ΚΥΡΙΑΚΗ 14 Σεπτεμβρίου 2025 
Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. 

ΚΥΡΙΑΚΗ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2025 † Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.
Μνή­μη τῆς Ϛ´ Οἰ­κου­με­νι­κῆς συ­νό­δου τῆς ἐν Τρούλ­λῳ (680).

ΤΥΠΙΚΟΝ
Ἐ­ὰν τύ­χῃ ἡ πα­ροῦ­σα Ἑ­ορ­τὴ ἐν Κυ­ρι­α­κῇ, οὐ­δὲν τῶν Ἀ­να­στα­σί­μων ψάλ­λε­ται, οὔ­τε Εὐ­αγ­γέ­λι­ον λέ­γε­ται Ἑ­ω­θι­νόν, ἀλ­λὰ πάν­τα τοῦ Σταυ­ροῦ.

 

 

Σῶ­σον, Κύ­ρι­ε, τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου,
νί­κας τοῖς βα­σι­λεῦ­σι κα­τὰ βαρ­βά­ρων δω­ρού­με­νος,
καὶ τὸ σὸν φυ­λάτ­των, δι­ὰ τοῦ Σταυ­ροῦ σου πο­λί­τευ­μα.

 

ἀ­πο­στό­λος πρὸς Κο­ριν­θί­ους Α´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα. (α´ 18-24)

­δελ­φοί, ὁ λό­γος ὁ τοῦ σταυ­ροῦ τοῖς μὲν ἀ­πολ­λυ­μέ­νοις μω­ρί­α ἐ­στί, τοῖς δὲ σῳ­ζο­μέ­νοις ἡ­μῖν δύ­να­μις Θε­οῦ ἐ­στι.
Γέ­γρα­πται γάρ· «Ἀ­πο­λῶ τὴν σο­φί­αν τῶν σο­φῶν, καὶ τὴν σύ­νε­σιν τῶν συ­νε­τῶν ἀ­θε­τή­σω».
Ποῦ σο­φός;
Ποῦ γραμ­μα­τεύς;
Ποῦ συ­ζη­τη­τὴς τοῦ αἰ­ῶ­νος τού­του;
Οὐ­χὶ ἐ­μώ­ρα­νεν ὁ Θε­ὸς τὴν σο­φί­αν τοῦ κό­σμου τού­του;
Ἐ­πει­δὴ γὰρ ἐν τῇ σο­φί­ᾳ τοῦ Θε­οῦ οὐκ ἔ­γνω ὁ κό­σμος δι­ὰ τῆς σο­φί­ας τὸν Θε­όν, εὐ­δό­κη­σεν ὁ Θε­ὸς δι­ὰ τῆς μω­ρί­ας τοῦ κη­ρύγ­μα­τος σῶ­σαι τοὺς πι­στεύ­ον­τας.
Ἐ­πει­δὴ καὶ Ἰ­ου­δαῖ­οι ση­μεῖ­ον αἰ­τοῦ­σι καὶ Ἕλ­λη­νες σο­φί­αν ζη­τοῦ­σιν,
ἡ­μεῖς δὲ κη­ρύσ­σο­μεν Χρι­στὸν ἐ­σταυ­ρω­μέ­νον,
Ἰ­ου­δαί­οις μὲν σκάν­δα­λον, Ἕλ­λη­σι δὲ μω­ρί­αν,
αὐ­τοῖς δὲ τοῖς κλη­τοῖς, Ἰ­ου­δαί­οις τε καὶ Ἕλ­λη­σι, Χρι­στὸν Θε­οῦ δύ­να­μιν καὶ Θε­οῦ σο­φί­αν.

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

8

Δείτε ακόμη

ΠΑΤΡΟΚΟΣΜΑΣ
Περισσότερα
41_euaggelio
Περισσότερα