8 Νοεμβρίου 2026 ΚΥΡΙΑΚΗ Z ΛΟΥΚΑ

† Σύ­να­ξις τῶν ἀρ­χι­στρα­τή­γων Μι­χα­ήλ καὶ Γα­βρι­ὴλ καὶ τῶν λοι­πῶν ἀ­σω­μά­των δυ­νά­με­ων.
Ἦ­χος πλ. β´. Ἑ­ω­θι­νὸν α´. (Τυ­πι­κὸν 8ης Νο­εμ­βρί­ου §16).

 

Εὐαγγέλιον Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (η´ 41- 56)

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἄν­θρω­πός τις προ­σῆλ­θε τῷ Ἰ­η­σοῦ, ᾧ ὄ­νο­μα Ἰ­ά­ει­ρος, καὶ αὐ­τὸς ἄρ­χων τῆς συ­να­γω­γῆς ὑ­πῆρ­χε·
καὶ πε­σὼν πα­ρὰ τοὺς πό­δας τοῦ Ἰ­η­σοῦ πα­ρε­κά­λει αὐ­τὸν εἰ­σελ­θεῖν εἰς τὸν οἶ­κον αὐ­τοῦ,
ὅ­τι θυ­γά­τηρ μο­νο­γε­νὴς ἦν αὐ­τῷ ὡς ἐ­τῶν δώ­δε­κα καὶ αὕ­τη ἀ­πέ­θνῃ­σκεν.
Ἐν δὲ τῷ ὑ­πά­γειν αὐ­τὸν οἱ ὄ­χλοι συ­νέ­πνι­γον αὐ­τόν.
Καὶ γυ­νὴ οὖ­σα ἐν ῥύ­σει αἵ­μα­τος ἀ­πὸ ἐ­τῶν δώ­δε­κα,
ἥ­τις ἰ­α­τροῖς προ­σα­να­λώ­σα­σα ὅ­λον τὸν βί­ον οὐκ ἴ­σχυ­σεν ὑπ᾿ οὐ­δε­νὸς θε­ρα­πευ­θῆ­ναι,
προ­σελ­θοῦ­σα ὄ­πι­σθεν ἥ­ψα­το τοῦ κρα­σπέ­δου τοῦ ἱ­μα­τί­ου αὐ­τοῦ, καὶ πα­ρα­χρῆ­μα ἔ­στη ἡ ῥύ­σις τοῦ αἵ­μα­τος αὐ­τῆς
.
Καὶ εἶ­πεν ὁ Ἰ­η­σοῦς·
Τίς ὁ ἁ­ψά­με­νός μου;
ἀρ­νου­μέ­νων δὲ πάν­των εἶ­πεν ὁ Πέ­τρος καὶ οἱ σὺν αὐ­τῷ·
Ἐ­πι­στά­τα, οἱ ὄ­χλοι συ­νέ­χου­σί σε καὶ ἀ­πο­θλί­βου­σι καὶ λέ­γεις τίς ὁ ἁ­ψά­με­νός μου;
Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν·
Ἥ­ψα­τό μού τις· ἐ­γὼ γὰρ ἔ­γνων δύ­να­μιν ἐ­ξελ­θοῦ­σαν ἀπ᾿ ἐ­μοῦ.
Ἰ­δοῦ­σα δὲ ἡ γυ­νὴ ὅ­τι οὐκ ἔ­λα­θε,
τρέ­μου­σα ἦλ­θε καὶ προ­σπε­σοῦ­σα αὐ­τῷ δι᾿ ἣν αἰ­τί­αν ἥ­ψα­το αὐ­τοῦ ἀ­πήγ­γει­λεν αὐ­τῷ ἐ­νώ­πι­ον παν­τὸς τοῦ λα­οῦ, καὶ ὡς ἰ­ά­θη πα­ρα­χρῆ­μα.
Ὁ δὲ εἶ­πεν αὐ­τῇ·
Θάρ­σει, θύ­γα­τερ, ἡ πί­στις σου σέ­σω­κέ σε· πο­ρεύ­ου εἰς εἰ­ρή­νην.
Ἔ­τι αὐ­τοῦ λα­λοῦν­τος ἔρ­χε­ταί τις πα­ρὰ τοῦ ἀρ­χι­συ­να­γώ­γου λέ­γων αὐ­τῷ ὅ­τι Τέ­θνη­κεν ἡ θυ­γά­τηρ σου· μὴ σκύλ­λε τὸν δι­δά­σκα­λον.
Ὁ δὲ Ἰ­η­σοῦς ἀ­κού­σας ἀ­πε­κρί­θη αὐ­τῷ λέ­γων·
Μὴ φο­βοῦ· μό­νον πί­στευ­ε, καὶ σω­θή­σε­ται.
Ἐλ­θὼν δὲ εἰς τὴν οἰ­κί­αν οὐκ ἀ­φῆ­κεν εἰ­σελ­θεῖν οὐ­δέ­να εἰ μὴ Πέ­τρον καὶ Ἰ­ω­άν­νην καὶ Ἰ­ά­κω­βον καὶ τὸν πα­τέ­ρα τῆς παι­δὸς καὶ τὴν μη­τέ­ρα.
Ἔ­κλαι­ον δὲ πάν­τες καὶ ἐ­κό­πτον­το αὐ­τήν.
Ὁ δὲ εἶ­πε·
Μὴ κλαί­ε­τε· οὐκ ἀ­πέ­θα­νεν, ἀλ­λὰ κα­θεύ­δει.
Καὶ κα­τε­γέ­λων αὐ­τοῦ, εἰ­δό­τες ὅ­τι ἀ­πέ­θα­νεν.
Αὐ­τὸς δὲ ἐκ­βα­λὼν ἔ­ξω πάν­τας καὶ κρα­τή­σας τῆς χει­ρὸς αὐ­τῆς ἐ­φώ­νη­σε λέ­γων·
Ἡ παῖς, ἐ­γεί­ρου.
Καὶ ἐ­πέ­στρε­ψε τὸ πνεῦ­μα αὐ­τῆς, καὶ ἀ­νέ­στη πα­ρα­χρῆ­μα, καὶ δι­έ­τα­ξεν αὐ­τῇ δο­θῆ­ναι φα­γεῖν.
Καὶ ἐ­ξέ­στη­σαν οἱ γο­νεῖς αὐ­τῆς·
ὁ δὲ πα­ρήγ­γει­λεν αὐ­τοῖς μη­δε­νὶ εἰ­πεῖν τὸ γε­γο­νός.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

PD_39_ex
Περισσότερα
1
Περισσότερα