27 ΜΑΡΤΙΟΥ 2026
Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ε´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ
ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
Τῇ Παρασκευῇ ἑσπέρας τῆς ε´ ἑβδομάδος τῶν νηστειῶν,
ἀναγινώσκεται τὸ μικρὸν Ἀπόδειπνον μετὰ τοῦ κανόνος τοῦ Ἀκαθίστου καὶ ἁπάντων τῶν οἴκων («χαιρετισμῶν») τῆς Θεοτόκου
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Τὴν ὡραιότητα τῆς παρθενίας σου,
καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου,
ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε.
Ποῖόν σοι ἐγκώμιον προσαγάγω ἐπάξιον;
τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι.
Διὸ ὡς προσετάγην βοῶ σοι·
Χαῖρε ἡ κεχαριτωμένη.
“…Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας·
χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα…”
Χαῖρε, Νύμφη ἀνύμφευτε.