Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ 

06 ΑΠΡΙΛΙΟΥ 2026
Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ
καθ᾿ ἣν μνεί­αν ποι­ού­με­θα τοῦ μα­κα­ρί­ου Ἰ­ω­σὴφ τοῦ παγ­κά­λου καὶ τῆς ὑ­πὸ τοῦ Κυ­ρί­ου κα­τα­ρα­θεί­σης καὶ ξη­ραν­θεί­σης συ­κῆς.
Ο ΟΡΘΡΟΣ (Τε­λεῖ­ται συ­νή­θως τῇ Κυ­ρι­α­κῇ τῶν Βα­ΐ­ων ἑ­σπέ­ρας)

 

Στί­χοι εἰς τὸν πάγ­κα­λον Ἰ­ω­σήφ.
Σώ­φρων Ἰ­ω­σήφ, δί­και­ος κρά­τωρ ὤ­φθη,
Καὶ σι­το­δό­της· ὦ κα­λῶν θη­μω­νί­α!

Ἕ­τε­ροι, εἰς τὴν ξη­ραν­θεῖ­σαν συ­κῆν.
Τὴν Συ­να­γω­γήν, συ­κῆν Χρι­στός, Ἑ­βραί­ων,
Καρ­πῶν ἄ­μοι­ρον πνευ­μα­τι­κῶν εἰ­κά­ζων,
Ἀ­ρᾷ ξη­ραί­νει· ἧς φύ­γω­μεν τὸ πά­θος.

 

 

 

ρ­χό­με­νος ὁ Κύ­ρι­ος, πρὸς τὸ ἑ­κού­σι­ον πά­θος, τοῖς Ἀ­πο­στό­λοις ἔ­λε­γεν ἐν τῇ ὁ­δῷ·
Ἰ­δοὺ ἀ­να­βαί­νο­μεν εἰς Ἱ­ε­ρο­σό­λυ­μα, καὶ πα­ρα­δο­θή­σε­ται ὁ Υἱ­ὸς τοῦ ἀν­θρώ­που, κα­θὼς γέ­γρα­πται πε­ρὶ αὐ­τοῦ.
Δεῦ­τε οὖν καὶ ἡ­μεῖς, κε­κα­θαρ­μέ­ναις δι­α­νοί­αις,
συμ­πο­ρευ­θῶ­μεν αὐ­τῷ, καὶ συ­σταυ­ρω­θῶ­μεν, καὶ νε­κρω­θῶ­μεν δι᾿ αὐ­τόν, ταῖς τοῦ βί­ου ἡ­δο­ναῖς·
ἵ­να καὶ συ­ζή­σω­μεν αὐ­τῷ, καὶ ἀ­κού­σω­μεν βο­ῶν­τος αὐ­τοῦ·
Οὐ­κέ­τι εἰς τὴν ἐ­πί­γει­ον Ἱ­ε­ρου­σα­λήμ, δι­ὰ τὸ πα­θεῖν,
ἀλ­λὰ ἀ­να­βαί­νω πρὸς τὸν Πα­τέ­ρα μου, καὶ Πα­τέ­ρα ὑ­μῶν, καὶ Θε­όν μου καὶ Θε­ὸν ὑ­μῶν·
καὶ συ­να­νυ­ψῶ ὑ­μᾶς εἰς τὴν ἄ­νω Ἱ­ε­ρου­σα­λήμ, ἐν τῇ Βα­σι­λεί­ᾳ τῶν Οὐ­ρα­νῶν.

 

 

 Εὐαγγέλιον τοῦ Ὄρθρου:   (Ματ­θ. κα´ 18-43).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐ­πα­νά­γων ὁ Ἰ­η­σοῦς εἰς τὴν πό­λιν ἐ­πεί­να­σε·
καὶ ἰ­δὼν συ­κῆν μί­αν ἐ­πὶ τῆς ὁ­δοῦ ἦλ­θεν ἐπ᾿ αὐ­τήν,
καὶ οὐ­δὲν εὗ­ρεν ἐν αὐ­τῇ εἰ μὴ φύλ­λα μό­νον,
καὶ λέ­γει αὐ­τῇ·
Μη­κέ­τι ἐκ σοῦ καρ­πὸς γέ­νη­ται εἰς τὸν αἰ­ῶ­να.
Καὶ ἐ­ξη­ράν­θη πα­ρα­χρῆ­μα ἡ συ­κῆ.
Καὶ ἰ­δόν­τες οἱ μα­θη­ταὶ ἐ­θαύ­μα­σαν λέ­γον­τες·
Πῶς πα­ρα­χρῆ­μα ἐ­ξη­ράν­θη ἡ συ­κῆ;
Ἀ­πο­κρι­θεὶς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς·
Ἀ­μὴν λέ­γω ὑ­μῖν, ἐ­ὰν ἔ­χη­τε πί­στιν καὶ μὴ δι­α­κρι­θῆ­τε, οὐ μό­νον τὸ τῆς συ­κῆς ποι­ή­σε­τε,
ἀλ­λὰ κἂν τῷ ὄ­ρει τού­τῳ εἴ­πη­τε, ἄρ­θη­τι καὶ βλή­θη­τι εἰς τὴν θά­λασ­σα, γε­νή­σε­ται·
καὶ πάν­τα ὅ­σα ἐ­ὰν αἰ­τή­ση­τε ἐν τῇ προ­σευ­χῇ πι­στεύ­ον­τες, λή­ψε­σθε.

Καὶ ἐλ­θόν­τι αὐ­τῷ εἰς τὸ ἱ­ε­ρὸν προ­σῆλ­θον αὐ­τῷ δι­δά­σκον­τι οἱ ἀρ­χι­ε­ρεῖς καὶ οἱ πρε­σβύ­τε­ροι τοῦ λα­οῦ λέ­γον­τες·
Ἐν ποί­ᾳ ἐ­ξου­σί­ᾳ ταῦ­τα ποι­εῖς, καὶ τίς σοι ἔ­δω­κε τὴν ἐ­ξου­σί­αν ταύ­την;
Ἀ­πο­κρι­θεὶς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν αὐ­τοῖς·
Ἐ­ρω­τή­σω ὑ­μᾶς κἀ­γώ λό­γον ἕ­να,
ὃν ἐ­ὰν εἴ­πη­τέ μοι, κἀ­γὼ ὑ­μῖν ἐ­ρῶ ἐν ποί­ᾳ ἐ­ξου­σί­ᾳ ταῦ­τα ποι­ῶ.
Τὸ βά­πτι­σμα Ἰ­ω­άν­νου πό­θεν ἦν, ἐξ οὐ­ρα­νοῦ ἢ ἐξ ἀν­θρώ­πων;
Οἱ δὲ δι­ε­λο­γί­ζον­το παρ᾿ ἑ­αυ­τοῖς λέ­γον­τες·
Ἐ­ὰν εἴ­πω­μεν, ἐξ οὐ­ρα­νοῦ, ἐ­ρεῖ ἡ­μῖν, δι­α­τί οὖν οὐκ ἐ­πι­στεύ­σα­τε αὐ­τῷ;
Ἐ­ὰν δὲ εἴ­πω­μεν, ἐξ ἀν­θρώ­πων, φο­βού­με­θα τὸν ὄ­χλον· πάν­τες γὰρ ἔ­χου­σι τὸν Ἰ­ω­άν­νην ὡς προ­φή­την.
Καὶ ἀ­πο­κρι­θέν­τες τῷ Ἰ­η­σοῦ εἶ­πον·
Οὐκ οἴ­δα­μεν.
Ἔ­φη αὐ­τοῖς καὶ αὐ­τός·
Οὐ­δὲ ἐ­γὼ λέ­γω ὑ­μῖν ἐν ποί­ᾳ ἐ­ξου­σί­ᾳ ταῦ­τα ποι­ῶ.

Τί δὲ ὑ­μῖν δο­κεῖ;
Ἄν­θρω­πός τις εἶ­χε τέ­κνα δύ­ο, καὶ προ­σελ­θὼν τῷ πρώ­τῳ εἶ­πε·
Τέ­κνον, ὕ­πα­γε σή­με­ρον ἐρ­γά­ζου ἐν τῷ ἀμ­πε­λῶ­νί μου.
Ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πεν·
Οὐ θέ­λω·
ὕ­στε­ρον δὲ με­τα­με­λη­θεὶς ἀ­πῆλ­θε.
Καὶ προ­σελ­θὼν τῷ δευ­τέ­ρῳ εἶ­πεν ὡ­σαύ­τως.
Ὁ δὲ ἀ­πο­κρι­θεὶς εἶ­πεν·
Ἐ­γώ, κύ­ρι­ε·
καὶ οὐκ ἀ­πῆλ­θε.
Τίς ἐκ τῶν δύ­ο ἐ­ποί­η­σε τὸ θέ­λη­μα τοῦ πα­τρός;
Λέ­γου­σιν αὐ­τῷ·
Ὁ πρῶ­τος.
Λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς·
Ἀ­μὴν λέ­γω ὑ­μῖν, ὅ­τι οἱ τε­λῶ­ναι καὶ αἱ πόρ­ναι προ­ά­γου­σιν ὑ­μᾶς εἰς τὴν βα­σι­λεί­αν τοῦ Θε­οῦ.
Ἦλ­θε γὰρ πρὸς ὑ­μᾶς Ἰ­ω­άν­νης ἐν ὁ­δῷ δι­και­ο­σύ­νης, καὶ οὐκ ἐ­πι­στεύ­σα­τε αὐ­τῷ·
οἱ δὲ τε­λῶ­ναι καὶ αἱ πόρ­ναι ἐ­πί­στευ­σαν αὐ­τῷ· ὑ­μεῖς δὲ ἰ­δόν­τες οὐ με­τε­με­λή­θη­τε ὕ­στε­ρον τοῦ πι­στεῦ­σαι αὐ­τῷ.

Ἄλ­λην πα­ρα­βο­λὴν ἀ­κού­σα­τε·
Ἄν­θρω­πός τις ἦν οἰ­κο­δε­σπό­της, ὅ­στις ἐ­φύ­τευ­σεν ἀμ­πε­λῶ­να καὶ φραγ­μὸν αὐ­τῷ πε­ρι­έ­θη­κε
καὶ ὤ­ρυ­ξεν ἐν αὐ­τῷ λη­νὸν καὶ ᾠ­κο­δό­μη­σε πύρ­γον, καὶ ἐ­ξέ­δο­το αὐ­τὸν γε­ωρ­γοῖς καὶ ἀ­πε­δή­μη­σεν.
Ὅ­τε δὲ ἤγ­γι­σεν ὁ και­ρὸς τῶν καρ­πῶν, ἀ­πέ­στει­λε τοὺς δού­λους αὐ­τοῦ πρὸς τοὺς γε­ωρ­γοὺς λα­βεῖν τοὺς καρ­ποὺς αὐ­τοῦ.
Καὶ λα­βόν­τες οἱ γε­ωρ­γοὶ τοὺς δού­λους αὐ­τοῦ
ὃν μὲν ἔ­δει­ραν,
ὃν δὲ ἀ­πέ­κτει­ναν,
ὃν δὲ ἐ­λι­θο­βό­λη­σαν.
Πά­λιν ἀ­πέ­στει­λεν ἄλ­λους δού­λους πλεί­ο­νας τῶν πρώ­των, καὶ ἐ­ποί­η­σαν αὐ­τοῖς ὡ­σαύ­τως.
Ὕ­στε­ρον δὲ ἀ­πέ­στει­λε πρὸς αὐ­τοὺς τὸν υἱ­ὸν αὐ­τοῦ λέ­γων·
Ἐν­τρα­πή­σον­ται τὸν υἱ­όν μου.
Οἱ δὲ γε­ωρ­γοὶ ἰ­δόν­τες τὸν υἱ­ὸν εἶ­πον ἐν ἑ­αυ­τοῖς·
Οὗ­τός ἐ­στιν ὁ κλη­ρο­νό­μος· δεῦ­τε ἀ­πο­κτεί­νω­μεν αὐ­τὸν καὶ κα­τά­σχω­μεν τὴν κλη­ρο­νο­μί­αν αὐ­τοῦ.
Καὶ λα­βόν­τες αὐ­τὸν ἐ­ξέ­βα­λον ἔ­ξω τοῦ ἀμ­πε­λῶ­νος καὶ ἀ­πέ­κτει­ναν.
Ὅ­ταν οὖν ἔλ­θῃ ὁ κύ­ρι­ος τοῦ ἀμ­πε­λῶ­νος, τί ποι­ή­σει τοῖς γε­ωρ­γοῖς ἐ­κεί­νοις;
Λέ­γου­σιν αὐ­τῷ·
Κα­κοὺς κα­κῶς ἀ­πο­λέ­σει αὐ­τούς, καὶ τὸν ἀμ­πε­λῶ­να ἐκ­δώ­σε­ται ἄλ­λοις γε­ωρ­γοῖς, οἵ­τι­νες ἀ­πο­δώ­σου­σιν αὐ­τῷ τοὺς καρ­ποὺς ἐν τοῖς και­ροῖς αὐ­τῶν.
Λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς·
Οὐ­δέ­πο­τε ἀ­νέ­γνω­τε ἐν ταῖς Γρα­φαῖς,
«Λί­θον ὃν ἀ­πε­δο­κί­μα­σαν οἱ οἰ­κο­δο­μοῦν­τες, οὗ­τος ἐ­γε­νή­θη εἰς κε­φα­λὴν γω­νί­ας· πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καὶ ἔ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν»;
Δι­ὰ τοῦ­το λέ­γω ὑ­μῖν ὅ­τι
ἀρ­θή­σε­ται ἀφ᾿ ὑ­μῶν ἡ βα­σι­λεί­α τοῦ Θε­οῦ καὶ δο­θή­σε­ται ἔ­θνει ποι­οῦν­τι τοὺς καρ­ποὺς αὐ­τῆς.

 

Ἀκολουθία τοῦ  Ὄρθρου.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

 

Κοινοποίηση

Δείτε ακόμη

R3_ΜΕΓΑΛΗ_ΤΡΙΤΗ___2
Περισσότερα
2η
Περισσότερα