Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΡΙΤΗ

07 ΑΠΡΙΛΙΟΥ 2026
Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΡΙΤΗ
καθ᾿ ἣν μνεί­αν ποι­ού­με­θα τῆς πα­ρα­βο­λῆς τῶν δέ­κα παρ­θέ­νων.
Ο ΟΡΘΡΟΣ (Τε­λεῖ­ται συ­νή­θως τῇ Μ. Δευ­τέ­ρᾳ ἑ­σπέ­ρας)

 

Στίχ. Τρί­τη με­γί­στη παρ­θέ­νους δέ­κα φέ­ρει,
Νί­κην φε­ρού­σας ἀ­δε­κά­στου Δε­σπό­του.

 

ν ταῖς λαμ­πρό­τη­σι τῶν Ἁ­γί­ων σου, πῶς εἰ­σε­λεύ­σο­μαι ὁ ἀ­νά­ξι­ος;
ἐ­ὰν γὰρ τολ­μή­σω, συ­νει­σελ­θεῖν εἰς τὸν Νυμ­φῶ­να,
ὁ χι­τών με ἐ­λέγ­χει, ὅ­τι οὐκ ἔ­στι τοῦ γά­μου,
καὶ δέ­σμι­ος ἐκ­βα­λοῦ­μαι ὑ­πὸ τῶν Ἀγ­γέ­λων·
κα­θά­ρι­σον Κύ­ρι­ε, τὸν ῥύ­πον τῆς ψυ­χῆς μου,
καὶ σῶ­σόν με ὡς φι­λάν­θρω­πος.

 

 

Εὐαγγέλιον τοῦ Ὄρθρου:   (Ματθ. κβ´ 15-46, κγ´ 1-39).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, συμ­βού­λι­ον ἔ­λα­βον οἱ Φα­ρι­σαῖ­οι κα­τὰ τοῦ Ἰ­η­σοῦ, ὅ­πως αὐ­τὸν πα­γι­δεύ­σω­σιν ἐν λό­γῳ.
Καὶ ἀ­πο­στέλ­λου­σιν αὐ­τῷ τοὺς μα­θη­τὰς αὐ­τῶν με­τὰ τῶν Ἡ­ρῳ­δι­α­νῶν λέ­γον­τες·
Δι­δά­σκα­λε, οἴ­δα­μεν ὅ­τι ἀ­λη­θὴς εἶ καὶ τὴν ὁ­δὸν τοῦ Θε­οῦ ἐν ἀ­λη­θεί­ᾳ δι­δά­σκεις, καὶ οὐ μέ­λει σοι πε­ρὶ οὐ­δε­νός·
οὐ γὰρ βλέ­πεις εἰς πρό­σω­πον ἀν­θρώ­πων· εἰ­πὲ οὖν ἡ­μῖν, τί σοι δο­κεῖ;
Ἔ­ξε­στι δοῦ­ναι κῆν­σον Καί­σα­ρι ἢ οὔ;
Γνοὺς δὲ ὁ Ἰ­η­σοῦς τὴν πο­νη­ρί­αν αὐ­τῶν εἶ­πε·
Τί με πει­ρά­ζε­τε, ὑ­πο­κρι­ταί; Ἐ­πι­δεί­ξα­τέ μοι τὸ νό­μι­σμα τοῦ κήν­σου.
Οἱ δὲ προ­σή­νεγ­καν αὐ­τῷ δη­νά­ρι­ον. Καὶ λέ­γει αὐ­τοῖς·
Τί­νος ἡ εἰ­κὼν αὕ­τη καὶ ἡ ἐ­πι­γρα­φή;
Λέ­γου­σιν αὐ­τῷ·
Καί­σα­ρος.
τό­τε λέ­γει αὐ­τοῖς·
Ἀ­πό­δο­τε οὖν τὰ Καί­σα­ρος Καί­σα­ρι καὶ τὰ τοῦ Θε­οῦ τῷ Θε­ῷ.
Καὶ ἀ­κού­σαν­τες ἐ­θαύ­μα­σαν, καὶ ἀ­φέν­τες αὐ­τὸν ἀ­πῆλ­θον.

 

Ἐν ἐ­κεί­νῃ τῇ ἡ­μέ­ρᾳ προ­σῆλ­θον αὐ­τῷ Σαδ­δου­καῖ­οι, οἱ λέ­γον­τες μὴ εἶ­ναι ἀ­νά­στα­σιν, καὶ ἐ­πη­ρώ­τη­σαν αὐ­τὸν λέ­γον­τες·
Δι­δά­σκα­λε, Μω­σῆς εἶ­πεν,
«Ἐ­άν τις ἀ­πο­θά­νῃ μὴ ἔ­χων τέ­κνα, ἐ­πι­γαμ­βρεύ­σει ὁ ἀ­δελ­φὸς αὐ­τοῦ τὴν γυ­ναῖ­κα αὐ­τοῦ καὶ ἀ­να­στή­σει σπέρ­μα τῷ ἀ­δελ­φῷ αὐ­τοῦ».
Ἦ­σαν δὲ παρ᾿ ἡ­μῖν ἑ­πτὰ ἀ­δελ­φοί· καὶ ὁ πρῶ­τος γα­μή­σας ἐ­τε­λεύ­τη­σε, καὶ μὴ ἔ­χων σπέρ­μα ἀ­φῆ­κε τὴν γυ­ναῖ­κα αὐ­τοῦ τῷ ἀ­δελ­φῷ αὐ­τοῦ·
ὁ­μοί­ως καὶ ὁ δεύ­τε­ρος καὶ ὁ τρί­τος, ἕ­ως τῶν ἑ­πτά· ὕ­στε­ρον δὲ πάν­των ἀ­πέ­θα­νε καὶ ἡ γυ­νή.
Ἐν τῇ οὖν ἀ­να­στά­σει τί­νος τῶν ἑ­πτὰ ἔ­σται ἡ γυ­νή; Πάν­τες γὰρ ἔ­σχον αὐ­τήν.
Ἀ­πο­κρι­θεὶς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς·
Πλα­νᾶ­σθε μὴ εἰ­δό­τες τὰς γρα­φὰς μη­δὲ τὴν δύ­να­μιν τοῦ Θε­οῦ.
Ἐν γὰρ τῇ ἀ­να­στά­σει οὔ­τε γα­μοῦ­σιν οὔ­τε ἐκ­γα­μί­ζον­ται, ἀλλ᾿ ὡς ἄγ­γε­λοι Θε­οῦ ἐν οὐ­ρα­νῷ εἰ­σι.
Πε­ρὶ δὲ τῆς ἀ­να­στά­σε­ως τῶν νε­κρῶν οὐκ ἀ­νέ­γνω­τε τὸ ῥη­θὲν ὑ­μῖν ὑ­πὸ τοῦ Θε­οῦ λέ­γον­τος,
«Ἐ­γώ εἰ­μι ὁ Θε­ὸς Ἀ­βρα­ὰμ καὶ ὁ Θε­ὸς Ἰ­σα­ὰκ καὶ ὁ Θε­ὸς Ἰ­α­κώβ»;
Οὐκ ἔ­στιν ὁ Θε­ὸς Θε­ὸς νε­κρῶν, ἀλ­λὰ ζών­των.
Καὶ ἀ­κού­σαν­τες οἱ ὄ­χλοι ἐ­ξε­πλήσ­σον­το ἐ­πὶ τῇ δι­δα­χῇ αὐ­τοῦ.

 

Οἱ δὲ Φα­ρι­σαῖ­οι ἀ­κού­σαν­τες ὅ­τι ἐ­φί­μω­σε τοὺς Σαδ­δου­καί­ους, συ­νή­χθη­σαν ἐ­πὶ τὸ αὐ­τό,
καὶ ἐ­πη­ρώ­τη­σεν εἷς ἐξ αὐ­τῶν, νο­μι­κός, πει­ρά­ζων αὐ­τὸν καὶ λέ­γων·
Δι­δά­σκα­λε, ποί­α ἐν­το­λὴ με­γά­λη ἐν τῷ νό­μῳ;
Ὁ δὲ Ἰ­η­σοῦς ἔ­φη αὐ­τῷ·
«Ἀ­γα­πή­σεις Κύ­ρι­ον τὸν Θε­όν σου ἐν ὅ­λῃ τῇ καρ­δί­ᾳ σου καὶ ἐν ὅ­λῃ τῇ ψυ­χῇ σου καὶ ἐν ὅ­λῃ τῇ δι­α­νοί­ᾳ σου».
Αὕ­τη ἐ­στὶ πρώ­τη καὶ με­γά­λη ἐν­το­λή.
Δευ­τέ­ρα δὲ ὁ­μοί­α αὐ­τῇ·
«Ἀ­γα­πή­σεις τὸν πλη­σί­ον σου ὡς σε­αυ­τόν».
Ἐν ταύ­ταις ταῖς δυ­σὶν ἐν­το­λαῖς ὅ­λος ὁ νό­μος καὶ οἱ προ­φῆ­ται κρέ­μαν­ται.

 

Συ­νηγ­μέ­νων δὲ τῶν Φα­ρι­σαί­ων ἐ­πη­ρώ­τη­σεν αὐ­τοὺς ὁ Ἰ­η­σοῦς λέ­γων·
Τί ὑ­μῖν δο­κεῖ πε­ρὶ τοῦ Χρι­στοῦ;
τί­νος υἱ­ός ἐ­στι;
Λέ­γου­σιν αὐ­τῷ·
Τοῦ Δαυ­ΐδ.
Λέ­γει αὐ­τοῖς·
Πῶς οὖν Δαυ­ῒδ ἐν Πνεύ­μα­τι Κύ­ρι­ον αὐ­τὸν κα­λεῖ λέ­γων,
«Εἶ­πεν ὁ Κύ­ρι­ος τῷ Κυ­ρί­ῳ μου, κά­θου ἐκ δε­ξι­ῶν μου ἕ­ως ἂν θῶ τοὺς ἐ­χθρούς σου ὑ­πο­πό­δι­ον τῶν πο­δῶν σου»;
Εἰ οὖν Δαυ­ῒδ κα­λεῖ αὐ­τὸν Κύ­ρι­ον, πῶς υἱ­ός αὐ­τοῦ ἐ­στι;
Καὶ οὐ­δεὶς ἐ­δύ­να­το αὐ­τῷ ἀ­πο­κρι­θῆ­ναι λό­γον, οὐ­δὲ ἐ­τόλ­μη­σέ τις ἀπ᾿ ἐ­κεί­νης τῆς ἡ­μέ­ρας ἐ­πε­ρω­τῆ­σαι αὐ­τὸν οὐ­κέ­τι.

 

Τό­τε ὁ Ἰ­η­σοῦς ἐ­λά­λη­σε τοῖς ὄ­χλοις καὶ τοῖς μα­θη­ταῖς αὐ­τοῦ λέ­γων·
Ἐ­πὶ τῆς Μω­σέ­ως κα­θέ­δρας ἐ­κά­θι­σαν οἱ γραμ­μα­τεῖς καὶ οἱ Φα­ρι­σαῖ­οι.
Πάν­τα οὖν ὅ­σα ἐ­ὰν εἴ­πω­σιν ὑ­μῖν τη­ρεῖν, τη­ρεῖ­τε καὶ ποι­εῖ­τε, κα­τὰ δὲ τὰ ἔρ­γα αὐ­τῶν μὴ ποι­εῖ­τε·
λέ­γου­σι γάρ, καὶ οὐ ποι­οῦ­σι.
Δε­σμεύ­ου­σι γὰρ φορ­τί­α βα­ρέ­α καὶ δυ­σβά­στα­κτα καὶ ἐ­πι­τι­θέ­α­σιν ἐ­πὶ τοὺς ὤ­μους τῶν ἀν­θρώ­πων, τῷ δὲ δα­κτύ­λῳ αὐ­τῶν οὐ θέ­λου­σι κι­νῆ­σαι αὐ­τά.
Πάν­τα δὲ τὰ ἔρ­γα αὐ­τῶν ποι­οῦ­σι πρὸς τὸ θε­α­θῆ­ναι τοῖς ἀν­θρώ­ποις.
Πλα­τύ­νου­σι γὰρ τὰ φυ­λα­κτή­ρι­α αὐ­τῶν καὶ με­γα­λύ­νου­σι τὰ κρά­σπε­δα τῶν ἱ­μα­τί­ων αὐ­τῶν, φι­λοῦ­σι δὲ τὴν πρω­το­κλι­σί­αν ἐν τοῖς δεί­πνοις
καὶ τὰς πρω­το­κα­θε­δρί­ας ἐν ταῖς συ­να­γω­γαῖς καὶ τοὺς ἀ­σπα­σμοὺς ἐν ταῖς ἀ­γο­ραῖς καὶ κα­λεῖ­σθαι ὑ­πὸ τῶν ἀν­θρώ­πων ραβ­βὶ ραβ­βί.
Ὑ­μεῖς δὲ μὴ κλη­θῆ­τε ραβ­βί· εἷς γὰρ ὑ­μῶν ἐ­στιν ὁ δι­δά­σκα­λος, ὁ Χρι­στός· πάν­τες δὲ ὑ­μεῖς ἀ­δελ­φοί ἐ­στε.
Καὶ πα­τέ­ρα μὴ κα­λέ­ση­τε ὑ­μῶν ἐ­πὶ τῆς γῆς· εἷς γάρ ἐ­στιν ὁ πα­τήρ ὑ­μῶν, ὁ ἐν τοῖς οὐ­ρα­νοῖς.
Μη­δὲ κλη­θῆ­τε κα­θη­γη­ταί· εἷς γὰρ ὑ­μῶν ἐ­στιν ὁ κα­θη­γη­τής, ὁ Χρι­στός.
Ὁ δὲ μεί­ζων ὑ­μῶν ἔ­σται ὑ­μῶν δι­ά­κο­νος.
Ὅ­στις δὲ ὑ­ψώ­σει ἑ­αυ­τὸν τα­πει­νω­θή­σε­ται, καὶ ὅ­στις τα­πει­νώ­σει ἑ­αυ­τὸν ὑ­ψω­θή­σε­ται.
Οὐ­αὶ δὲ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι κα­τε­σθί­ε­τε τὰς οἰ­κί­ας τῶν χη­ρῶν καὶ προ­φά­σει μα­κρὰ προ­σευ­χό­με­νοι·
δι­ὰ τοῦ­το λή­ψε­σθε πε­ρισ­σό­τε­ρον κρῖ­μα.
Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι κλεί­ε­τε τὴν βα­σι­λεί­αν τῶν οὐ­ρα­νῶν ἔμ­προ­σθεν τῶν ἀν­θρώ­πων·
ὑ­μεῖς γὰρ οὐκ εἰ­σέρ­χε­σθε, οὐ­δὲ τοὺς εἰ­σερ­χο­μέ­νους ἀ­φί­ε­τε εἰ­σελ­θεῖν.
Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι πε­ρι­ά­γε­τε τὴν θά­λασ­σαν καὶ τὴν ξη­ρὰν ποι­ῆ­σαι ἕ­να προ­σή­λυ­τον,
καὶ ὅ­ταν γέ­νη­ται, ποι­εῖ­τε αὐ­τὸν υἱ­ὸν γε­έν­νης δι­πλό­τε­ρον ὑ­μῶν.
Οὐ­αὶ ὑ­μῖν, ὁ­δη­γοὶ τυ­φλοί, οἱ λέ­γον­τες· Ὃς ἂν ὀ­μό­σῃ ἐν τῷ να­ῷ, οὐ­δέν ἐ­στιν, ὃς δ᾿ ἂν ὀ­μό­σῃ ἐν τῷ χρυ­σῷ τοῦ να­οῦ, ὀ­φεί­λει.
Μω­ροὶ καὶ τυλ­φοί! τίς γὰρ μεί­ζων ἐ­στίν, ὁ χρυ­σός ἢ ὁ να­ὸς ὁ ἁ­γι­ά­ζων τὸν χρυ­σόν;
καί· ὃς ἂν ὀ­μό­σῃ ἐν τῷ θυ­σι­α­στη­ρί­ῳ, οὐ­δέν ἐ­στιν, ὃς δ᾿ ἂν ὀ­μό­σῃ ἐν τῷ δώ­ρῳ τῷ ἐ­πά­νω αὐ­τοῦ, ὀ­φεί­λει.
Μω­ροὶ καὶ τυ­φλοί! τί γὰρ μεῖ­ζον, τὸ δῶ­ρον ἢ τὸ θυ­σι­α­στή­ρι­ον τὸ ἁ­γι­ά­ζον τὸ δῶ­ρον;
Ὁ οὖν ὀ­μό­σας ἐν τῷ θυ­σι­α­στη­ρί­ῳ ὀ­μνύ­ει ἐν αὐ­τῷ καὶ ἐν πᾶ­σι τοῖς ἐ­πά­νω αὐ­τοῦ·
καὶ ὁ ὀ­μό­σας ἐν τῷ να­ῷ ὀ­μνύ­ει ἐν αὐ­τῷ καὶ ἐν τῷ κα­τοι­κή­σαν­τι αὐ­τόν·
καὶ ὁ ὀ­μό­σας ἐν τῷ οὐ­ρα­νῷ ὀ­μνύ­ει ἐν τῷ θρό­νῳ τοῦ Θε­οῦ καὶ ἐν τῷ κα­θη­μέ­νῳ ἐ­πά­νω αὐ­τοῦ.
Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι ἀ­πο­δε­κα­τοῦ­τε τὸ ἡ­δύ­ο­σμον καὶ τὸ ἄ­νη­θον καὶ τὸ κύ­μι­νον,
καὶ ἀ­φή­κα­τε τὰ βα­ρύ­τε­ρα τοῦ νό­μου, τὴν κρί­σιν καὶ τὸν ἔ­λε­ον καὶ τὴν πί­στιν· ταῦ­τα δὲ ἔ­δει ποι­ῆ­σαι κἀ­κεῖ­να μὴ ἀ­φι­έ­ναι.
Ὁ­δη­γοὶ τυ­φλοί, οἱ δι­υ­λί­ζον­τες τὸν κώ­νω­πα, τὴν δὲ κά­μη­λον κα­τα­πί­νον­τες!
Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι κα­θα­ρί­ζε­τε τὸ ἔ­ξω­θεν τοῦ πο­τη­ρί­ου καὶ τῆς πα­ρο­ψί­δος,
ἔ­σω­θεν δὲ γέ­μου­σιν ἐξ ἁρ­πα­γῆς καὶ ἀ­δι­κί­ας.
Φα­ρι­σαῖ­ε τυ­φλέ, κα­θά­ρι­σον πρῶ­τον τὸ ἐν­τὸς τοῦ πο­τη­ρί­ου καὶ τῆς πα­ρο­ψί­δος, ἵ­να γέ­νη­ται καὶ τὸ ἐ­κτὸς αὐ­τῶν κα­θα­ρόν.
Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι πα­ρο­μοι­ά­ζε­τε τά­φοις κε­κο­νι­α­μέ­νοις,
οἵ­τι­νες ἔ­ξω­θεν μὲν φαί­νον­ται ὡ­ραῖ­οι, ἔ­σω­θεν δὲ γέ­μου­σιν ὀ­στέ­ων νε­κρῶν καὶ πά­σης ἀ­κα­θαρ­σί­ας.
Οὕ­τω καὶ ὑ­μεῖς ἔ­ξω­θεν μὲν φαί­νε­σθε τοῖς ἀν­θρώ­ποις δί­και­οι, ἔ­σω­θεν δὲ με­στοί ἐ­στε ὑ­πο­κρί­σε­ως καὶ ἀ­νο­μί­ας.
Οὐ­αὶ ὑ­μῖν, γραμ­μα­τεῖς καὶ Φα­ρι­σαῖ­οι ὑ­πο­κρι­ταί, ὅ­τι οἰ­κο­δο­μεῖ­τε τοὺς τά­φους τῶν προ­φη­τῶν καὶ κο­σμεῖ­τε τὰ μνη­μεῖ­α τῶν δι­καί­ων,
καὶ λέ­γε­τε·
Εἰ ἦ­μεν ἐν ταῖς ἡ­μέ­ραις τῶν πα­τέ­ρων ἡ­μῶν, οὐκ ἂν ἦ­μεν κοι­νω­νοὶ αὐ­τῶν ἐν τῷ αἵ­μα­τι τῶν προ­φη­τῶν.
Ὥ­στε μαρ­τυ­ρεῖ­τε ἑ­αυ­τοῖς ὅ­τι υἱ­οί ἐ­στε τῶν φο­νευ­σάν­των τοὺς προ­φή­τας. Καὶ ὑ­μεῖς πλη­ρώ­σα­τε τὸ μέ­τρον τῶν πα­τέ­ρων ὑ­μῶν.
Ὄ­φεις, γεν­νή­μα­τα ἐ­χι­δνῶν! πῶς φύ­γη­τε ἀ­πὸ τῆς κρί­σε­ως τῆς γε­έν­νης;

Δι­ὰ τοῦ­το ἰ­δοὺ ἐ­γὼ ἀ­πο­στέλ­λω πρὸς ὑ­μᾶς προ­φή­τας καὶ σο­φοὺς καὶ γραμ­μα­τεῖς, καὶ ἐξ αὐ­τῶν ἀ­πο­κτε­νεῖ­τε καὶ σταυ­ρώ­σε­τε,
καὶ ἐξ αὐ­τῶν μα­στι­γώ­σε­τε ἐν ταῖς συ­να­γω­γαῖς ὑ­μῶν καὶ δι­ώ­ξε­τε ἀ­πὸ πό­λε­ως εἰς πό­λιν,
ὅ­πως ἔλ­θῃ ἐφ᾿ ὑ­μᾶς πᾶν αἷ­μα δί­και­ον ἐκ­χυ­νό­με­νον ἐ­πὶ τῆς γῆς ἀ­πὸ τοῦ αἵ­μα­τος Ἄ­βελ τοῦ δι­καί­ου ἕ­ως τοῦ αἵ­μα­τος Ζα­χα­ρί­ου υἱ­οῦ Βα­ρα­χί­ου,
ὃν ἐ­φο­νεύ­σα­τε με­τα­ξὺ τοῦ να­οῦ καὶ τοῦ θυ­σι­α­στη­ρί­ου. Ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι ἥ­ξει ταῦ­τα πάν­τα ἐ­πὶ τὴν γε­νε­ὰν ταύ­την.

Ἱ­ε­ρου­σα­λὴμ Ἱ­ε­ρου­σα­λήμ, ἡ ἀ­πο­κτέν­νου­σα τοὺς προ­φή­τας καὶ λι­θο­βο­λοῦ­σα τοὺς ἀ­πε­σταλ­μέ­νους πρὸς αὐ­τήν!
πο­σά­κις ἠ­θέ­λη­σα ἐ­πι­συ­να­γα­γεῖν τὰ τέ­κνα σου ὃν τρό­πον ἐ­πι­συ­νά­γει ὄρ­νις τὰ νοσ­σί­α ἑ­αυ­τῆς ὑ­πὸ τὰς πτέ­ρυ­γας, καὶ οὐκ ἠ­θε­λή­σα­τε.
Ἰ­δοὺ ἀ­φί­ε­ται ὑ­μῖν ὁ οἶ­κος ὑ­μῶν ἔ­ρη­μος.
Λέ­γω γὰρ ὑ­μῖν, οὐ μή με ἴ­δη­τε ἀπ᾿ ἄρ­τι ἕ­ως ἂν εἴ­πη­τε,
«εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου».

 

Ἀκολουθία τοῦ  Ὄρθρου.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

R1_ΝΥΜΦΙΟΣ_ΚΥΡΙΑΚΗ_ΒΑΪΩΝ
Περισσότερα
2η
Περισσότερα