6 Απριλίου 2025 Κυ­ρι­α­κὴ Ε´ Νη­στει­ῶν. 
 «Μα­ρί­ας ὁ­σί­ας τῆς Αἰ­γυ­πτί­ας».

6 Απριλίου 2025  † Κυ­ρι­α­κὴ Ε´ Νη­στει­ῶν.  «Μα­ρί­ας ὁ­σί­ας τῆς Αἰ­γυ­πτί­ας». Εὐ­τυ­χί­ου πα­τρι­άρ­χου Κων­σταν­τι­νου­πό­λε­ως (†582).
Τῶν ἐν Περ­σί­δι 120 μαρ­τύ­ρων (†344-47). Ἦ­χος πλ. δ´. Ἑ­ω­θι­νὸν η´.

 

Ἐκ τοῦ κα­τὰ Μᾶρ­κον (Μαρκ. ι´ 32-45) 

Τῷ και­ρῷ ἐ­κεί­νῳ, πα­ρα­λαμ­βά­νει ὁ Ἰ­η­σοῦς τοὺς δώ­δε­κα μα­θη­τὰς αὐ­τοῦ καὶ ἤρ­ξα­το αὐ­τοῖς λέ­γειν τὰ μέλ­λον­τα αὐ­τῷ συμ­βαί­νειν· ὅ­τι
ἰ­δοὺ ἀ­να­βαί­νο­μεν εἰς Ἱ­ε­ρο­σό­λυ­μα, καὶ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που πα­ρα­δο­θή­σε­ται τοῖς ἀρ­χι­ε­ρεῦ­σι καὶ γραμ­μα­τεῦ­σι, καὶ κα­τα­κρι­νοῦ­σιν αὐ­τὸν θα­νά­τῳ
καὶ πα­ρα­δώ­σου­σιν αὐ­τὸν τοῖς ἔ­θνε­σι, καὶ ἐμ­παί­ξου­σιν αὐ­τῷ καὶ μα­στι­γώ­σου­σιν αὐ­τὸν καὶ ἐμ­πτύ­σου­σιν αὐ­τῷ καὶ ἀ­πο­κτε­νοῦ­σιν αὐ­τόν, καὶ τῇ τρί­τῃ ἡ­μέ­ρᾳ ἀ­να­στή­σε­ται.
Καὶ προ­σπο­ρεύ­ον­ται αὐ­τῷ Ἰ­ά­κω­βος καὶ Ἰ­ω­άν­νης οἱ υἱ­οὶ Ζε­βε­δαί­ου λέ­γον­τες·
δι­δά­σκα­λε, θέ­λο­μεν ἵ­να ὃ ἐ­ὰν αἰ­τή­σω­μέν ποι­ή­σῃς ἡ­μῖν.
Ὁ δὲ εἶ­πεν αὐ­τοῖς· τί θέ­λε­τε ποι­ῆ­σαί με ὑ­μῖν;
οἱ δὲ εἶ­πον αὐ­τῷ· δὸς ἡ­μῖν ἵ­να εἷς ἐκ δε­ξι­ῶν σου καὶ εἷς ἐξ εὐ­ω­νύ­μων σου κα­θί­σω­μεν ἐν τῇ δό­ξῃ σου.
Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς· οὐκ οἴ­δα­τε τί αἰ­τεῖ­σθε. Δύ­να­σθε πι­εῖν τὸ πο­τή­ρι­ον ὃ ἐ­γὼ πί­νω, καὶ τὸ βά­πτι­σμα ὃ ἐ­γὼ βα­πτί­ζο­μαι βα­πτι­σθῆ­ναι;
οἱ δὲ εἶ­πον αὐ­τῷ· δυ­νά­με­θα. Ὁ δὲ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς· τὸ μὲν πο­τή­ρι­ον ὃ ἐ­γὼ πί­νω πί­ε­σθε, καὶ τὸ βά­πτι­σμα ὃ ἐ­γὼ βα­πτί­ζο­μαι βα­πτι­σθή­σε­σθε·
τὸ δὲ κα­θί­σαι ἐκ δε­ξι­ῶν μου καὶ ἐξ εὐ­ω­νύ­μων οὐκ ἔ­στιν ἐ­μὸν δοῦ­ναι, ἀλλ᾿ οἷς ἡ­τοί­μα­σται.

Καὶ ἀ­κού­σαν­τες οἱ δέ­κα ἤρ­ξαν­το ἀ­γα­να­κτεῖν πε­ρὶ Ἰ­α­κώ­βου καὶ Ἰ­ω­άν­νου.
Ὁ δὲ Ἰ­η­σοῦς προ­σκα­λε­σά­με­νος αὐ­τοὺς λέ­γει αὐ­τοῖς·
οἴ­δα­τε ὅ­τι οἱ δο­κοῦν­τες ἄρ­χειν τῶν ἐ­θνῶν κα­τα­κυ­ρι­εύ­ου­σιν αὐ­τῶν καὶ οἱ με­γά­λοι αὐ­τῶν κα­τε­ξου­σι­ά­ζου­σιν αὐ­τῶν· οὐχ οὕ­τω δὲ ἔ­σται ἐν ὑ­μῖν,
ἀλλ᾿ ὃς ἐ­ὰν θέ­λη γε­νέ­σθαι μέ­γας ἐν ὑ­μῖν, ἔ­σται ὑ­μῶν δι­ά­κο­νος, καὶ ὃς ἂν θέ­λῃ ὑ­μῶν γε­νέ­σθαι πρῶ­τος, ἔ­σται πάν­των δοῦ­λος·
καὶ γὰρ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που οὐκ ἦλ­θε δι­α­κο­νη­θῆ­ναι, ἀλ­λὰ δι­α­κο­νῆ­σαι, καὶ δοῦ­ναι τὴν ψυ­χὴν αὐ­τοῦ λύ­τρον ἀν­τὶ πολ­λῶν.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Δείτε ακόμη

30__Β_ΜΑΤΘΑΙΟΥ_Η_ΚΛΗΣΗ_ΤΩΝ_ΜΑΘΗΤΩΝ
Περισσότερα
agios-paisios-3
Περισσότερα