Η Κυριακή της Δευτέρας Παρουσίας

  «Την Κυριακή της Αποκρέω, τῆς Δευ­τέ­ρας καὶ ἀ­δε­κά­στου Πα­ρου­σί­ας τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ μνεί­αν ποι­ού­με­θα».

 

 

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, τῆς Δευ­τέ­ρας καὶ ἀ­δε­κά­στου Πα­ρου­σί­ας τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ μνεί­αν ποι­ού­με­θα. 

Στίχ.
Ὅ­τε κρί­νων γῆν, ὁ Κρι­τὴς πάν­των κά­θῃ.
Τῆς, Δεῦ­τε, φω­νῆς ἄ­ξι­ον κἀ­μὲ κρί­νοις.

Τῇ ἀ­φά­τῳ φι­λαν­θρω­πί­ᾳ σου, Χρι­στὲ ὁ Θε­ός, τῆς εὐ­κταί­ας σου φω­νῆς ἡ­μᾶς κα­τα­ξί­ω­σον, καὶ τοῖς ἐκ δε­ξι­ῶν σου συ­να­ρίθ­μη­σον, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

 

 

Δοξαστικόν Στίχων του Εσπερινού
Δόξα… Ἰδιόμελον Ἦχος πλ. δ΄

Ὅταν τίθωνται θρόνοι, καὶ ἀνοίγωνται βίβλοι, καὶ Θεὸς εἰς κρίσιν καθέζηται, ὢ ποῖος φόβος τότε!. Ἀγγέλων παρισταμένων ἐν φόβῳ, καὶ ποταμοῦ πυρὸς ἕλκοντος, τί ποιήσομεν τότε οἱ ἐν πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι ἄνθρωποι; Ὅταν δὲ ἀκούσωμεν καλοῦντος αὐτοῦ, τοὺς εὐλογημένους τοῦ Πατρὸς εἰς βασιλείαν, ἁμαρτωλούς δὲ ἀποπέμποντος εἰς κόλασιν, τίς ὑποστήσεται τὴν φοβερὰν ἐκείνην ἀπόφασιν; Ἀλλὰ μόνε φιλάνθρωπε Σωτήρ, ὁ Βασιλεὺς τῶν αἰώνων, πρὶν τὸ τέλος φθάσῃ, διὰ τῆς μετανοίας ἐπιστρέψας ἐλέησόν με.

 

 

Δοξαστικόν Αποστίχων του Εσπερινού
Δόξα… Ἦχος πλ. δ’

Οἴμοι μέλαινα ψυχή! ἕως πότε τῶν κακῶν οὐκ ἐκκόπτεις; ἕως πότε τῇ ῥαθυμίᾳ κατάκεισαι; τί οὐκ ἐνθυμῇ τὴν φοβεραν ὥραν τοῦ θανάτου; τί οὐ τρέμεις ὅλη τὸ φρικτόν Βῆμα τοῦ Σωτῆρος; ἆρα τί ἀπολογήσῃ, ἢ τί ἀποκριθήσῃ; τὰ ἔργα σου παρίστανται πρὸς ἔλεγχόν σου, αἱ πράξεις σου ἐλέγχουσι κατηγοροῦσαι. Λοιπὸν ὧ ψυχή, ὁ χρόνος ἐφέστηκε· δράμε, πρόφθασον, πίστει βόησον. Ἥμαρτον Κύριε, ἥμαρτόν σοι, ἀλλ’ οἶδα φιλάνθρωπε τὸ εὔσπλαγχνόν σου, ὁ ποιμὴν ὁ καλός, μὴ χωρίσῃς με, τῆς ἐκ δεξιῶν σου παραστάσεως, διὰ τὸ μέγα σου ἔλεος.

 

Κον­τά­κι­ον καὶ Οἶ­κος τοῦ Τρι­ῳ­δί­ου. 


Κον­τά­κι­ον. Ἦ­χος α´. Αὐ­τό­με­λον.
Ὅ­ταν ἔλ­θῃς ὁ Θε­ός, ἐ­πὶ γῆς με­τὰ δό­ξης, καὶ τρέ­μω­σι τὰ σύμ­παν­τα· πο­τα­μὸς δὲ τοῦ πυ­ρὸς πρὸ τοῦ Βή­μα­τος ἕλ­κῃ, καὶ βί­βλοι ἀ­νοί­γων­ται, καὶ τὰ κρυ­πτὰ δη­μο­σι­εύ­ων­ται· τό­τε ῥῦ­σαί με, ἐκ τοῦ πυ­ρὸς τοῦ ἀ­σβέ­στου, καὶ ἀ­ξί­ω­σον, ἐκ δε­ξι­ῶν σου με στῆ­ναι, Κρι­τὰ δι­και­ό­τα­τε.

Ὁ Οἶ­κος.
Τὸ φο­βε­ρόν σου κρι­τή­ρι­ον ἐν­θυ­μού­με­νος, ὑ­πε­ρά­γα­θε Κύ­ρι­ε, καὶ τὴν ἡ­μέ­ραν τῆς κρί­σε­ως, φρίτ­τω καὶ πτο­οῦ­μαι ὑ­πὸ τῆς συ­νει­δή­σε­ως τῆς ἐ­μῆς ἐ­λεγ­χό­με­νος, ὅ­ταν μέλ­λῃς κα­θέ­ζε­σθαι ἐ­πὶ τοῦ θρό­νου σου, καὶ ποι­εῖν τὴν ἐ­ξέ­τα­σιν· τό­τε ἀρ­νεῖ­σθαι τὰς ἁ­μαρ­τί­ας οὐ­δεὶς ἐ­ξι­σχύ­σει, ἀ­λη­θεί­ας ἐ­λεγ­χού­σης, καὶ δει­λί­ας κα­τε­χού­σης· μέ­γα μὲν ἠ­χή­σει τό­τε, πῦρ τὸ τῆς γε­έν­νης· ἁ­μαρ­τω­λοὶ δὲ βρύ­ξου­σι. Δι­ό με ἐ­λέ­η­σον πρὸ τέ­λους, καὶ φεῖ­σαί μου, Κρι­τὰ δι­και­ό­τα­τε.

 

Ἐ­ξα­πο­στει­λά­ρι­α τοῦ Τρι­ῳ­δί­ου.
Ἦ­χος β´. Τοῖς Μα­θη­ταῖς συ­νέλ­θω­μεν.

Τὴν φο­βε­ρὰν τῆς κρί­σε­ως, καὶ ἀῤ­ῥή­του σου δό­ξης, ἡ­μέ­ραν ἐν­θυ­μού­με­νος, φρίτ­τω Κύ­ρι­ε ὅ­λως, καὶ τρέ­μων φό­βῳ κραυ­γά­ζω· Ἐ­πὶ γῆς ὅ­ταν ἔλ­θῃς, κρῖ­ναι Χρι­στὲ τὰ σύμ­παν­τα, ὁ Θε­ὸς με­τὰ δό­ξης, τό­τε οἰ­κτρόν, ἀ­πὸ πά­σης ῥῦ­σαί με τι­μω­ρί­ας, ἐκ δε­ξι­ῶν σου Δέ­σπο­τα, ἀ­ξι­ώ­σας με στῆ­ναι.

Ἕ­τε­ρον. Γυ­ναῖ­κες ἀ­κου­τί­σθη­τε.

Ἰ­δοὺ ἡ­μέ­ρα ἔρ­χε­ται, Κυ­ρί­ου παν­το­κρά­το­ρος· καὶ τίς ὑ­ποί­σει τὸν φό­βον, τῆς Πα­ρου­σί­ας ἐ­κεί­νου; ἡ­μέ­ρα γὰρ θυ­μοῦ ἐ­στι, καὶ κλί­βα­νος και­ό­με­νος, ἐν ᾗ Κρι­τὴς κα­θέ­ζε­ται, καὶ κατ᾿ ἀ­ξί­αν ἑ­κά­στῳ, τῶν πρά­ξε­ων ἀ­πο­νέ­μων.

Θε­ο­το­κί­ον. Ὅ­μοι­ον.

Τὴν ὥ­ραν τῆς ἐ­τά­σε­ως, καὶ τῆς φρι­κτῆς ἐ­λεύ­σε­ως, τοῦ φι­λαν­θρώ­που Δε­σπό­του, κα­τα­νο­ῶν ὅ­λως τρέ­μω, καὶ σκυ­θρω­πά­ζων κρά­ζω σοι· Κρι­τά μου δι­και­ό­τα­τε, καὶ μό­νε πο­λυ­έ­λε­ε, με­τα­νο­οῦν­τά με δέ­ξαι, τῆς Θε­ο­τό­κου πρε­σβεί­αις.

 

 

 

 

 

 

ΕΥΑΓΓΕΛΙΟΝ   Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (Ματθ. κε´ 31-46).

Εἶ­πεν ὁ Κύ­ρι­ος·

Ὅ­ταν ἔλ­θῃ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που ἐν τῇ δό­ξῃ αὐ­τοῦ καὶ πάν­τες οἱ ἅ­γι­οι ἄγ­γε­λοι μετ᾿ αὐ­τοῦ, τό­τε κα­θί­σει ἐ­πὶ θρό­νου δό­ξης αὐ­τοῦ· καὶ συ­να­χθή­σε­ται ἔμ­προ­σθεν αὐ­τοῦ πάν­τα τὰ ἔ­θνη, καὶ ἀ­φο­ρι­εῖ αὐ­τοὺς ἀπ᾿ ἀλ­λή­λων, ὥ­σπερ ὁ ποι­μὴν ἀ­φο­ρί­ζει τὰ πρό­βα­τα ἀ­πὸ τῶν ἐ­ρί­φων, καὶ στή­σει τὰ μὲν πρό­βα­τα ἐκ δε­ξι­ῶν αὐ­τοῦ τὰ δὲ ἐ­ρί­φι­α ἐξ εὐ­ω­νύ­μων.

Τό­τε ἐ­ρεῖ ὁ βα­σι­λεὺς τοῖς ἐκ δε­ξι­ῶν αὐ­τοῦ·

δεῦ­τε, οἱ εὐ­λο­γη­μέ­νοι τοῦ πα­τρός μου, κλη­ρο­νο­μή­σα­τε τὴν ἡ­τοι­μα­σμέ­νην ὑ­μῖν βα­σι­λε­ί­αν ἀ­πὸ κα­τα­βο­λῆς κό­σμου· ἐ­πε­ί­να­σα γὰρ καὶ ἐ­δώ­κα­τέ μοι φα­γεῖν, ἐ­δί­ψη­σα καὶ ἐ­πο­τί­σα­τέ με, ξέ­νος ἤ­μην καὶ συ­νη­γά­γε­τέ με, γυ­μνὸς καὶ πε­ρι­ε­βά­λε­τέ με, ἠ­σθέ­νη­σα καὶ ἐ­πε­σκέ­ψα­σθέ με, ἐν φυ­λα­κῇ ἤ­μην καὶ ἤλ­θε­τε πρός με.

 Τό­τε ἀ­πο­κρι­θή­σον­ται αὐ­τῷ οἱ δί­και­οι λέ­γον­τες·

κύ­ρι­ε, πό­τε σε εἴ­δο­μεν πει­νῶν­τα καὶ ἐ­θρέ­ψα­μεν, ἢ δι­ψῶν­τα καὶ ἐ­πο­τί­σα­μεν;  πό­τε δέ σε εἴ­δο­μεν ξέ­νον καὶ συ­νη­γά­γο­μεν, ἢ γυ­μνὸν καὶ πε­ρι­ε­βά­λο­μεν; πό­τε δέ σε εἴ­δο­μεν ἀ­σθε­νῆ ἢ ἐν φυ­λα­κῇ καὶ ἤλ­θο­μεν πρός σε;

καὶ ἀ­πο­κρι­θεὶς ὁ βα­σι­λεὺς ἐ­ρεῖ αὐ­τοῖς·

ἀ­μὴν λέ­γω ὑ­μῖν,

ἐφ᾿ ὅ­σον ἐ­ποι­ή­σα­τε ἑ­νὶ το­ύ­των τῶν ἀ­δελ­φῶν μου τῶν ἐ­λα­χί­στων, ἐ­μοὶ ἐ­ποι­ή­σα­τε.

 Τότε ἐ­ρεῖ καὶ τοῖς ἐξ εὐ­ω­νύ­μων·

πο­ρε­ύ­ε­σθε ἀπ᾿ ἐ­μοῦ οἱ κα­τη­ρα­μέ­νοι εἰς τὸ πῦρ τὸ αἰ­ώ­νι­ον τὸ ἡ­τοι­μα­σμέ­νον τῷ δι­α­βό­λῳ καὶ τοῖς ἀγ­γέ­λοις αὐ­τοῦ· ἐ­πε­ί­να­σα γὰρ καὶ οὐκ ἐ­δώ­κα­τέ μοι φα­γεῖν, ἐ­δί­ψη­σα καὶ οὐκ ἐ­πο­τί­σα­τέ με,  ξέ­νος ἤ­μην καὶ οὐ συ­νη­γά­γε­τέ με, γυ­μνὸς καὶ οὐ πε­ρι­ε­βά­λε­τέ με, ἀ­σθε­νὴς καὶ ἐν φυ­λα­κῇ καὶ οὐκ ἐ­πε­σκέ­ψα­σθέ με.

Τό­τε ἀ­πο­κρι­θή­σον­ται αὐ­τῷ καὶ αὐ­τοὶ λέ­γον­τες·

κύ­ρι­ε, πό­τε σε εἴ­δο­μεν πει­νῶν­τα ἢ δι­ψῶν­τα ἢ ξέ­νον ἢ γυ­μνὸν ἢ ἀ­σθε­νῆ ἢ ἐν φυ­λα­κῇ καὶ οὐ δι­η­κο­νή­σα­μέν σοι;

Τό­τε ἀ­πο­κρι­θή­σε­ται αὐ­τοῖς λέ­γων·

ἀ­μὴν λέ­γω ὑ­μῖν, ἐφ᾿ ὅ­σον οὐκ ἐ­ποι­ή­σα­τε ἑ­νὶ το­ύ­των τῶν ἐ­λα­χί­στων, οὐ­δὲ ἐ­μοὶ ἐ­ποι­ή­σα­τε. Καὶ ἀ­πε­λε­ύ­σον­ται οὗ­τοι εἰς κό­λα­σιν αἰ­ώ­νι­ον, οἱ δὲ δί­και­οι εἰς ζω­ὴν αἰ­ώ­νι­ον.

 

Από το «Φρέαρ» του Παντοκράτορα μπορείτε να αντλήσετε επίκαιρες του θέματος ομιλίες όπως οι παρακάτω ενδεικτικά:

 

†Αρχιμ. Αθανάσιος Μυτιληναίος (Ενότητα ομιλιών Κυριακές και εορτές)
Ομιλίες 3,   67  και 128
https://pantocrator.gr/omilitis/%e2%80%a0archim-athanasios-mytilinaios/

 

Αρχιμ. Επιφάνιος Χατζηγιάγκου (Ενότητα ομιλιών Λειτουργική και Λατρευτική Ζωή)
Ομιλίες 336, 337, 338, 339, 340
https://pantocrator.gr/omilitis/archim-epifanios-chatzigiagkou/

 

†Γέρων Γεώργιος Καψάνης   Α΄ Κηρύγματα
Ομιλία       27
https://pantocrator.gr/omilitis/%e2%80%a0geron-georgios-kapsanis/

 

†Γέρων Ιωσήφ Βατοπαιδινός
Ομιλία       32
https://pantocrator.gr/omilitis/%e2%80%a0geron-iosif-vatopaidinos/

 

†Δημήτριος Παναγόπουλος  Σειρά 1
Ομιλία 121
https://pantocrator.gr/omilitis/%e2%80%a0dimitrios-panagopoulos/

 

Μεσογαίας Νικόλαος (Ενότητα Ομιλιών Β΄)
Ομιλία 132
https://pantocrator.gr/omilitis/mesogaias-nikolaos/

 

† Αρχιμ. Ανανίας Κουστένης
Ομιλίες του μακαριστού Αρχιμανδρίτη Ανανία Κουστένη 435, 436
https://pantocrator.gr/omilitis/%e2%80%a0-archim-ananias-koustenis/

 

Στέφανος Αναγνωστόπουλος
Κηρύγματα: Ομιλίες 4, 51, 71, 104,147, 206, 243, 282, 413, 454, 462
https://pantocrator.gr/omilitis/stefanos-anagnostopoulos/

 

«…ἐ­πε­ί­να­σα γὰρ καὶ ἐ­δώ­κα­τέ μοι φα­γεῖν, ἐ­δί­ψη­σα καὶ ἐ­πο­τί­σα­τέ με, ξέ­νος ἤ­μην καὶ συ­νη­γά­γε­τέ με, γυ­μνὸς καὶ πε­ρι­ε­βά­λε­τέ με, ἠ­σθέ­νη­σα καὶ ἐ­πε­σκέ­ψα­σθέ με, ἐν φυ­λα­κῇ ἤ­μην καὶ ἤλ­θε­τε πρός με…»

 Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

Pantocrator_20
Περισσότερα
41
Περισσότερα