08 ΑΠΡΙΛΙΟΥ 2026
Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ
καθ᾿ ἣν μνείαν ποιούμεθα τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ (πόρνης) γυναικὸς
Ο ΟΡΘΡΟΣ (Τελεῖται συνήθως τῇ Μεγ. Τρίτῃ ἑσπέρας).
Στίχ. Γυνὴ βαλοῦσα σώματι Χριστοῦ μύρον,
Τὴν Νικοδήμου προὔλαβε σμυρναλόην.
Ποίημα Κασσιανῆς μοναχῆς. Ἦχος πλ. δ´.
Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις, περιπεσοῦσα γυνή, τὴν σὴν αἰσθομένη Θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν,
ὀδυρομένη μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει.
Οἴμοι! λέγουσα,
ὅτι νύξ μοι ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας.
Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων, τῆς θαλάσσης τὸ ὕδωρ·
κάμφθητί μοι, πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλίνας τοὺς οὐρανούς, τῇ ἀφάτῳ σου κενώσει·
καταφιλήσω τοὺς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν, τοῖς τῆς κεφαλῆς μου βοστρύχοις·
ὧν ἐν τῷ Παραδείσῳ, Εὔα τὸ δειλινόν,
κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη.
Ἁμαρτιῶν μου τὰ πλήθη, καὶ κριμάτων σου ἀβύσσους,
τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου;
Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.
Σὲ τὸν τῆς Παρθένου Υἱόν, πόρνη ἐπιγνοῦσα Θεὸν ἔλεγεν,
ἐν κλαυθμῷ δυσωποῦσα, ὡς δακρύων ἄξια πράξασα·
Διάλυσον τὸ χρέος, ὡς κἀγὼ τοὺς πλοκάμους·
ἀγάπησον φιλοῦσαν, τὴν δικαίως μισουμένην,
καὶ πλησίον τελωνῶν σε κηρύξω,
Εὐεργέτα φιλάνθρωπε.
Ἀκολουθία τοῦ Ὄρθρου.
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!