ

20 ΜΑΡΤΙΟΥ 2026   Τῌ ΠΑΡΑΣΚΕΥῌ  ΤΗΣ Δ´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ  (μετὰ χαιρετισμῶν)

Τῇ ἁ­γί­ᾳ καὶ με­γά­λῃ Τεσ­σα­ρα­κο­στῇ, τῇ Πα­ρα­σκευ­ῇ ἑ­σπέ­ρας, ἀ­να­γι­νώ­σκε­ται τὸ μι­κρὸν Ἀ­πό­δει­πνον με­τὰ τοῦ κα­νό­νος τοῦ Ἀ­κα­θί­στου καὶ
μι­ᾶς στά­σε­ως τῶν οἴ­κων («Χαι­ρε­τι­σμῶν») τῆς Θε­ο­τό­κου.

 

 

Τεῖ­χος εἶ τῶν παρ­θέ­νων, Θε­ο­τό­κε Παρ­θέ­νε, καὶ πάν­των τῶν εἰς σὲ προ­στρε­χόν­των·
ὁ γὰρ τοῦ οὐ­ρα­νοῦ καὶ τῆς γῆς, κα­τε­σκεύ­α­σέ σε Ποι­η­τὴς Ἄ­χραν­τε,
οἰ­κή­σας ἐν τῇ μή­τρᾳ σου, καὶ πάν­τας σοι προ­σφω­νεῖν δι­δά­ξας·
Χαῖ­ρε, ἡ στή­λη τῆς παρ­θε­νί­ας·
χαῖ­ρε, ἡ πύ­λη τῆς σω­τη­ρί­ας.

Χαῖ­ρε, ἀρ­χη­γὲ νο­η­τῆς ἀ­να­πλά­σε­ως·
χαῖ­ρε, χο­ρη­γὲ θε­ϊ­κῆς ἀ­γα­θό­τη­τος.

Χαῖ­ρε, σὺ γὰρ ἀ­νε­γέν­νη­σας τοὺς συλ­λη­φθέν­τας αἰ­σχρῶς·
χαῖ­ρε, σὺ γὰρ ἐ­νου­θέ­τη­σας τοὺς συ­λη­θέν­τας τὸν νοῦν.

Χαῖ­ρε, ἡ τὸν φθο­ρέ­α τῶν φρε­νῶν κα­ταρ­γοῦ­σα·
χαῖ­ρε, ἡ τὸν σπο­ρέ­α τῆς ἁ­γνεί­ας τε­κοῦ­σα.

Χαῖ­ρε, πα­στὰς ἀ­σπό­ρου νυμ­φεύ­σε­ως·
χαῖ­ρε, πι­στοὺς Κυ­ρί­ῳ ἁρ­μό­ζου­σα.

Χαῖ­ρε, κα­λὴ κου­ρο­τρό­φε παρ­θέ­νων·
χαῖ­ρε, ψυ­χῶν νυμ­φο­στό­λε Ἁ­γί­ων.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

­μνος ἅ­πας ἡτ­τᾶ­ται, συ­νε­κτεί­νε­σθαι σπεύ­δων, τῷ πλή­θει τῶν πολ­λῶν οἰ­κτιρ­μῶν σου·
ἰ­σα­ρίθ­μους γὰρ τῇ ψάμ­μῳ ᾠ­δάς, ἂν προ­σφέ­ρω­μέν σοι, Βα­σι­λεῦ ἅ­γι­ε,
οὐ­δὲν τε­λοῦ­μεν ἄ­ξι­ον, ὧν δέ­δω­κας ἡ­μῖν, τοῖς σοὶ βο­ῶ­σιν·
Ἀλ­λη­λού­ϊ­α.

 

Φω­το­δό­χον λαμ­πά­δα, τοῖς ἐν σκό­τει φα­νεῖ­σαν, ὁ­ρῶ­μεν τὴν ἁ­γί­αν Παρ­θέ­νον·
τὸ γὰρ ἄ­ϋ­λον ἅ­πτου­σα φῶς, ὁ­δη­γεῖ πρὸς γνῶ­σιν θε­ϊ­κὴν ἅ­παν­τας,
αὐ­γῇ τὸν νοῦν φω­τί­ζου­σα, κραυ­γῇ δὲ τι­μω­μέ­νη ταῦ­τα·
Χαῖ­ρε, ἀ­κτὶς νο­η­τοῦ Ἡ­λί­ου·
χαῖ­ρε, βο­λὶς τοῦ ἀ­δύ­του φέγ­γους.

Χαῖ­ρε,ἀ­στρα­πὴ τὰς ψυ­χὰς κα­τα­λάμ­που­σα·
χαῖ­ρε, ὡς βρον­τὴ τοὺς ἐ­χθροὺς κα­τα­πλήτ­του­σα.

Χαῖ­ρε, ὅ­τι τὸν πο­λύ­φω­τον ἀ­να­τέλ­λεις φω­τι­σμόν·
χαῖ­ρε, ὅ­τι τὸν πο­λύῤ­ῥη­τον ἀ­να­βλύ­ζεις πο­τα­μόν.

Χαῖ­ρε, τῆς κο­λυμ­βή­θρας ζω­γρα­φοῦ­σα τὸν τύ­πον·
χαῖ­ρε, τῆς ἁ­μαρ­τί­ας ἀ­ναι­ροῦ­σα τὸν ῥύ­πον.

Χαῖ­ρε, λου­τὴρ ἐκ­πλύ­νων συ­νεί­δη­σιν·
χαῖ­ρε, κρα­τὴρ κιρ­νῶν ἀ­γαλ­λί­α­σιν.

Χαῖ­ρε, ὀ­σμὴ τῆς Χρι­στοῦ εὐ­ω­δί­ας·
χαῖ­ρε, ζω­ὴ μυ­στι­κῆς εὐ­ω­χί­ας.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

Χά­ριν δοῦ­ναι θε­λή­σας, ὀ­φλη­μά­των ἀρ­χαί­ων, ὁ πάν­των χρε­ω­λύ­της ἀν­θρώ­πων,
ἐ­πε­δή­μη­σε δι᾿ ἑ­αυ­τοῦ, πρὸς τοὺς ἀ­πο­δή­μους τῆς αὐ­τοῦ χά­ρι­τος·
καὶ σχί­σας τὸ χει­ρό­γρα­φον, ἀ­κού­ει πα­ρὰ πάν­των οὕ­τως·
Ἀλ­λη­λού­ϊ­α.

 

Ψάλ­λον­τές σου τὸν τό­κον, ἀ­νυ­μνοῦ­μέν σε πάν­τες, ὡς ἔμ­ψυ­χον να­ὸν Θε­ο­τό­κε·
ἐν τῇ σῇ γὰρ οἰ­κή­σας γα­στρί, ὁ συ­νέ­χων πάν­τα τῇ χει­ρὶ Κύ­ρι­ος,
ἡ­γί­α­σεν, ἐ­δό­ξα­σεν, ἐ­δί­δα­ξε βο­ᾶν σοι πάν­τας·
Χαῖ­ρε, σκη­νὴ τοῦ Θε­οῦ καὶ Λό­γου·
χαῖ­ρε, Ἁ­γί­α Ἁ­γί­ων μεί­ζων.

Χαῖ­ρε, Κι­βω­τὲ χρυ­σω­θεῖ­σα τῷ Πνεύ­μα­τι·
χαῖ­ρε, θη­σαυ­ρὲ τῆς ζω­ῆς ἀ­δα­πά­νη­τε.

Χαῖ­ρε, τί­μι­ον δι­ά­δη­μα βα­σι­λέ­ων εὐ­σε­βῶν·
χαῖ­ρε, καύ­χη­μα σε­βά­σμι­ον ἱ­ε­ρέ­ων εὐ­λα­βῶν.

Χαῖ­ρε, τῆς Ἐκ­κλη­σί­ας ὁ ἀ­σά­λευ­τος πύρ­γος·
χαῖ­ρε, τῆς βα­σι­λεί­ας τὸ ἀ­πόρ­θη­τον τεῖ­χος.

Χαῖ­ρε, δι᾿ ἧς ἐ­γεί­ρον­ται τρό­παι­α·
χαῖ­ρε, δι᾿ ἧς ἐ­χθροὶ κα­τα­πί­πτου­σι.

Χαῖ­ρε, χρω­τὸς τοῦ ἐ­μοῦ θε­ρα­πεί­α·
χαῖ­ρε, ψυ­χῆς τῆς ἐ­μῆς σω­τη­ρί­α.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

 

πα­νύ­μνη­τε Μῆ­τερ, ἡ τε­κοῦ­σα τὸν πάν­των Ἁ­γί­ων ἁ­γι­ώ­τα­τον Λό­γον (ἐκ γ´)·
δε­ξα­μέ­νη τὴν νῦν προ­σφο­ράν, ἀ­πὸ πά­σης ῥῦ­σαι συμ­φο­ρᾶς ἅ­παν­τας·
καὶ τῆς μελ­λού­σης λύ­τρω­σαι κο­λά­σε­ως, τοὺς σοὶ βο­ῶν­τας·
Ἀλ­λη­λού­ϊ­α.

 

Καὶ πά­λιν τὸν πρῶ­τον Οἶ­κον.

γ­γε­λος πρω­το­στά­της, οὐ­ρα­νό­θεν ἐ­πέμ­φθη, εἰ­πεῖν τῇ Θε­ο­τό­κῳ τό, Χαῖ­ρε·
καὶ σὺν τῇ ἀ­σω­μά­τῳ φω­νῇ, σω­μα­τού­με­νόν σε θε­ω­ρῶν Κύ­ρι­ε,
ἐ­ξί­στα­το, καὶ ἵ­στα­το κραυ­γά­ζων πρὸς αὐ­τὴν τοι­αῦ­τα·

Χαῖ­ρε, δι᾿ ἧς ἡ χα­ρὰ ἐ­κλάμ­ψει·
χαῖ­ρε, δι᾿ ἧς ἡ ἀ­ρὰ ἐ­κλεί­ψει.

Χαῖ­ρε, τοῦ πε­σόν­τος Ἀ­δὰμ ἡ ἀ­νά­κλη­σις·
χαῖ­ρε, τῶν δα­κρύ­ων τῆς Εὔ­ας ἡ λύ­τρω­σις.

Χαῖ­ρε, ὕ­ψος δυ­σα­νά­βα­τον ἀν­θρω­πί­νοις λο­γι­σμοῖς·
χαῖ­ρε, βά­θος δυ­σθε­ώ­ρη­τον, καὶ Ἀγ­γέ­λων ὀ­φθαλ­μοῖς.

Χαῖ­ρε, ὅ­τι ὑ­πάρ­χεις Βα­σι­λέ­ως κα­θέ­δρα·
χαῖ­ρε, ὅ­τι βα­στά­ζεις τὸν βα­στά­ζον­τα πάν­τα.

Χαῖ­ρε, ἀ­στὴρ ἐμ­φαί­νων τὸν Ἥ­λι­ον·
χαῖ­ρε, γα­στὴρ ἐν­θέ­ου σαρ­κώ­σε­ως.

Χαῖ­ρε, δι᾿ ἧς νε­ουρ­γεῖ­ται ἡ κτί­σις·
χαῖ­ρε, δι᾿ ἧς βρε­φουρ­γεῖ­ται ὁ Κτί­στης.
Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

“Χαῖ­ρε, χρω­τὸς τοῦ ἐ­μοῦ θε­ρα­πεί­α·
χαῖ­ρε, ψυ­χῆς τῆς ἐ­μῆς σω­τη­ρί­α
…” 

 

 

Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

 

 

 

Τῇ ΚΑ´ τοῦ αὐ­τοῦ μη­νός  Ἀρ­χὴ τοῦ ἔ­α­ρος, ἐν ἐ­λέ­ει  τοῦ φι­λαν­θρώ­που Θε­οῦ ἡ­μῶν.

Κοινοποίηση

Προβολές:

0

Δείτε ακόμη

abstract-adult-ancient-antique-10628377
Περισσότερα
11
Περισσότερα