31 ΜΑΪΟΥ 2026 ΚΥΡΙΑΚΗ Η ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ
«Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ»  

31 ΜΑΪΟΥ 2026  † ΚΥΡΙΑΚΗ Η´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ
«Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ»
Τυ­πι­κὸν Πεν­τη­κο­στα­ρί­ου §§47-50.

 

Πάν­τα χο­ρη­γεῖ τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον·
βρύ­ει προ­φη­τεί­ας,
ἱ­ε­ρέ­ας τε­λει­οῖ,
ἀ­γραμ­μά­τους σο­φί­αν ἐ­δί­δα­ξεν,
ἁ­λι­εῖς θε­ο­λό­γους ἀ­νέ­δει­ξεν,
ὅ­λον συγ­κρο­τεῖ τὸν θε­σμὸν τῆς Ἐκ­κλη­σί­ας.
Ὁ­μο­ού­σι­ε καὶ ὁ­μό­θρο­νε,  τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ,
Πα­ρά­κλη­τε, δό­ξα σοι.

 

 

 

Ἀ­πό­στο­λος  Τῆς Εορτής   (Πρξ. β´ 1-11)   Πρά­ξε­ων τῶν Ἀ­πο­στό­λων τὸ Ἀ­νά­γνω­σμα.

ν τῷ συμ­πλη­ροῦ­σθαι τὴν ἡ­μέ­ραν τῆς πεν­τη­κο­στῆς ἦ­σαν ἅ­παν­τες οἱ ἀ­πό­στο­λοι ὁ­μο­θυ­μα­δὸν ἐ­πὶ τὸ αὐ­τό.
Καὶ ἐ­γέ­νε­το ἄφ­νω ἐκ τοῦ οὐ­ρα­νοῦ ἦ­χος ὥ­σπερ φε­ρο­μέ­νης πνο­ῆς βι­αί­ας, καὶ ἐ­πλή­ρω­σεν ὅ­λον τὸν οἶ­κον οὗ ἦ­σαν κα­θή­με­νοι·
καὶ ὤ­φθη­σαν αὐ­τοῖς δι­α­με­ρι­ζό­με­ναι γλῶσ­σαι ὡ­σεὶ πυ­ρός, ἐ­κά­θι­σέ τε ἐφ᾿ ἕ­να ἕ­κα­στον αὐ­τῶν, καὶ ἐ­πλή­σθη­σαν ἅ­παν­τες Πνεύ­μα­τος Ἁ­γί­ου,
καὶ ἤρ­ξαν­το λα­λεῖν ἑ­τέ­ραις γλώσ­σαις κα­θὼς τὸ Πνεῦ­μα ἐ­δί­δου αὐ­τοῖς ἀ­πο­φθέγ­γε­σθαι.
Ἦ­σαν δὲ ἐν Ἱ­ε­ρου­σα­λὴμ κα­τοι­κοῦν­τες Ἰ­ου­δαῖ­οι, ἄν­δρες εὐ­λα­βεῖς ἀ­πὸ παν­τὸς ἔ­θνους τῶν ὑ­πὸ τὸν οὐ­ρα­νόν·
γε­νο­μέ­νης δὲ τῆς φω­νῆς ταύ­της συ­νῆλ­θε τὸ πλῆ­θος καὶ συ­νε­χύ­θη, ὅ­τι ἤ­κου­ον εἷς ἕ­κα­στος τῇ ἰ­δί­ᾳ δι­α­λέ­κτῳ λα­λούν­των αὐ­τῶν.
Ἐ­ξί­σταν­το δὲ πάν­τες καὶ ἐ­θαύ­μα­ζον λέ­γον­τες πρὸς ἀλ­λή­λους·
Οὐκ ἰ­δοὺ πάν­τες οὗ­τοί εἰ­σιν οἱ λα­λοῦν­τες Γα­λι­λαῖ­οι;
Καὶ πῶς ἡ­μεῖς ἀ­κού­ο­μεν ἕ­κα­στος τῇ ἰ­δί­ᾳ δι­α­λέ­κτῳ ἡ­μῶν ἐν ᾗ ἐ­γεν­νή­θη­μεν,
Πάρ­θοι καὶ Μῆ­δοι καὶ Ἐ­λα­μῖ­ται, καὶ οἱ κα­τοι­κοῦν­τες τὴν Με­σο­πο­τα­μί­αν, Ἰ­ου­δαί­αν τε καὶ Καπ­πα­δο­κί­αν,
Πόν­τον καὶ τὴν Ἀ­σί­αν, Φρυ­γί­αν τε καὶ Παμ­φυ­λί­αν, Αἴ­γυ­πτον καὶ τὰ μέ­ρη τῆς Λι­βύ­ης τῆς κα­τὰ Κυ­ρή­νην,
καὶ οἱ ἐ­πι­δη­μοῦν­τες Ῥω­μαῖ­οι, Ἰ­ου­δαῖ­οί τε καὶ προ­σή­λυ­τοι, Κρῆ­τες καὶ Ἄ­ρα­βες,
ἀ­κού­ο­μεν λα­λούν­των αὐ­τῶν ταῖς ἡ­με­τέ­ραις γλώσ­σαις τὰ με­γα­λεῖ­α τοῦ Θε­οῦ;

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (37-52, η´ 12).

Τῇ ἐ­σχά­τῃ ἡ­μέ­ρᾳ τῇ με­γά­λῃ τῆς ἑ­ορ­τῆς εἱ­στή­κει ὁ Ἰ­η­σοῦς καὶ ἔ­κρα­ξε λέ­γων·
Ἐ­άν τις δι­ψᾷ, ἐρ­χέ­σθω πρός με καὶ πι­νέ­τω.
Ὁ πι­στεύ­ων εἰς ἐ­μέ, κα­θὼς εἶ­πεν ἡ γρα­φή, πο­τα­μοὶ ἐκ τῆς κοι­λί­ας αὐ­τοῦ ῥεύ­σου­σιν ὕ­δα­τος ζῶν­τος.
Τοῦ­το δὲ εἶ­πε πε­ρὶ τοῦ Πνεύ­μα­τος οὗ ἔ­μελ­λον λαμ­βά­νειν οἱ πι­στεύ­σαν­τες εἰς αὐ­τόν·
οὔ­πω γὰρ ἦν Πνεῦ­μα Ἅ­γι­ον, ὅ­τι Ἰ­η­σοῦς οὐ­δέ­πω ἐ­δο­ξά­σθη.
Πολ­λοὶ οὖν ἐκ τοῦ ὄ­χλου ἀ­κού­σαν­τες τὸν λό­γον ἔ­λε­γον·
Οὗ­τός ἐ­στιν ἀ­λη­θῶς ὁ προ­φή­της·
ἄλ­λοι ἔ­λε­γον·
Οὗ­τός ἐ­στιν ὁ Χρι­στός·
ἄλ­λοι δὲ ἔ­λε­γον·
Μὴ γὰρ ἐκ τῆς Γα­λι­λαί­ας ὁ Χρι­στὸς ἔρ­χε­ται;
Οὐ­χὶ ἡ γρα­φὴ εἶ­πεν ὅ­τι ἐκ τοῦ σπέρ­μα­τος Δαυ­ῒδ καὶ ἀ­πὸ Βη­θλε­ὲμ τῆς κώ­μης, ὅ­που ἦν Δαυ­ΐδ, ὁ Χρι­στὸς ἔρ­χε­ται;
Σχί­σμα οὖν ἐν τῷ ὄ­χλῳ ἐ­γέ­νε­το δι᾿ αὐ­τόν.
Τι­νὲς δὲ ἤ­θε­λον ἐξ αὐ­τῶν πι­ά­σαι αὐ­τόν, ἀλλ᾿ οὐ­δεὶς ἐ­πέ­βα­λεν ἐπ᾿ αὐ­τὸν τὰς χεῖ­ρας.
Ἦλ­θον οὖν οἱ ὑ­πη­ρέ­ται πρὸς τοὺς ἀρ­χι­ε­ρεῖς καὶ Φα­ρι­σαί­ους, καὶ εἶ­πον αὐ­τοῖς ἐ­κεῖ­νοι·
Δι­α­τί οὐκ ἠ­γά­γε­τε αὐ­τόν;
Ἀ­πε­κρί­θη­σαν οἱ ὑ­πη­ρέ­ται·
Οὐ­δέ­πο­τε οὕ­τως ἐ­λά­λη­σεν ἄν­θρω­πος, ὡς οὗ­τος ὁ ἄν­θρω­πος.
Ἀ­πε­κρί­θη­σαν οὖν αὐ­τοῖς οἱ Φα­ρι­σαῖ­οι·
Μὴ καὶ ὑ­μεῖς πε­πλά­νη­σθε;
Μή τις ἐκ τῶν ἀρ­χόν­των ἐ­πί­στευ­σεν εἰς αὐ­τὸν ἢ ἐκ τῶν Φα­ρι­σαί­ων;
Ἀλλ᾿ ὁ ὄ­χλος οὗ­τος ὁ μὴ γι­νώ­σκων τὸν νό­μον ἐ­πι­κα­τά­ρα­τοί εἰ­σι!
λέ­γει Νι­κό­δη­μος πρὸς αὐ­τούς, ὁ ἐλ­θὼν νυ­κτὸς πρὸς αὐ­τὸν, εἷς ὢν ἐξ αὐ­τῶν·
Μὴ ὁ νό­μος ἡ­μῶν κρί­νει τὸν ἄν­θρω­πον, ἐ­ὰν μὴ ἀ­κού­σῃ παρ᾿ αὐ­τοῦ πρό­τε­ρον καὶ γνῷ τί ποι­εῖ;
Ἀ­πε­κρί­θη­σαν καὶ εἶ­πον αὐ­τῷ·
Μὴ καὶ σὺ ἐκ τῆς Γα­λι­λαί­ας εἶ;
Ἐ­ρεύ­νη­σον καὶ ἴ­δε ὅ­τι προ­φή­της ἐκ τῆς Γα­λι­λαί­ας οὐκ ἐ­γή­γερ­ται.
Πά­λιν οὖν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς ἐ­λά­λη­σε λέ­γων·
Ἐ­γώ εἰ­μι τὸ φῶς τοῦ κό­σμου· ὁ ἀ­κο­λου­θῶν ἐ­μοὶ οὐ μὴ πε­ρι­πα­τή­σῃ ἐν τῇ σκο­τί­ᾳ, ἀλλ᾿ ἕ­ξει τὸ φῶς τῆς ζω­ῆς.

 

 

Ὅ­σοι εἰς Χρι­στὸν ἐ­βα­πτί­σθη­τε,  Χρι­στὸν ἐ­νε­δύ­σα­σθε, Ἀλ­λη­λού­ϊ­α.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας καὶ Ἑσπερινοῦ τῆς γονυκλισίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Δείτε ακόμη

moni-stomiou
Περισσότερα
21
Περισσότερα