Η ΑΓΙΑ ΚΑΙ  ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ

Η ΑΓΙΑ ΚΑΙ  ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ
καθ᾿ ἣν ἐ­πι­τε­λοῦ­μεν ἀ­νά­μνη­σιν τῶν ἁ­γί­ων καί σω­τη­ρί­ων πα­θῶν  τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ.
Ο ΟΡΘΡΟΣ (Τε­λεῖ­ται συ­νή­θως τῇ Μ. Πέμπτη ἑ­σπέ­ρας)
ΑΙ ΜΕΓΑΛΑΙ ΩΡΑΙ
  (Τε­λοῦν­ται τῇ Μ. Πα­ρα­σκευ­ῇ πρω­ΐ).
Ο ΕΣΠΕΡΙΝΟΣ ἀ­πο­κα­θή­λω­σης (Τε­λεῖ­ται τῇ Μ. Πα­ρα­σκευ­ῇ πρω­ΐ)

 

Τὸ Εὐ­αγ­γέ­λι­ον τῆς Δι­α­θή­κης.

 (Ἰω. ιγ´ 31 – ιη´ 1).

Εἶ­πεν ὁ Κύ­ρι­ος τοῖς ἑ­αυ­τοῦ μα­θη­ταῖς·
Νῦν ἐ­δο­ξά­σθη ὁ Υἱ­ὸς τοῦ ἀν­θρώ­που, καὶ ὁ Θε­ὸς ἐ­δο­ξά­σθη ἐν αὐ­τῷ.
Εἰ ὁ Θε­ὸς ἐ­δο­ξά­σθη ἐν αὐ­τῷ, καὶ ὁ Θε­ὸς δο­ξά­σει αὐ­τὸν ἐν ἑ­αυ­τῷ, καὶ εὐ­θὺς δο­ξά­σει αὐ­τόν.
Τε­κνί­α, ἔ­τι μι­κρὸν μεθ᾿ ὑ­μῶν εἰ­μι.
Ζη­τή­σε­τέ με, καὶ κα­θὼς εἶ­πον τοῖς Ἰ­ου­δαί­οις ὅ­τι ὅ­που ὑ­πά­γω ἐ­γώ, ὑ­μεῖς οὐ δύ­να­σθε ἐλ­θεῖν, καὶ ὑ­μῖν λέ­γω ἄρ­τι.
Ἐν­το­λὴν και­νὴν δί­δω­μι ὑ­μῖν ἵ­να ἀ­γα­πᾶ­τε ἀλ­λή­λους,
κα­θὼς ἠ­γά­πη­σα ὑ­μᾶς ἵ­να καὶ ὑ­μεῖς ἀ­γα­πᾶ­τε ἀλ­λή­λους.
Ἐν τού­τῳ γνώ­σον­ται πάν­τες ὅ­τι ἐ­μοὶ μα­θη­ταί ἐ­στε, ἐ­ὰν ἀ­γά­πην ἔ­χη­τε ἐν ἀλ­λή­λοις.

Λέ­γει αὐ­τῷ Σί­μων Πέ­τρος·
Κύ­ρι­ε, ποῦ ὑ­πά­γεις;
Ἀ­πε­κρί­θη αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Ὅ­που ἐ­γὼ ὑ­πά­γω, οὐ δύ­να­σαί μοι νῦν ἀ­κο­λου­θῆ­σαι, ὕ­στε­ρον δὲ ἀ­κο­λου­θή­σεις μοι.
Λέ­γει αὐ­τῷ ὁ Πέ­τρος·
Κύ­ρι­ε, δι­α­τί οὐ δύ­να­μαί σοι ἀ­κο­λου­θῆ­σαι ἄρ­τι;
Τὴν ψυ­χήν μου ὑ­πὲρ σοῦ θή­σω.
Ἀ­πε­κρί­θη αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Τὴν ψυ­χήν σου ὑ­πὲρ ἐ­μοῦ θή­σεις!
Ἀ­μὴν ἀ­μὴν λέ­γω σοι, οὐ μὴ ἀ­λέ­κτωρ φω­νή­σει ἕ­ως οὗ ἀ­παρ­νή­σῃ με τρίς.

Μὴ τα­ρασ­σέ­σθω ὑ­μῶν ἡ καρ­δί­α· πι­στεύ­ε­τε εἰς τὸν Θε­όν, καὶ εἰς ἐ­μὲ πι­στεύ­ε­τε.
Ἐν τῇ οἰ­κί­ᾳ τοῦ πα­τρός μου πολ­λαὶ μο­ναί εἰ­σιν· εἰ δὲ μή, εἶ­πον ἂν ὑ­μῖν.
Πο­ρεύ­ο­μαι ἑ­τοι­μά­σαι τό­πον ὑ­μῖν· καὶ ἐ­ὰν πο­ρευ­θῶ καὶ ἑ­τοι­μά­σω ὑ­μῖν τό­πον,
πά­λιν ἔρ­χο­μαι καὶ πα­ρα­λή­ψο­μαι ὑ­μᾶς πρὸς ἐ­μαυ­τόν, ἵ­να ὅ­που εἰ­μὶ ἐ­γώ, καὶ ὑ­μεῖς ἦ­τε.
Καὶ ὅ­που ἐ­γώ ὑ­πά­γω οἴ­δα­τε, καὶ τὴν ὁ­δὸν οἴ­δα­τε.
Λέ­γει αὐ­τῷ Θω­μᾶς·
Κύ­ρι­ε, οὐκ οἴ­δα­μεν ποῦ ὑ­πά­γεις· καὶ πῶς δυ­νά­με­θα τὴν ὁ­δὸν εἰ­δέ­ναι;
Λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Ἐ­γώ εἰ­μι ἡ ὁ­δὸς καὶ ἡ ἀ­λή­θει­α καὶ ἡ ζω­ή· οὐ­δεὶς ἔρ­χε­ται πρὸς τὸν πα­τέ­ρα εἰ μὴ δι᾿ ἐ­μοῦ.
Εἰ ἐ­γνώ­κει­τέ με, καὶ τὸν πα­τέ­ρα μου ἐ­γνώ­κει­τε ἄν· καὶ ἀπ᾿ ἄρ­τι γι­νώ­σκε­τε αὐ­τὸν καὶ ἑ­ω­ρά­κα­τε αὐ­τόν.

Λέ­γει αὐ­τῷ Φί­λιπ­πος·
Κύ­ρι­ε, δεῖ­ξον ἡ­μῖν τὸν πα­τέ­ρα καὶ ἀρ­κεῖ ἡ­μῖν.
Λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς·
Το­σοῦ­τον χρό­νον μεθ᾿ ὑ­μῶν εἰ­μι, καὶ οὐκ ἔ­γνω­κάς με, Φί­λιπ­πε;
Ὁ ἑ­ω­ρα­κὼς ἐ­μὲ ἑ­ώ­ρα­κε τὸν πα­τέ­ρα· καὶ πῶς σὺ λέ­γεις, δεῖ­ξον ἡ­μῖν τὸν πα­τέ­ρα;
Οὐ πι­στεύ­εις ὅ­τι ἐ­γὼ ἐν τῷ πα­τρὶ καὶ ὁ πα­τὴρ ἐν ἐ­μοί ἐ­στι;
Τὰ ῥή­μα­τα ἃ ἐ­γὼ λα­λῶ ὑ­μῖν, ἀπ᾿ ἐ­μαυ­τοῦ οὐ λα­λῶ· ὁ δὲ πα­τὴρ ὁ ἐν ἐ­μοὶ μέ­νων αὐ­τὸς ποι­εῖ τὰ ἔρ­γα.
Πι­στεύ­ε­τέ μοι ὅ­τι ἐ­γὼ ἐν τῷ πα­τρὶ καὶ ὁ πα­τὴρ ἐν ἐ­μοί· εἰ δὲ μή, δι­ὰ τὰ ἔρ­γα αὐ­τὰ πι­στεύ­ε­τέ μοι.
Ἀ­μὴν ἀ­μὴν λέ­γω ὑ­μῖν,
ὁ πι­στεύ­ων εἰς ἐ­μέ, τὰ ἔρ­γα ἃ ἐ­γὼ ποι­ῶ κἀ­κεῖ­νος ποι­ή­σει, καὶ μεί­ζο­να τού­των ποι­ή­σει,
ὅ­τι ἐ­γὼ πρὸς τὸν πα­τέ­ρα μου πο­ρεύ­ο­μαι, καὶ ὅ,τι ἂν αἰ­τή­ση­τε ἐν τῷ ὀ­νό­μα­τί μου, τοῦ­το ποι­ή­σω, ἵ­να δο­ξα­σθῇ ὁ πα­τὴρ ἐν τῷ υἱ­ῷ.
Ἐ­άν τι αἰ­τή­ση­τε ἐν τῷ ὀ­νό­μα­τί μου, ἐ­γὼ ποι­ή­σω.

Ἐ­ὰν ἀ­γα­πᾶ­τέ με, τὰς ἐν­το­λὰς τὰς ἐ­μὰς τη­ρή­σα­τε, καὶ ἐ­γὼ ἐ­ρω­τή­σω τὸν πα­τέ­ρα καὶ ἄλ­λον πα­ρά­κλη­τον δώ­σει ὑ­μῖν, ἵ­να μέ­νῃ μεθ᾿ ὑ­μῶν εἰς τὸν αἰ­ῶ­να, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὃ ὁ κό­σμος οὐ δύ­να­ται λα­βεῖν, ὅ­τι οὐ θε­ω­ρεῖ αὐ­τὸ οὐ­δὲ γι­νώ­σκει αὐ­τό· ὑ­μεῖς δὲ γι­νώ­σκε­τε αὐ­τό, ὅ­τι παρ᾿ ὑ­μῖν μέ­νει καὶ ἐν ὑ­μῖν ἔ­σται.
Οὐκ ἀ­φή­σω ὑ­μᾶς ὀρ­φα­νούς· ἔρ­χο­μαι πρὸς ὑ­μᾶς.
Ἔ­τι μι­κρὸν καὶ ὁ κό­σμος με οὐ­κέ­τι θε­ω­ρεῖ, ὑ­μεῖς δὲ θε­ω­ρεῖ­τέ με, ὅ­τι ἐ­γὼ ζῶ καὶ ὑ­μεῖς ζή­σε­σθε.
Ἐν ἐ­κεί­νῃ τῇ ἡ­μέ­ρᾳ γνώ­σε­σθε ὑ­μεῖς ὅ­τι ἐ­γὼ ἐν τῷ πα­τρί μου καὶ ὑ­μεῖς ἐν ἐ­μοὶ κἀ­γὼ ἐν ὑ­μῖν.
Ὁ ἔ­χων τὰς ἐν­το­λάς μου καὶ τη­ρῶν αὐ­τάς, ἐ­κεῖ­νός ἐ­στιν ὁ ἀ­γα­πῶν με·
ὁ δὲ ἀ­γα­πῶν με ἀ­γα­πη­θή­σε­ται ὑ­πὸ τοῦ πα­τρός μου,
καὶ ἐ­γὼ ἀ­γα­πή­σω αὐ­τὸν καὶ ἐμ­φα­νί­σω αὐ­τῷ ἐ­μαυ­τόν.

Λέ­γει αὐ­τῷ Ἰ­ού­δας, οὐχ ὁ Ἰ­σκα­ρι­ώ­της·
Κύ­ρι­ε, καὶ τί γέ­γο­νεν ὅ­τι ἡ­μῖν μέλ­λεις ἐμ­φα­νί­ζειν σε­αυ­τὸν καὶ οὐ­χὶ τῷ κό­σμῳ;
Ἀ­πε­κρί­θη Ἰ­η­σοῦς καὶ εἶ­πεν αὐ­τῷ· ἐ­άν τις ἀ­γα­πᾷ με, τὸν λό­γον μου τη­ρή­σει, καὶ ὁ πα­τήρ μου ἀ­γα­πή­σει αὐ­τόν,
καὶ πρὸς αὐ­τὸν ἐ­λευ­σό­με­θα καὶ μο­νὴν παρ᾿ αὐ­τῷ ποι­ή­σο­μεν.
Ὁ μὴ ἀ­γα­πῶν με τοὺς λό­γους μου οὐ τη­ρεῖ·
καὶ ὁ λό­γος ὃν ἀ­κού­ε­τε οὐκ ἔ­στιν ἐ­μός, ἀλ­λὰ τοῦ πέμ­ψαν­τός με πα­τρός.

Ταῦ­τα λε­λά­λη­κα ὑ­μῖν παρ᾿ ὑ­μῖν μέ­νων· ὁ δὲ πα­ρά­κλη­τος, τὸ Πνεῦ­μα τὸ Ἅ­γι­ον ὃ πέμ­ψει ὁ πα­τὴρ ἐν τῷ ὀ­νό­μα­τί μου,
ἐ­κεῖ­νος ὑ­μᾶς δι­δά­ξει πάν­τα καὶ ὑ­πο­μνή­σει ὑ­μᾶς πάν­τα ἃ εἶ­πον ὑ­μῖν.
Εἰ­ρή­νην ἀ­φί­η­μι ὑ­μῖν, εἰ­ρή­νην τὴν ἐ­μὴν δί­δω­μι ὑ­μῖν· οὐ κα­θὼς ὁ κό­σμος δί­δω­σιν, ἐ­γὼ δί­δω­μι ὑ­μῖν.
Μὴ τα­ρασ­σέ­σθω ὑ­μῶν ἡ καρ­δί­α μη­δὲ δει­λι­ά­τω.
Ἠ­κού­σα­τε ὅ­τι ἐ­γὼ εἶ­πον ὑ­μῖν, ὑ­πά­γω καὶ ἔρ­χο­μαι πρὸς ὑ­μᾶς.
Εἰ ἠ­γα­πᾶ­τέ με, ἐ­χά­ρη­τε ἂν ὅ­τι εἶ­πον, πο­ρεύ­ο­μαι πρὸς τὸν πα­τέ­ρα· ὅ­τι ὁ πα­τήρ μου μεί­ζων μού ἐ­στι·
καὶ νῦν εἴ­ρη­κα ὑ­μῖν πρὶν γε­νέ­σθαι, ἵ­να ὅ­ταν γέ­νη­ται πι­στεύ­ση­τε.
Οὐ­κέ­τι πολ­λὰ λα­λή­σω μεθ᾿ ὑ­μῶν· ἔρ­χε­ται γὰρ ὁ τοῦ κό­σμου ἄρ­χων, καὶ ἐν ἐ­μοὶ οὐκ ἔ­χει οὐ­δέν·
ἀλλ᾿ ἵ­να γνῷ ὁ κό­σμος ὅ­τι ἀ­γα­πῶ τὸν πα­τέ­ρα, καὶ κα­θὼς ἐ­νε­τεί­λα­τό μοι ὁ πα­τήρ, οὕ­τω ποι­ῶ.
Ἐ­γεί­ρε­σθε ἄ­γω­μεν ἐν­τεῦ­θεν.

Ἐ­γώ εἰ­μι ἡ ἄμ­πε­λος ἡ ἀ­λη­θι­νή, καὶ ὁ πα­τήρ μου ὁ γε­ωρ­γός ἐ­στι.
Πᾶν κλῆ­μα ἐν ἐ­μοὶ μὴ φέ­ρον καρ­πόν, αἴ­ρει αὐ­τό, καὶ πᾶν τὸ καρ­πὸν φέ­ρον, κα­θαί­ρει αὐ­τό, ἵ­να πλεί­ο­να καρ­πὸν φέ­ρῃ.
Ἤ­δη ὑ­μεῖς κα­θα­ροί ἐ­στε δι­ὰ τὸν λό­γον ὃν λε­λά­λη­κα ὑ­μῖν.
Μεί­να­τε ἐν ἐ­μοί, κἀ­γὼ ἐν ὑ­μῖν.
Κα­θὼς τὸ κλῆ­μα οὐ δύ­να­ται καρ­πὸν φέ­ρειν ἀφ᾿ ἑ­αυ­τοῦ, ἐ­ὰν μὴ μεί­νῃ ἐν τῇ ἀμ­πέ­λῳ, οὕ­τως οὐ­δὲ ὑ­μεῖς, ἐ­ὰν μὴ ἐν ἐ­μοὶ μεί­νη­τε.
Ἐ­γώ εἰ­μι ἡ ἄμ­πε­λος, ὑ­μεῖς τὰ κλή­μα­τα.
Ὁ μέ­νων ἐν ἐ­μοὶ κἀ­γὼ ἐν αὐ­τῷ, οὗ­τος φέ­ρει καρ­πὸν πο­λύν, ὅ­τι χω­ρὶς ἐ­μοῦ οὐ δύ­να­σθε ποι­εῖν οὐ­δέν.
Ἐ­ὰν μή τις μεί­νῃ ἐν ἐ­μοί, ἐ­βλή­θη ἔ­ξω ὡς τὸ κλῆ­μα καὶ ἐ­ξη­ράν­θη, καὶ συ­νά­γου­σιν αὐ­τὰ καὶ εἰς τὸ πῦρ βάλ­λου­σι, καὶ καί­ε­ται.
Ἐ­ὰν μεί­νη­τε ἐν ἐ­μοὶ καὶ τὰ ῥή­μα­τά μου ἐν ὑ­μῖν μεί­νῃ, ὃ ἐ­ὰν θέ­λη­τε αἰ­τή­σα­σθε, καὶ γε­νή­σε­ται ὑ­μῖν.
Ἐν τού­τῳ ἐ­δο­ξά­σθη ὁ πα­τήρ μου, ἵ­να καρ­πὸν πο­λὺν φέ­ρη­τε, καὶ γε­νή­σε­σθε ἐ­μοὶ μα­θη­ταί.
Κα­θὼς ἠ­γά­πη­σέ με ὁ πα­τήρ, κἀ­γὼ ἠ­γά­πη­σα ὑ­μᾶς· μεί­να­τε ἐν τῇ ἀ­γά­πῃ τῇ ἐ­μῇ.
Ἐ­ὰν τὰς ἐν­το­λάς μου τη­ρή­ση­τε, με­νεῖ­τε ἐν τῇ ἀ­γά­πῃ μου, κα­θὼς ἐ­γὼ τὰς ἐν­το­λὰς τοῦ πα­τρός μου τε­τή­ρη­κα καὶ μέ­νω αὐ­τοῦ ἐν τῇ ἀ­γά­πῃ.

Ταῦ­τα λε­λά­λη­κα ὑ­μῖν ἵ­να ἡ χα­ρὰ ἡ ἐ­μὴ ἐν ὑ­μῖν μεί­νῃ καὶ ἡ χα­ρὰ ὑ­μῶν πλη­ρω­θῇ.
Αὕ­τη ἐ­στὶν ἡ ἐν­το­λὴ ἡ ἐ­μή, ἵ­να ἀ­γα­πᾶ­τε ἀλ­λή­λους κα­θὼς ἠ­γά­πη­σα ὑ­μᾶς.
Μεί­ζο­να ταύ­της ἀ­γά­πην οὐ­δεὶς ἔ­χει, ἵ­να τις τὴν ψυ­χὴν αὐ­τοῦ θῇ ὑ­πὲρ τῶν φί­λων αὐ­τοῦ.
Ὑ­μεῖς φί­λοι μού ἐ­στε, ἐ­ὰν ποι­ῆ­τε ὅ­σα ἐ­γὼ ἐν­τέλ­λο­μαι ὑ­μῖν.
Οὐ­κέ­τι ὑ­μᾶς λέ­γω δού­λους, ὅ­τι ὁ δοῦ­λος οὐκ οἶ­δε τί ποι­εῖ αὐ­τοῦ ὁ κύ­ρι­ος·
ὑ­μᾶς δὲ εἴ­ρη­κα φί­λους, ὅ­τι πάν­τα ἃ ἤ­κου­σα πα­ρὰ τοῦ πα­τρός μου ἐ­γνώ­ρι­σα ὑ­μῖν
.
Οὐχ ὑ­μεῖς με ἐ­ξε­λέ­ξα­σθε, ἀλλ᾿ ἐ­γὼ ἐ­ξε­λε­ξά­μην ὑ­μᾶς,
καὶ ἔ­θη­κα ὑ­μᾶς ἵ­να ὑ­μεῖς ὑ­πά­γη­τε καὶ καρ­πὸν φέ­ρη­τε, καὶ ὁ καρ­πὸς ὑ­μῶν μέ­νῃ,
ἵ­να ὅ,τι ἂν αἰ­τή­ση­τε τὸν πα­τέ­ρα ἐν τῷ ὀ­νό­μα­τί μου, δῷ ὑ­
μῖν. Ταῦ­τα ἐν­τέλ­λο­μαι ὑ­μῖν, ἵ­να ἀ­γα­πᾶ­τε ἀλ­λή­λους.

Εἰ ὁ κό­σμος ὑ­μᾶς μι­σεῖ, γι­νώ­σκε­τε ὅ­τι ἐ­μὲ πρῶ­τον ὑ­μῶν με­μί­ση­κεν.
Εἰ ἐκ τοῦ κό­σμου ἦ­τε, ὁ κό­σμος ἂν τὸ ἴ­δι­ον ἐ­φί­λει· ὅ­τι δὲ ἐκ τοῦ κό­σμου οὐκ ἐ­στέ, ἀλλ᾿ ἐ­γὼ ἐ­ξε­λε­ξά­μην ὑ­μᾶς ἐκ τοῦ κό­σμου, δι­ὰ τοῦ­το μι­σεῖ ὑ­μᾶς ὁ κό­σμος.
Μνη­μο­νεύ­ε­τε τοῦ λό­γου οὗ ἐ­γὼ εἶ­πον ὑ­μῖν· οὐκ ἔ­στι δοῦ­λος μεί­ζων τοῦ κυ­ρί­ου αὐ­τοῦ.
Εἰ ἐ­μὲ ἐ­δί­ω­ξαν, καὶ ὑ­μᾶς δι­ώ­ξου­σιν·
εἰ τὸν λό­γον μου ἐ­τή­ρη­σαν, καὶ τὸν ὑ­μέ­τε­ρον τη­ρή­σου­σιν.
Ἀλ­λὰ ταῦ­τα πάν­τα ποι­ή­σου­σιν ὑ­μῖν δι­ὰ τὸ ὄ­νο­μά μου, ὅ­τι οὐκ οἴ­δα­σι τὸν πέμ­ψαν­τά με.
Εἰ μὴ ἦλ­θον καὶ ἐ­λά­λη­σα αὐ­τοῖς, ἁ­μαρ­τί­αν οὐκ εἶ­χον· νῦν δὲ πρό­φα­σιν οὐκ ἔ­χου­σι πε­ρὶ τῆς ἁ­μαρ­τί­ας αὐ­τῶν.
Ὁ ἐ­μὲ μι­σῶν καὶ τὸν πα­τέ­ρα μου μι­σεῖ.
Εἰ τὰ ἔρ­γα μὴ ἐ­ποί­η­σα ἐν αὐ­τοῖς ἃ οὐ­δεὶς ἄλ­λος πε­ποί­η­κεν, ἁ­μαρ­τί­αν οὐκ εἶ­χον· νῦν δὲ καὶ ἑ­ω­ρά­κα­σι καὶ με­μι­σή­κα­σι καὶ ἐ­μὲ καὶ τὸν πα­τέ­ρα μου.
Ἀλλ᾿ ἵ­να πλη­ρω­θῇ ὁ λό­γος ὁ γε­γραμ­μέ­νος ἐν τῷ νό­μῳ αὐ­τῶν, ὅ­τι «ἐ­μί­ση­σάν με δω­ρε­άν».
Ὅ­ταν δὲ ἔλ­θῃ ὁ πα­ρά­κλη­τος ὃν ἐ­γὼ πέμ­ψω ὑ­μῖν πα­ρὰ τοῦ πα­τρός, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας ὃ πα­ρὰ τοῦ πα­τρὸς ἐκ­πο­ρεύ­ε­ται, ἐ­κεῖ­νος μαρ­τυ­ρή­σει πε­ρὶ ἐ­μοῦ· καὶ ὑ­μεῖς δὲ μαρ­τυ­ρεῖ­τε, ὅ­τι ἀπ᾿ ἀρ­χῆς μετ᾿ ἐ­μοῦ ἐ­στε.

Ταῦ­τα λε­λά­λη­κα ὑ­μῖν ἵ­να μὴ σκαν­δα­λι­σθῆ­τε.
Ἀ­πο­συ­να­γώ­γους ποι­ή­σου­σιν ὑ­μᾶς·

ἀλλ᾿ ἔρ­χε­ται ὥ­ρα ἵ­να πᾶς ὁ ἀ­πο­κτεί­νας ὑ­μᾶς δό­ξῃ λα­τρεί­αν προ­σφέ­ρειν τῷ Θε­ῷ.
Καὶ ταῦ­τα ποι­ή­σου­σιν, ὅ­τι οὐκ ἔ­γνω­σαν τὸν πα­τέ­ρα οὐ­δὲ ἐ­μέ. Ἀλ­λὰ ταῦ­τα λε­λά­λη­κα ὑ­μῖν ἵ­να ὅ­ταν ἔλ­θῃ ἡ ὥ­ρα, μνη­μο­νεύ­η­τε αὐ­τῶν ὅ­τι ἐ­γὼ εἶ­πον ὑ­μῖν.
Ταῦ­τα δὲ ὑ­μῖν ἐξ ἀρ­χῆς οὐκ εἶ­πον ὅ­τι μεθ᾿ ὑ­μῶν ἤ­μην.
Νῦν δὲ ὑ­πά­γω πρὸς τὸν πέμ­ψαν­τά με, καὶ οὐ­δεὶς ἐξ ὑ­μῶν ἐ­ρω­τᾷ με ποῦ ὑ­πά­γεις!
Ἀλλ᾿ ὅ­τι ταῦ­τα λε­λά­λη­κα ὑ­μῖν, ἡ λύ­πη πε­πλή­ρω­κεν ὑ­μῶν τὴν καρ­δί­αν.
Ἀλλ᾿ ἐ­γὼ τὴν ἀ­λή­θει­αν λέ­γω ὑ­μῖν· συμ­φέ­ρει ὑ­μῖν ἵ­να ἐ­γὼ ἀ­πέλ­θω.
Ἐ­ὰν γὰρ ἐ­γὼ μὴ ἀ­πέλ­θω, ὁ πα­ρά­κλη­τος οὐκ ἐ­λεύ­σε­ται πρὸς ὑ­μᾶς· ἐ­ὰν δὲ πο­ρευ­θῶ, πέμ­ψω αὐ­τὸν πρὸς ὑ­μᾶς·
καὶ ἐλ­θὼν ἐ­κεῖ­νος ἐ­λέγ­ξει τὸν κό­σμον πε­ρὶ ἁ­μαρ­τί­ας καὶ πε­ρὶ δι­και­ο­σύ­νης καὶ πε­ρὶ κρί­σε­ως.
Πε­ρὶ ἁ­μαρ­τί­ας μέν, ὅ­τι οὐ πι­στεύ­ου­σιν εἰς ἐ­μέ·
πε­ρὶ δι­και­ο­σύ­νης δέ, ὅ­τι πρὸς τὸν πα­τέ­ρα μου ὑ­πά­γω καὶ οὐ­κέ­τι θε­ω­ρεῖ­τέ με·
πε­ρὶ δὲ κρί­σε­ως, ὅ­τι ὁ ἄρ­χων τοῦ κό­σμου τού­του κέ­κρι­ται.

Ἔ­τι πολ­λὰ ἔ­χω λέ­γειν ὑ­μῖν, ἀλλ᾿ οὐ δύ­να­σθε βα­στά­ζειν ἄρ­τι.
Ὅ­ταν δὲ ἔλ­θῃ ἐ­κεῖ­νος, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ­δη­γή­σει ὑ­μᾶς εἰς πᾶ­σαν τὴν ἀ­λή­θει­αν·
οὐ γὰρ λα­λή­σει ἀφ᾿ ἑ­αυ­τοῦ, ἀλλ᾿ ὅ­σα ἂν ἀ­κού­σῃ λα­λή­σει, καὶ τὰ ἐρ­χό­με­να ἀ­ναγ­γε­λεῖ ὑ­μῖν.
Ἐ­κεῖ­νος ἐ­μὲ δο­ξά­σει, ὅ­τι ἐκ τοῦ ἐ­μοῦ λή­ψε­ται καὶ ἀ­ναγ­γε­λεῖ ὑ­μῖν.
Πάν­τα ὅ­σα ἔ­χει ὁ πα­τὴρ ἐ­μά ἐ­στι· δι­ὰ τοῦ­το εἶ­πον ὅ­τι ἐκ τοῦ ἐ­μοῦ λή­ψε­ται καὶ ἀ­ναγ­γε­λεῖ ὑ­μῖν.

Μι­κρὸν καὶ οὐ θε­ω­ρεῖ­τέ με, καὶ πά­λιν μι­κρὸν καὶ ὄ­ψε­σθέ με, ὅ­τι ἐ­γὼ ὑ­πά­γω πρὸς τὸν πα­τέ­ρα.
Εἶ­πον οὖν ἐκ τῶν μα­θη­τῶν αὐ­τοῦ πρὸς ἀλ­λή­λους·
τί ἐ­στι τοῦ­το ὃ λέ­γει ἡ­μῖν, μι­κρὸν καὶ οὐ θε­ω­ρεῖ­τέ με, καὶ πά­λιν μι­κρὸν καὶ ὄ­ψε­σθέ με, καὶ ὅ­τι ἐ­γὼ ὑ­πά­γω πρὸς τὸν πα­τέ­ρα;
Ἔ­λε­γον οὖν· τοῦ­το τί ἐ­στιν ὃ λέ­γει τὸ μι­κρόν; οὐκ οἴ­δα­μεν τί λα­λεῖ.
Ἔ­γνω οὖν ὁ Ἰ­η­σοῦς ὅ­τι ἤ­θε­λον αὐ­τὸν ἐ­ρω­τᾶν, καὶ εἶ­πεν αὐ­τοῖς·
Πε­ρὶ τού­του ζη­τεῖ­τε μετ᾿ ἀλ­λή­λων ὅ­τι εἶ­πον, μι­κρὸν καὶ οὐ θε­ω­ρεῖ­τέ με, καὶ πά­λιν μι­κρὸν καὶ ὄ­ψε­σθέ με;
Ἀ­μὴν ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι κλαύ­σε­τε καὶ θρη­νή­σε­τε ὑ­μεῖς, ὁ δὲ κό­σμος χα­ρή­σε­ται· ὑ­μεῖς δὲ λυ­πη­θή­σε­σθε, ἀλλ᾿ ἡ λύ­πη ὑ­μῶν εἰς χα­ρὰν γε­νή­σε­ται.
Ἡ γυ­νὴ ὅ­ταν τί­κτῃ, λύ­πην ἔ­χει, ὅ­τι ἦλ­θεν ἡ ὥ­ρα αὐ­τῆς· ὅ­ταν δὲ γεν­νή­σῃ τὸ παι­δί­ον, οὐ­κέ­τι μνη­μο­νεύ­ει τῆς θλί­ψε­ως δι­ὰ τὴν χα­ρὰν ὅ­τι ἐ­γεν­νή­θη ἄν­θρω­πος εἰς τὸν κό­σμον.
Καὶ ὑ­μεῖς οὖν λύ­πην μὲν νῦν ἔ­χε­τε·
πά­λιν δὲ ὄ­ψο­μαι ὑ­μᾶς καὶ χα­ρή­σε­ται ὑ­μῶν ἡ καρ­δί­α, καὶ τὴν χα­ρὰν ὑ­μῶν οὐ­δεὶς αἴ­ρει ἀφ᾿ ὑ­μῶν. Καὶ ἐν ἐ­κεί­νῃ τῇ ἡ­μέ­ρᾳ ἐ­μὲ οὐκ ἐ­ρω­τή­σε­τε οὐ­δέν· ἀ­μὴν ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι
ὅ­σα ἂν αἰ­τή­ση­τε τὸν πα­τέ­ρα ἐν τῷ ὀ­νό­μα­τί μου, δώ­σει ὑ­μῖν.
Ἕ­ως ἄρ­τι οὐκ ᾐ­τή­σα­τε οὐ­δὲν ἐν τῷ ὀ­νό­μα­τί μου·
αἰ­τεῖ­τε καὶ λή­ψε­σθε, ἵ­να ἡ χα­ρὰ ὑ­μῶν ᾖ πε­πλη­ρω­μέ­νη.

Ταῦ­τα ἐν πα­ροι­μί­αις λε­λά­λη­κα ὑ­μῖν·
ἀλλ᾿ ἔρ­χε­ται ὥ­ρα ὅ­τε οὐ­κέ­τι ἐν πα­ροι­μί­αις λα­λή­σω ὑ­μῖν, ἀλ­λὰ παρ­ρη­σί­ᾳ πε­ρὶ τοῦ πα­τρὸς ἀ­ναγ­γε­λῶ ὑ­μῖν.
Ἐν ἐ­κεί­νῃ τῇ ἡ­μέ­ρᾳ ἐν τῷ ὀ­νό­μα­τί μου αἰ­τή­σε­σθε· καὶ οὐ λέ­γω ὑ­μῖν ὅ­τι ἐ­γὼ ἐ­ρω­τή­σω τὸν πα­τέ­ρα πε­ρὶ ὑ­μῶν·
αὐ­τὸς γὰρ ὁ πα­τὴρ φι­λεῖ ὑ­μᾶς, ὅ­τι ὑ­μεῖς ἐ­μὲ πε­φι­λή­κα­τε, καὶ πε­πι­στεύ­κα­τε ὅ­τι ἐ­γὼ πα­ρὰ τοῦ Θε­οῦ ἐ­ξῆλ­θον.
Ἐ­ξῆλ­θον πα­ρὰ τοῦ πα­τρὸς καὶ ἐ­λή­λυ­θα εἰς τὸν κό­σμον· πά­λιν ἀ­φί­η­μι τὸν κό­σμον καὶ πο­ρεύ­ο­μαι πρὸς τὸν πα­τέ­ρα.

Λέ­γου­σιν αὐ­τῷ οἱ μα­θη­ταὶ αὐ­τοῦ·
ἴ­δε νῦν παρ­ρη­σί­ᾳ λα­λεῖς, καὶ πα­ροι­μί­αν οὐ­δε­μί­αν λέ­γεις.
Νῦν οἴ­δα­μεν ὅ­τι οἶ­δας πάν­τα καὶ οὐ χρεί­αν ἔ­χεις ἵ­να τίς σε ἐ­ρω­τᾷ.
Ἐν τού­τῳ πι­στεύ­ο­μεν ὅ­τι ἀ­πὸ Θε­οῦ ἐ­ξῆλ­θες.
Ἀ­πε­κρί­θη αὐ­τοῖς ὁ Ἰ­η­σοῦς·
Ἄρ­τι πι­στεύ­ε­τε·
ἰ­δοὺ ἔρ­χε­ται ὥ­ρα, καὶ νῦν ἐ­λή­λυ­θεν, ἵ­να σκορ­πι­σθῆ­τε ἕ­κα­στος εἰς τὰ ἴ­δι­α καὶ ἐ­μὲ μό­νον ἀ­φῆ­τε· καὶ οὐκ εἰ­μὶ μό­νος, ὅ­τι ὁ πα­τὴρ μετ᾿ ἐ­μοῦ ἐ­στι.
Ταῦ­τα λε­λά­λη­κα ὑ­μῖν ἵ­να ἐν ἐ­μοὶ εἰ­ρή­νην ἔ­χη­τε.
Ἐν τῷ κό­σμῳ θλῖ­ψιν ἕ­ξε­τε·
ἀλ­λὰ θαρ­σεῖ­τε, ἐ­γὼ νε­νί­κη­κα τὸν κό­σμον.

Ταῦ­τα ἐ­λά­λη­σεν ὁ Ἰ­η­σοῦς, καὶ ἐ­πῆ­ρε τοὺς ὀ­φθαλ­μοὺς αὐ­τοῦ εἰς τὸν οὐ­ρα­νὸν καὶ εἶ­πε·
Πά­τερ, ἐ­λή­θυ­θεν ἡ ὥ­ρα· Δό­ξα­σόν σου τὸν Υἱ­όν, ἵ­να καὶ ὁ Υἱ­ός σου δο­ξά­σῃ σε,
κα­θὼς ἔ­δω­κας αὐ­τῷ ἐ­ξου­σί­αν πά­σης σαρ­κός, ἵ­να πᾶν ὃ δέ­δω­κας αὐ­τῷ δώ­σῃ αὐ­τοῖς ζω­ὴν αἰ­ώ­νι­ον.
Αὕ­τη δέ ἐ­στιν ἡ αἰ­ώ­νι­ος ζω­ή, ἵ­να γι­νώ­σκω­σί σε τὸν μό­νον ἀ­λη­θι­νὸν Θε­ὸν καὶ ὃν ἀ­πέ­στει­λας Ἰ­η­σοῦν Χρι­στόν.
Ἐ­γώ σε ἐ­δό­ξα­σα ἐ­πὶ τῆς γῆς, τὸ ἔρ­γον ἐ­τε­λεί­ω­σα ὃ δέ­δω­κάς μοι ἵ­να ποι­ή­σω· καὶ νῦν δό­ξα­σόν με σύ, πά­τερ, πα­ρὰ σε­αυ­τῷ τῇ δό­ξῃ ᾗ εἶ­χον πρὸ τοῦ τὸν κό­σμον εἶ­ναι πα­ρὰ σοί.
Ἐ­φα­νέ­ρω­σά σου τὸ ὄ­νο­μα τοῖς ἀν­θρώ­ποις οὓς δέ­δω­κάς μοι ἐκ τοῦ κό­σμου· σοὶ ἦ­σαν καὶ ἐ­μοὶ αὐ­τοὺς δέ­δω­κας, καὶ τὸν λό­γον σου τε­τη­ρή­κα­σι.
Νῦν ἔ­γνω­καν ὅ­τι πάν­τα ὅ­σα δέ­δω­κάς μοι πα­ρὰ σοῦ ἐ­στιν· ὅ­τι τὰ ῥή­μα­τα ἃ δέ­δω­κάς μοι δέ­δω­κα αὐ­τοῖς, καὶ αὐ­τοὶ ἔ­λα­βον, καὶ ἔ­γνω­σαν ἀ­λη­θῶς ὅ­τι πα­ρὰ σοῦ ἐ­ξῆλ­θον, καὶ ἐ­πί­στευ­σαν ὅ­τι σύ με ἀ­πέ­στει­λας.
Ἐ­γὼ πε­ρὶ αὐ­τῶν ἐ­ρω­τῶ· οὐ πε­ρὶ τοῦ κό­σμου ἐ­ρω­τῶ, ἀλ­λὰ πε­ρὶ ὧν δέ­δω­κάς μοι, ὅ­τι σοί εἰ­σι, καὶ τὰ ἐ­μὰ πάν­τα σά ἐ­στι καὶ τὰ σὰ ἐ­μά, καὶ δε­δό­ξα­σμαι ἐν αὐ­τοῖς.
Καὶ οὐ­κέ­τι εἰ­μὶ ἐν τῷ κό­σμῳ, καὶ οὗ­τοι ἐν τῷ κό­σμῳ εἰ­σί, καὶ ἐ­γὼ πρὸς σὲ ἔρ­χο­μαι.
Πά­τερ ἅ­γι­ε, τή­ρη­σον αὐ­τοὺς ἐν τῷ ὀ­νό­μα­τί σου οὓς δέ­δω­κάς μοι, ἵ­να ὦ­σιν ἓν κα­θὼς ἡ­μεῖς.
Ὅ­τε ἤ­μην μετ᾿ αὐ­τῶν ἐν τῷ κό­σμῳ, ἐ­γὼ ἐ­τή­ρουν αὐ­τοὺς ἐν τῷ ὀ­νό­μα­τί σου· οὓς δέ­δω­κάς μοι ἐ­φύ­λα­ξα, καὶ οὐ­δεὶς ἐξ αὐ­τῶν ἀ­πώ­λε­το εἰ μὴ ὁ υἱ­ὸς τῆς ἀ­πω­λεί­ας, ἵ­να ἡ γρα­φὴ πλη­ρω­θῇ.
Νῦν δὲ πρὸς σὲ ἔρ­χο­μαι, καὶ ταῦ­τα λα­λῶ ἐν τῷ κό­σμῳ ἵ­να ἔ­χω­σι τὴν χα­ρὰν τὴν ἐ­μὴν πε­πλη­ρω­μέ­νην ἐν αὑ­τοῖς. Ἐ
­γὼ δέ­δω­κα αὐ­τοῖς τὸν λό­γον σου, καὶ ὁ κό­σμος ἐ­μί­ση­σεν αὐ­τούς, ὅ­τι οὐκ εἰ­σὶν ἐκ τοῦ κό­σμου, κα­θὼς ἐ­γὼ οὐκ εἰ­μὶ ἐκ τοῦ κό­σμου.
Οὐκ ἐ­ρω­τῶ ἵ­να ἄ­ρῃς αὐ­τοὺς ἐκ τοῦ κό­σμου, ἀλλ᾿ ἵ­να τη­ρή­σῃς αὐ­τοὺς ἐκ τοῦ πο­νη­ροῦ.
Ἐκ τοῦ κό­σμου οὐκ εἰ­σί, κα­θὼς ἐ­γὼ ἐκ τοῦ κό­σμου οὐκ εἰ­μί.
Ἁ­γί­α­σον αὐ­τοὺς ἐν τῇ ἀ­λη­θεί­ᾳ σου· ὁ λό­γος ὁ σὸς ἀ­λή­θει­ά ἐ­στι.

Κα­θὼς ἐ­μὲ ἀ­πέ­στει­λας εἰς τὸν κό­σμον, κἀ­γὼ ἀ­πέ­στει­λα αὐ­τοὺς εἰς τὸν κό­σμον· καὶ ὑ­πὲρ αὐ­τῶν ἐ­γὼ ἁ­γι­ά­ζω ἐ­μαυ­τόν, ἵ­να καὶ αὐ­τοὶ ὦ­σιν ἡ­γι­α­σμέ­νοι ἐν ἀ­λη­θεί­ᾳ.
Οὐ πε­ρὶ τού­των δὲ ἐ­ρω­τῶ μό­νον, ἀλ­λὰ καὶ πε­ρὶ τῶν πι­στευ­όν­των δι­ὰ τοῦ λό­γου αὐ­τῶν εἰς ἐ­μέ, ἵ­να πάν­τες ἓν ὦ­σι, κα­θὼς σύ, πά­τερ, ἐν ἐ­μοὶ κἀ­γὼ ἐν σοί, ἵ­να καὶ αὐ­τοὶ ἐν ἡ­μῖν ἓν ὦ­σιν, ἵ­να ὁ κό­σμος πι­στεύ­σῃ ὅ­τι σύ με ἀ­πέ­στει­λας.
Καὶ ἐ­γὼ τὴν δό­ξαν ἣν δέ­δω­κάς μοι δέ­δω­κα αὐ­τοῖς, ἵ­να ὦ­σιν ἓν κα­θὼς ἡ­μεῖς ἕν ἐ­σμεν, ἐ­γὼ ἐν αὐ­τοῖς καὶ σὺ ἐν ἐ­μοί, ἵ­να ὦ­σι τε­τε­λει­ω­μέ­νοι εἰς ἕν, καὶ ἵ­να γι­νώ­σκῃ ὁ κό­σμος ὅ­τι σύ με ἀ­πέ­στει­λας καὶ ἠ­γά­πη­σας αὐ­τοὺς κα­θὼς ἐ­μὲ ἠ­γά­πη­σας.
Πά­τερ, οὓς δέ­δω­κάς μοι, θέ­λω ἵ­να ὅ­που εἰ­μὶ ἐ­γὼ κἀ­κεῖ­νοι ὦ­σι μετ᾿ ἐ­μοῦ, ἵ­να θε­ω­ρῶ­σι τὴν δό­ξαν τὴν ἐ­μὴν ἣν δέ­δω­κάς μοι, ὅ­τι ἠ­γά­πη­σάς με πρὸ κα­τα­βο­λῆς κό­σμου.
Πά­τερ δί­και­ε, καὶ ὁ κό­σμος σε οὐκ ἔ­γνω, ἐ­γὼ δέ σε ἔ­γνων, καὶ οὗ­τοι ἔ­γνω­σαν ὅ­τι σύ με ἀ­πέ­στει­λας· καὶ ἐ­γνώ­ρι­σα αὐ­τοῖς τὸ ὄ­νο­μά σου καὶ γνω­ρί­σω, ἵ­να ἡ ἀ­γά­πη ἣν ἠ­γά­πη­σάς με ἐν αὐ­τοῖς ᾖ, κἀ­γὼ ἐν αὐ­τοῖς.

Ταῦ­τα εἰ­πὼν ὁ Ἰ­η­σοῦς ἐ­ξῆλ­θε σὺν τοῖς μα­θη­ταῖς αὐ­τοῦ πέ­ραν τοῦ χει­μάρ­ρου τῶν Κέ­δρων, ὅ­που ἦν κῆ­πος, εἰς ὃν εἰ­σῆλ­θεν αὐ­τὸς καὶ οἱ μα­θη­ταὶ αὐ­τοῦ.

Ἀκολουθίες
Ὄρθρου Μ. Πα­ρα­σκευ­ῇς Τε­λεῖ­ται τῇ Μ. Πέμπτη εσπέρας)
Μεγάλων Ωρών (Τε­λοῦν­ται τῇ Μ. Πα­ρα­σκευ­ῇ πρω­ΐ)
Ἑσπερινοῦ ἀ­πο­κα­θή­λω­σης (Τε­λεῖ­ται τῇ Μ. Πα­ρα­σκευ­ῇ πρω­ΐ)

 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Δείτε ακόμη

R5_ΜΕΓΑΛΗ_ΠΕΜΠΤΗ
Περισσότερα
R4_ΜΕΓΑΛΗ_ΤΕΤΑΡΤΗ
Περισσότερα