05 Απριλίου 2026 Κυ­ρι­α­κὴ τῶν Βα­ΐ­ων
Ἡ εἰς Ἰ­ε­ρου­σα­λὴμ εἴ­σο­δος τοῦ Κυ­ρί­ου  ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ

Μὴ φο­βοῦ, θύ­γα­τερ Σι­ών· ἰ­δοὺ ὁ βα­σι­λεύς σου ἔρ­χε­ται κα­θή­με­νος ἐ­πὶ πῶ­λον ὄ­νου.

 

 

Πρὸ ἓξ ἡ­με­ρῶν τοῦ Πά­σχα, ἦλ­θεν Ἰ­η­σοῦς εἰς Βη­θα­νί­αν·
καὶ προ­σῆλ­θον αὐ­τῷ οἱ Μα­θη­ταὶ αὐ­τοῦ, λέ­γον­τες αὐ­τῷ·
Κύ­ρι­ε, ποῦ θέ­λεις, ἑ­τοι­μά­σω­μέν σοι φα­γεῖν τὸ Πά­σχα;
ὁ δὲ ἀ­πέ­στει­λεν αὐ­τούς· Ἀ­πέλ­θε­τε εἰς τὴν ἀ­πέ­ναν­τι κώ­μην,
καὶ εὑ­ρή­σε­τε ἄν­θρω­πον, κε­ρά­μι­ον ὕ­δα­τος βα­στά­ζον­τα·
ἀ­κο­λου­θή­σα­τε αὐ­τῷ, καὶ τῷ οἰ­κο­δε­σπό­τῃ εἴ­πα­τε·
ὁ Δι­δά­σκα­λος λέ­γει·
Πρὸς σὲ ποι­ῶ τὸ Πά­σχα, με­τὰ τῶν μα­θη­τῶν μου.

 

 

ἀποστολικὴ περικοπή: Πρὸς Φι­λιπ­πη­σί­ους Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.   (Φιλ. δ´ 4-9).

­δελ­φοί,
χαί­ρε­τε ἐν Κυ­ρί­ῳ πάν­το­τε· πά­λιν ἐ­ρῶ, χαί­ρε­τε.
Τὸ ἐ­πι­ει­κὲς ὑ­μῶν γνω­σθή­τω πᾶ­σιν ἀν­θρώ­ποις.
Ὁ Κύ­ρι­ος ἐγ­γύς.
Μη­δὲν με­ρι­μνᾶ­τε, ἀλλ᾿ ἐν παν­τὶ τῇ προ­σευ­χῇ καὶ τῇ δε­ή­σει με­τὰ εὐ­χα­ρι­στί­ας τὰ αἰ­τή­μα­τα ὑ­μῶν γνω­ρι­ζέ­σθω πρὸς τὸν Θε­όν.
Καὶ ἡ εἰ­ρή­νη τοῦ Θε­οῦ ἡ ὑ­πε­ρέ­χου­σα πάν­τα νοῦν φρου­ρή­σει τὰς καρ­δί­ας ὑ­μῶν καὶ τὰ νο­ή­μα­τα ὑ­μῶν ἐν Χρι­στῷ Ἰ­η­σοῦ.
Τὸ λοι­πόν, ἀ­δελ­φοί,
ὅ­σα ἐ­στὶν ἀ­λη­θῆ, ὅ­σα σε­μνά, ὅ­σα δί­και­α, ὅ­σα ἁ­γνά, ὅ­σα προ­σφι­λῆ, ὅ­σα εὔ­φη­μα, εἴ τις ἀ­ρε­τὴ καὶ εἴ τις ἔ­παι­νος, ταῦ­τα λο­γί­ζε­σθε·
ἃ καὶ ἐ­μά­θε­τε καὶ πα­ρε­λά­βε­τε καὶ ἠ­κού­σα­τε καὶ εἴ­δε­τε ἐν ἐ­μοί, ταῦ­τα πράσ­σε­τε·
καὶ ὁ Θε­ὸς τῆς εἰ­ρή­νης ἔ­σται μεθ᾿ ὑ­μῶν.

 

 

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (Ἰω. ιβ´ 1-18)

Πρὸ ἓξ ἡ­με­ρῶν τοῦ πά­σχα ἦλ­θεν ὁ Ἰ­η­σοῦς εἰς Βη­θα­νί­αν, ὅ­που ἦν Λά­ζα­ρος ὁ τε­θνη­κώς, ὃν ἤ­γει­ρεν ἐκ νε­κρῶν.
Ἐ­ποί­η­σαν οὖν αὐ­τῷ δεῖ­πνον ἐ­κεῖ, καὶ ἡ Μάρ­θα δι­η­κό­νει·
ὁ δὲ Λά­ζα­ρος εἷς ἦν τῶν ἀ­να­κει­μέ­νων σὺν αὐ­τῷ.
Ἡ οὖν Μα­ρί­α, λα­βοῦ­σα λί­τραν μύ­ρου νάρ­δου πι­στι­κῆς πο­λυ­τί­μου, ἤ­λει­ψε τοὺς πό­δας τοῦ Ἰ­η­σοῦ καὶ ἐ­ξέ­μα­ξε ταῖς θρι­ξὶν αὐ­τῆς τοὺς πό­δας αὐ­τοῦ·
ἡ δὲ οἰ­κί­α ἐ­πλη­ρώ­θη ἐκ τῆς ὀ­σμῆς τοῦ μύ­ρου.
Λέ­γει οὖν εἷς ἐκ τῶν μα­θη­τῶν αὐ­τοῦ, Ἰ­ού­δας Σί­μω­νος Ἰ­σκα­ρι­ώ­της, ὁ μέλ­λων αὐ­τὸν πα­ρα­δι­δό­ναι·
δι­α­τί τοῦ­το τὸ μύ­ρον οὐκ ἐ­πρά­θη τρι­α­κο­σί­ων δη­να­ρί­ων καὶ ἐ­δό­θη πτω­χοῖς;
εἶ­πε δὲ τοῦ­το οὐχ ὅ­τι πε­ρὶ τῶν πτω­χῶν ἔ­με­λεν αὐ­τῷ, ἀλλ᾿ ὅ­τι κλέ­πτης ἦν, καὶ τὸ γλωσ­σό­κο­μον εἶ­χε καὶ τὰ βαλ­λό­με­να ἐ­βά­στα­ζεν.
Εἶ­πεν οὖν ὁ Ἰ­η­σοῦς·
ἄ­φες αὐ­τήν, εἰς τὴν ἡ­μέ­ραν τοῦ ἐν­τα­φι­α­σμοῦ μου τε­τή­ρη­κεν αὐ­τό.
Τοὺς πτω­χοὺς γὰρ πάν­το­τε ἔ­χε­τε μεθ᾿ ἑ­αυ­τῶν, ἐ­μὲ δὲ οὐ πάν­το­τε ἔ­χε­τε.

Ἔ­γνω οὖν ὄ­χλος πο­λὺς ἐκ τῶν Ἰ­ου­δαί­ων ὅ­τι ἐ­κεῖ ἐ­στι, καὶ ἦλ­θον οὐ δι­ὰ τὸν Ἰ­η­σοῦν μό­νον, ἀλλ᾿ ἵ­να καὶ τὸν Λά­ζα­ρον ἴ­δω­σιν ὃν ἤ­γει­ρεν ἐκ νε­κρῶν.
Ἐ­βου­λεύ­σαν­το δὲ οἱ ἀρ­χι­ε­ρεῖς ἵ­να καὶ τὸν Λά­ζα­ρον ἀ­πο­κτεί­νω­σιν, ὅ­τι πολ­λοὶ δι᾿ αὐ­τὸν ὑ­πῆ­γον τῶν Ἰ­ου­δαί­ων καὶ ἐ­πί­στευ­ον εἰς τὸν Ἰ­η­σοῦν.
Τῇ ἐ­παύ­ρι­ον ὄ­χλος πο­λὺς ὁ ἐλ­θὼν εἰς τὴν ἑ­ορ­τήν, ἀ­κού­σαν­τες ὅ­τι ἔρ­χε­ται Ἰ­η­σοῦς εἰς Ἱ­ε­ρο­σό­λυ­μα,
ἔ­λα­βον τὰ βα­ΐ­α τῶν φοι­νί­κων καὶ ἐ­ξῆλ­θον εἰς ὑ­πάν­τη­σιν αὐ­τῷ, καὶ ἔ­κρα­ζον·
ὡ­σαν­νά, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου, βα­σι­λεὺς τοῦ Ἰσ­ρα­ήλ.
Εὑ­ρὼν δὲ ὁ Ἰ­η­σοῦς ὀ­νά­ρι­ον ἐ­κά­θι­σεν ἐπ᾿ αὐ­τό, κα­θώς ἐ­στι γε­γραμ­μέ­νον·
μὴ φο­βοῦ, θύ­γα­τερ Σι­ών· ἰ­δοὺ ὁ βα­σι­λεύς σου ἔρ­χε­ται κα­θή­με­νος ἐ­πὶ πῶ­λον ὄ­νου.
Ταῦ­τα δὲ οὐκ ἔ­γνω­σαν οἱ μα­θη­ταὶ αὐ­τοῦ τὸ πρῶ­τον, ἀλλ᾿ ὅ­τε ἐ­δο­ξά­σθη ὁ Ἰ­η­σοῦς, τό­τε ἐ­μνή­σθη­σαν ὅ­τι ταῦ­τα ἦν ἐπ᾿ αὐ­τῷ γε­γραμ­μέ­να, καὶ ταῦ­τα ἐ­ποί­η­σαν αὐ­τῷ.
Ἐ­μαρ­τύ­ρει οὖν ὁ ὄ­χλος ὁ ὢν μετ᾿ αὐ­τοῦ ὅ­τε τὸν Λά­ζα­ρον ἐ­φώ­νη­σεν ἐκ τοῦ μνη­μεί­ου καὶ ἤ­γει­ρεν αὐ­τὸν ἐκ νε­κρῶν.
Δι­ὰ τοῦ­το καὶ ὑ­πήν­τη­σεν αὐ­τῷ ὁ ὄ­χλος, ὅ­τι ἤ­κου­σαν τοῦ­το αὐ­τὸν πε­ποι­η­κέ­ναι τὸ ση­μεῖ­ον.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

21

Δείτε ακόμη

29_main-v1774872568
Περισσότερα
4_main-v1774730073
Περισσότερα