05 Ιουλίου 2026 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

05 ΙΟΥΛΙΟΥ 2026 † ΚΥΡΙΑΚΗ Ε´ ΜΑΤΘΑΙΟΥ
Ἀ­θα­να­σί­ου τοῦ ἐν Ἄ­θω (†1000) καὶ Λαμ­πα­δοῦ ὁ­σί­ων.
Ἦ­χος δ´. Ἑ­ω­θι­νὸν ε´.

 

Ἀ­πό­στο­λος  τοῦ ὁσίου (Πρὸς Γα­λά­τας (ε´ 22-26, στ´ 1-2).  (Ζή­τει τῇ ΙΖ´ Ἰ­α­νου­α­ρί­ου ἢ Ε´Δε­κεμ­βρί­ου,  ἢ τῷ Σαβ­βά­τῳ τῆς ΚΖ´ ἑ­βδο­μά­δος).

 

­δελ­φοί,
ὁ καρ­πὸς τοῦ Πνεύ­μα­τός ἐ­στιν ἀ­γά­πη,
χα­ρά,
εἰ­ρή­νη,
μα­κρο­θυ­μί­α,
χρη­στό­της,
ἀ­γα­θω­σύ­νη,
πί­στις,
πρᾳ­ό­της,
ἐγ­κρά­τει­α·
κα­τὰ τῶν τοι­ού­των οὐκ ἔ­στι νό­μος.
Οἱ δὲ τοῦ Χρι­στοῦ τὴν σάρ­κα ἐ­σταύ­ρω­σαν σὺν τοῖς πα­θή­μα­σι καὶ ταῖς ἐ­πι­θυ­μί­αις.
Εἰ ζῶ­μεν Πνεύ­μα­τι, πνεύ­μα­τι καὶ στοι­χῶ­μεν.
Μὴ γι­νώ­με­θα κε­νό­δο­ξοι, ἀλ­λή­λους προ­κα­λού­με­νοι, ἀλ­λή­λοις φθο­νοῦν­τες.
Ἀ­δελ­φοί,
ἐ­ὰν καὶ προ­λη­φθῇ ἄν­θρω­πος ἔν τι­νι πα­ρα­πτώ­μα­τι,
ὑ­μεῖς οἱ πνευ­μα­τι­κοὶ κα­ταρ­τί­ζε­τε τὸν τοι­οῦ­τον ἐν πνεύ­μα­τι πρᾳ­ό­τη­τος,
σκο­πῶν σε­αυ­τόν, μὴ καὶ σὺ πει­ρα­σθῇς.
Ἀλ­λή­λων τὰ βά­ρη βα­στά­ζε­τε,
καὶ οὕ­τως ἀ­να­πλη­ρώ­σα­τε τὸν νό­μον τοῦ Χρι­στοῦ.

 

 

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (η´ 28-34, θ´ 1)

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐλ­θόν­τι τῷ Ἰ­η­σοῦ εἰς τὴν χώ­ραν τῶν Γερ­γε­ση­νῶν
ὑ­πήν­τη­σαν αὐ­τῷ δύ­ο δαι­μο­νι­ζό­με­νοι ἐκ τῶν μνη­μεί­ων ἐ­ξερ­χό­με­νοι,
χα­λε­ποὶ λί­αν, ὥ­στε μὴ ἰ­σχύ­ειν τι­νὰ πα­ρελ­θεῖν δι­ὰ τῆς ὁ­δοῦ ἐ­κεί­νης.
Καὶ ἰ­δοὺ ἔ­κρα­ξαν λέ­γον­τες·
Τί ἡ­μῖν καὶ σοί, Ἰ­η­σοῦ υἱ­ὲ τοῦ Θε­οῦ; ἦλ­θες ὧ­δε πρὸ και­ροῦ βα­σα­νί­σαι ἡ­μᾶς;
Ἦν δὲ μα­κρὰν ἀπ᾿ αὐ­τῶν ἀ­γέ­λη χοί­ρων πολ­λῶν βο­σκο­μέ­νη.
Οἱ δὲ δαί­μο­νες πα­ρε­κά­λουν αὐ­τὸν λέ­γον­τες·
Εἰ ἐκ­βάλ­λεις ἡ­μᾶς, ἐ­πί­τρε­ψον ἡ­μῖν ἀ­πελ­θεῖν εἰς τὴν ἀ­γέ­λην τῶν χοί­ρων.
Καὶ εἶ­πεν αὐ­τοῖς·
Ὑ­πά­γε­τε.
Οἱ δὲ ἐ­ξελ­θόν­τες ἀ­πῆλ­θον εἰς τὴν ἀ­γέ­λην τῶν χοί­ρων·
καὶ ἰ­δοὺ ὥρ­μη­σεν πᾶ­σα ἡ ἀ­γέ­λη τῶν χοί­ρων κα­τὰ τοῦ κρη­μνοῦ εἰς τὴν θά­λασ­σαν, καὶ ἀ­πέ­θα­νον ἐν τοῖς ὕ­δα­σιν.
Οἱ δὲ βό­σκον­τες ἔ­φυ­γον, καὶ ἀ­πελ­θόν­τες εἰς τὴν πό­λιν ἀ­πήγ­γει­λαν πάν­τα καὶ τὰ τῶν δαι­μο­νι­ζο­μέ­νων.
Καὶ ἰ­δοὺ πᾶ­σα ἡ πό­λις ἐ­ξῆλ­θεν εἰς συ­νάν­τη­σιν τῷ Ἰ­η­σοῦ,
καὶ ἰ­δόν­τες αὐ­τὸν πα­ρε­κά­λε­σαν ὅ­πως με­τα­βῇ ἀ­πὸ τῶν ὁ­ρί­ων αὐ­τῶν.
Καὶ ἐμ­βὰς εἰς πλοῖ­ον δι­ε­πέ­ρα­σεν καὶ ἦλ­θεν εἰς τὴν ἰ­δί­αν πό­λιν.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Δείτε ακόμη

politeknoi
Περισσότερα
61
Περισσότερα