Κυ­ρι­α­κῇ  τῆς Σαμαρείτιδος

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ Κυ­ρι­α­κῇ πέμ­πτῃ ἀ­πὸ τοῦ Πάσχα, τὴν τῆς Σα­μα­ρε­ί­τι­δος ἑ­ορ­τὴν ἑ­ορ­τά­ζο­μεν, [ἤ­τοι, τὴν πα­ρὰ τὸ Φρέ­αρ τοῦ Ἰ­α­κὼβ σω­τή­ρι­ον αὐ­τῆς συ­νάν­τη­σιν καὶ δι­ά­λε­ξιν με­τὰ τοῦ Λυ­τρω­τοῦ, τὸν ὕ­ψι­στον θε­ο­λο­γι­κὸν δι­ά­λο­γον μετ᾿ αὐ­τοῦ, καὶ τὸν εὐ­αγ­γε­λι­σμὸν τῆς Συ­χάρ, ἡ δὲ μαρ­τυ­ρι­κὴ μνή­μη αὐ­τῆς ἄ­γε­ται κα­τὰ τὴν ΚϚ´ (26ην) Φε­βρου­α­ρί­ου.]

Στίχ. Ὕ­δωρ λα­βεῖν ἐλ­θοῦ­σα τὸ φθαρ­τόν, γύ­ναι,
Τὸ ζῶν ἀ­παν­τλεῖς, ᾧ ῥύ­πους ψυ­χῆς πλύ­νεις.

Ταῖς τῆς σῆς μάρτυρος Φω­τει­νῆς πρε­σβε­ί­αις, Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν

 

 

ΕΥΑΓΓΕΛΙΟΝ   Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (δ´ 5-42).

Τῷ και­ρῷ ἐ­κεί­νῳ ἔρ­χε­ται ὁ Ἰ­η­σοῦς εἰς πό­λιν τῆς Σα­μα­ρεί­ας λε­γο­μέ­νην Συ­χάρ, πλη­σί­ον τοῦ χω­ρί­ου ὃ ἔ­δω­κεν Ἰ­α­κὼβ Ἰ­ω­σὴφ τῷ υἱ­ῷ αὐ­τοῦ. Ἦν δὲ ἐ­κεῖ πη­γὴ τοῦ Ἰ­α­κώβ. Ὁ οὖν Ἰ­η­σοῦς κε­κο­πι­α­κὼς ἐκ τῆς ὁ­δοι­πο­ρί­ας ἐ­κα­θέ­ζε­το οὕ­τως ἐ­πὶ τῇ πη­γῇ· ὥ­ρα ἦν ὡ­σεὶ ἕ­κτη. Ἔρ­χε­ται γυ­νὴ ἐκ τῆς Σα­μα­ρεί­ας ἀν­τλῆ­σαι ὕ­δωρ. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Δός μοι πι­εῖν. Οἱ γὰρ μα­θη­ταὶ αὐ­τοῦ ἀ­πε­λη­λύ­θει­σαν εἰς τὴν πό­λιν, ἵ­να τρο­φὰς ἀ­γο­ρά­σω­σι. Λέ­γει οὖν αὐ­τῷ ἡ γυ­νὴ ἡ Σα­μα­ρεῖ­τις· Πῶς σὺ Ἰ­ου­δαῖ­ος ὢν παρ᾿ ἐ­μοῦ πι­εῖν αἰ­τεῖς, οὔ­σης γυ­ναι­κὸς Σα­μα­ρεί­τι­δος; οὐ γὰρ συγ­χρῶν­ται Ἰ­ου­δαῖ­οι Σα­μα­ρεί­ταις. Ἀ­πε­κρί­θη Ἰ­η­σοῦς καὶ εἶ­πεν αὐ­τῇ· Εἰ ᾔ­δεις τὴν δω­ρε­ὰν τοῦ Θε­οῦ καὶ τίς ἐ­στιν ὁ λέ­γων σοι, δός μοι πι­εῖν, σὺ ἂν ᾔ­τη­σας αὐ­τὸν, καὶ ἔ­δω­κεν ἄν σοι ὕ­δωρ ζῶν. Λέ­γει αὐ­τῷ ἡ γυ­νή· Κύ­ρι­ε, οὔ­τε ἄν­τλη­μα ἔ­χεις, καὶ τὸ φρέ­αρ ἐ­στὶ βα­θύ· πό­θεν οὖν ἔ­χεις τὸ ὕ­δωρ τὸ ζῶν; Μὴ σὺ μεί­ζων εἶ τοῦ πα­τρὸς ἡ­μῶν Ἰ­α­κώβ, ὃς ἔ­δω­κεν ἡ­μῖν τὸ φρέ­αρ, καὶ αὐ­τὸς ἐξ αὐ­τοῦ ἔ­πι­ε καὶ οἱ υἱ­οὶ αὐ­τοῦ καὶ τὰ θρέμ­μα­τα αὐ­τοῦ; Ἀ­πε­κρί­θη Ἰ­η­σοῦς καὶ εἶ­πεν αὐ­τῇ· Πᾶς ὁ πί­νων ἐκ τοῦ ὕ­δα­τος τού­του δι­ψή­σει πά­λιν· ὃς δ᾿ ἂν πί­ῃ ἐκ τοῦ ὕ­δα­τος οὗ ἐ­γὼ δώ­σω αὐ­τῷ, οὐ μὴ δι­ψή­σει εἰς τὸν αἰ­ῶ­να, ἀλ­λὰ τὸ ὕ­δωρ ὃ δώ­σω αὐ­τῷ, γε­νή­σε­ται ἐν αὐ­τῷ πη­γὴ ὕ­δα­τος ἁλ­λο­μέ­νου εἰς ζω­ὴν αἰ­ώ­νι­ον. Λέ­γει πρὸς αὐ­τὸν ἡ γυ­νή· Κύ­ρι­ε, δός μοι τοῦ­το τὸ ὕ­δωρ, ἵ­να μὴ δι­ψῶ μη­δὲ ἔρ­χο­μαι ἐν­θά­δε ἀν­τλεῖν. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Ὕ­πα­γε φώ­νη­σον τὸν ἄν­δρα σου καὶ ἐλ­θὲ ἐν­θά­δε. Ἀ­πε­κρί­θη ἡ γυ­νὴ καὶ εἶ­πεν· Οὐκ ἔ­χω ἄν­δρα. λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Κα­λῶς εἶ­πας ὅ­τι ἄν­δρα οὐκ ἔ­χω· πέν­τε γὰρ ἄν­δρας ἔ­σχες, καὶ νῦν ὃν ἔ­χεις οὐκ ἔ­στι σου ἀ­νήρ· τοῦ­το ἀ­λη­θὲς εἴ­ρη­κας. Λέ­γει αὐ­τῷ ἡ γυ­νή· Κύ­ρι­ε, θε­ω­ρῶ ὅ­τι προ­φή­της εἶ σύ. Οἱ πα­τέ­ρες ἡ­μῶν ἐν τῷ ὄ­ρει τού­τῳ προ­σε­κύ­νη­σαν· καὶ ὑ­μεῖς λέ­γε­τε ὅ­τι ἐν Ἱ­ε­ρο­σο­λύ­μοις ἐ­στὶν ὁ τό­πος ὅ­που δεῖ προ­σκυ­νεῖν. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Γύ­ναι, πί­στευ­σόν μοι ὅ­τι ἔρ­χε­ται ὥ­ρα ὅ­τε οὔ­τε ἐν τῷ ὄ­ρει τού­τῳ οὔ­τε ἐν Ἱ­ε­ρο­σο­λύ­μοις προ­σκυ­νή­σε­τε τῷ πα­τρί. Ὑ­μεῖς προ­σκυ­νεῖ­τε ὃ οὐκ οἴ­δα­τε, ἡ­μεῖς προ­σκυ­νοῦ­μεν ὃ οἴ­δα­μεν· ὅ­τι ἡ σω­τη­ρί­α ἐκ τῶν Ἰ­ου­δαί­ων ἐ­στίν. Ἀλλ᾿ ἔρ­χε­ται ὥ­ρα, καὶ νῦν ἐ­στιν, ὅ­τε οἱ ἀ­λη­θι­νοὶ προ­σκυ­νη­ταὶ προ­σκυ­νή­σου­σι τῷ πα­τρὶ ἐν πνεύ­μα­τι καὶ ἀ­λη­θεί­ᾳ· καὶ γὰρ ὁ πα­τὴρ τοι­ού­τους ζη­τεῖ τοὺς προ­σκυ­νοῦν­τας αὐ­τόν. Πνεῦ­μα ὁ Θε­ός, καὶ τοὺς προ­σκυ­νοῦν­τας αὐ­τὸν ἐν πνεύ­μα­τι καὶ ἀ­λη­θεί­ᾳ δεῖ προ­σκυ­νεῖν. Λέ­γει αὐ­τῷ ἡ γυ­νή· Οἶ­δα ὅ­τι Μεσ­σί­ας ἔρ­χε­ται ὁ λε­γό­με­νος Χρι­στός· ὅ­ταν ἔλ­θῃ ἐ­κεῖ­νος, ἀ­ναγ­γε­λεῖ ἡ­μῖν πάν­τα. Λέ­γει αὐ­τῇ ὁ Ἰ­η­σοῦς· Ἐ­γώ εἰ­μι, ὁ λα­λῶν σοι. Καὶ ἐ­πὶ τού­τῳ ἦλ­θον οἱ μα­θη­ταὶ αὐ­τοῦ, καὶ ἐ­θαύ­μα­σαν ὅ­τι με­τὰ γυ­ναι­κὸς ἐ­λά­λει· οὐ­δεὶς μέν­τοι εἶ­πε, τί ζη­τεῖς ἢ τί λα­λεῖς μετ᾿ αὐ­τῆς; Ἀ­φῆ­κεν οὖν τὴν ὑ­δρί­αν αὐ­τῆς ἡ γυ­νὴ καὶ ἀ­πῆλ­θεν εἰς τὴν πό­λιν, καὶ λέ­γει τοῖς ἀν­θρώ­ποις· Δεῦ­τε ἴ­δε­τε ἄν­θρω­πον ὃς εἶ­πέ μοι πάν­τα ὅ­σα ἐ­ποί­η­σα· μή­τι οὗ­τός ἐ­στιν ὁ Χρι­στός; Ἐ­ξῆλ­θον οὖν ἐκ τῆς πό­λε­ως καὶ ἤρ­χον­το πρὸς αὐ­τόν. Ἐν δὲ τῷ με­τα­ξὺ ἠ­ρώ­των αὐ­τὸν οἱ μα­θη­ταὶ λέ­γον­τες· Ῥαβ­βί, φά­γε. Ὁ δὲ εἶ­πεν αὐ­τοῖς· Ἐ­γὼ βρῶ­σιν ἔ­χω φα­γεῖν, ἣν ὑ­μεῖς οὐκ οἴ­δα­τε. Ἔ­λε­γον οὖν οἱ μα­θη­ταὶ πρὸς ἀλ­λή­λους· Μή τις ἤ­νεγ­κεν αὐ­τῷ φα­γεῖν; Λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς· Ἐ­μὸν βρῶ­μά ἐ­στιν ἵ­να ποι­ῶ τὸ θέ­λη­μα τοῦ πέμ­ψαν­τός με καὶ τε­λει­ώ­σω αὐ­τοῦ τὸ ἔρ­γον. Οὐχ ὑ­μεῖς λέ­γε­τε ὅ­τι ἔ­τι τε­τρά­μη­νός ἐ­στι καὶ ὁ θε­ρι­σμὸς ἔρ­χε­ται; Ἰ­δοὺ λέ­γω ὑ­μῖν, ἐ­πά­ρα­τε τοὺς ὀ­φθαλ­μοὺς ὑ­μῶν καὶ θε­ά­σα­σθε τὰς χώ­ρας, ὅ­τι λευ­καί εἰ­σι πρὸς θε­ρι­σμὸν ἤ­δη. Καὶ ὁ θε­ρί­ζων μι­σθὸν λαμ­βά­νει καὶ συ­νά­γει καρ­πὸν εἰς ζω­ὴν αἰ­ώ­νι­ον, ἵ­να καὶ ὁ σπεί­ρων ὁ­μοῦ χαί­ρῃ καὶ ὁ θε­ρί­ζων. Ἐν γὰρ τού­τῳ ὁ λό­γος ἐ­στὶν ὁ ἀ­λη­θι­νός, ὅ­τι ἄλ­λος ἐ­στὶν ὁ σπεί­ρων καὶ ἄλ­λος ὁ θε­ρί­ζων. Ἐ­γὼ ἀ­πέ­στει­λα ὑ­μᾶς θε­ρί­ζειν ὃ οὐχ ὑ­μεῖς κε­κο­πι­ά­κα­τε· ἄλ­λοι κε­κο­πι­ά­κα­σι, καὶ ὑ­μεῖς εἰς τὸν κό­πον αὐ­τῶν εἰ­σε­λη­λύ­θα­τε. Ἐκ δὲ τῆς πό­λε­ως ἐ­κεί­νης πολ­λοὶ ἐ­πί­στευ­σαν εἰς αὐ­τὸν τῶν Σα­μα­ρει­τῶν δι­ὰ τὸν λό­γον τῆς γυ­ναι­κός, μαρ­τυ­ρού­σης ὅ­τι εἶ­πέ μοι πάν­τα ὅ­σα ἐ­ποί­η­σα. Ὡς οὖν ἦλ­θον πρὸς αὐ­τὸν οἱ Σα­μα­ρεῖ­ται, ἠ­ρώ­των αὐ­τὸν μεῖ­ναι παρ᾿ αὐ­τοῖς· καὶ ἔ­μει­νεν ἐ­κεῖ δύ­ο ἡ­μέ­ρας. Καὶ πολ­λῷ πλεί­ους ἐ­πί­στευ­σαν δι­ὰ τὸν λό­γον αὐ­τοῦ, τῇ τε γυ­ναι­κὶ ἔ­λε­γον ὅ­τι οὐ­κέ­τι δι­ὰ τὴν σὴν λα­λι­ὰν πι­στεύ­ο­μεν· αὐ­τοὶ γὰρ ἀ­κη­κό­α­μεν, καὶ οἴ­δα­μεν ὅ­τι οὗ­τός ἐ­στιν ἀ­λη­θῶς ὁ σω­τὴρ τοῦ κό­σμου, ὁ Χρι­στός.

 

 

Από το «Φρέαρ» του Παντοκράτορα μπορείτε να αντλήσετε επίκαιρες του θέματος ομιλίες όπως οι παρακάτω ενδεικτικά:

 

Λεμεσού Αθανάσιος (6η Σειρά)

Ομιλία    210

https://pantocrator.gr/lemesou-athanasios/

 

Μόρφου Νεόφυτος

Ομιλία   56

https://pantocrator.gr/morfou-neofytos/

 

†Αρχιμ. Αθανάσιος Μυτιληναίος (Ενότητα ομιλιών Κυριακές και εορτές)

Ομιλίες 14 (2000)   και 139 (2002)

https://pantocrator.gr/archim-athanasios-mytilinaios/

 

Αρχιμ. Επιφάνιος Χατζηγιάγκου (Ενότητα ομιλιών Λειτουργική και Λατρευτική Ζωή)

Ομιλίες 249 (2015),   270 (2013),   271 (2014)   και 285 (2018)

https://pantocrator.gr/archim-epifanios-chatzigiagkou/

 

Αρχιμανδρίτης Δανιήλ Αεράκης

Β΄ Ενότητα – Κατάλογος

Ομιλία 217

https://pantocrator.gr/archimandritis-daniil-aerakis/

 

†Γέρων Γεώργιος Καψάνης Α΄ Κηρύγματα

Ομιλία   77

https://pantocrator.gr/archim-georgios-kapsanis/

 

†Γέρων Ιωσήφ Βατοπαιδινός

Ομιλία 38

https://pantocrator.gr/geron-iosif-vatopaidinos/

 

†Δημήτριος Παναγόπουλος

Ομιλίες  83  και 560

https://pantocrator.gr/dimitrios-panagopoulos/

 

Μεσογαίας Νικόλαος

Ομιλία 131

 https://pantocrator.gr/mesogaias-nikolaos/

 

†Νικόλαος Σωτηρόπουλος

Ομιλία   339

https://pantocrator.gr/nikolaos-sotiropoulos/

 

π. Θεόδωρος Ζήσης

Ομιλία 18

https://pantocrator.gr/p-theodoros-zisis/

 

π. Νικόλαος Λουδοβίκος

Ομιλία 64 (2012)

https://pantocrator.gr/p-nikolaos-loudovikos/

 

π. Στέφανος Αναγνωστόπουλος (Ενότητα ομιλιών Κηρύγματα)

Ομιλίες 18 (1986),   217,   323,  423   και   471

(Ενότητα ομιλιών Κηρύγματα 2)

Ομιλία   79

https://pantocrator.gr/p-stefanos-anagnostopoulos/

«…οὗ­τός ἐ­στιν ἀ­λη­θῶς ὁ σω­τὴρ τοῦ κό­σμου, ὁ Χρι­στός …»

  

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

202690
Περισσότερα
MAKIS_XRISTODOYLOPOYLOS
Περισσότερα