ΠΕΜΠΤΗ 25 ΔΕΚΕΜΒΡΙΟΥ 2025 Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ
ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Νεῦ­σον πρὸς ὕ­μνους, οἰ­κε­τῶν Εὐ­ερ­γέ­τα
­χθροῦ τα­πει­νῶν, τὴν ἐ­πηρ­μέ­νην ὀ­φρύν·
Φέ­ρων τε παν­τε­πό­πτα, τῆς ἁ­μαρ­τί­ας
­περ­θεν ἀ­κλό­νη­τον, ἐ­στη­ριγ­μέ­νους
Μά­καρ με­λῳ­δούς, τῇ βά­σει τῆς πί­στε­ως.

 

 

 

 

Κον­τά­κι­ον τῶν Χρι­στου­γέν­νων.  (Ψάλ­λε­ται ἀ­πὸ κε´ ἕ­ως λα´ Δε­κεμ­βρί­ου).  Ἦχος γ´. Αὐτόμελον.
Ἡ Παρ­θέ­νος σή­με­ρον  τὸν ὑ­πε­ρού­σι­ον τί­κτει 
καὶ ἡ γῆ τὸ σπή­λαι­ον  τῷ ἀ­προ­σί­τῳ προ­σά­γει.
Ἄγ­γε­λοι με­τὰ ποι­μέ­νων  δο­ξο­λο­γοῦ­σι·
μά­γοι δὲ με­τὰ ἀ­στέ­ρος  ὁ­δοι­πο­ροῦ­σι·
δι᾿ ἡ­μᾶς γὰρ ἐ­γεν­νή­θη  παι­δί­ον νέ­ον,
ὁ πρὸ αἰ­ώ­νων Θε­ός.

 

 

 

Ἀπόστολος: τῆς ἑορτῆς, 25 Δεκεμβρίου, «Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου» (Γαλ. δ΄ 4-7).

­δελ­φοί, ὅ­τε ἦλ­θε τὸ πλή­ρω­μα τοῦ χρό­νου, ἐ­ξα­πέ­στει­λεν ὁ Θε­ὸς τὸν υἱ­ὸν αὐ­τοῦ, γε­νό­με­νον ἐκ γυ­ναι­κός, γε­νό­με­νον ὑ­πὸ νό­μον,
ἵ­να τοὺς ὑ­πὸ νό­μον ἐ­ξα­γο­ρά­σῃ, ἵ­να τὴν υἱ­ο­θε­σί­αν ἀ­πο­λά­βω­μεν.
Ὅ­τι δέ ἐ­στε υἱ­οί, ἐ­ξα­πέ­στει­λεν ὁ Θε­ὸς τὸ Πνεῦ­μα τοῦ υἱ­οῦ αὐ­τοῦ εἰς τὰς καρ­δί­ας ὑ­μῶν, κρά­ζον· Ἀβ­βᾶ ὁ πα­τήρ.
Ὥ­στε οὐ­κέ­τι εἶ δοῦ­λος, ἀλλ᾿ υἱ­ός· εἰ δὲ υἱ­ός, καὶ κλη­ρο­νό­μος Θε­οῦ δι­ὰ Χρι­στοῦ.

 

 

 Εὐαγγέλιον: τῆς ἑορτῆς, 25 Δεκεμβρίου: «Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεέμ» (Μτθ. β΄ 1-12).

 
Τοῦ Ἰ­η­σοῦ γεν­νη­θέν­τος ἐν Βη­θλε­ὲμ τῆς Ἰ­ου­δαί­ας ἐν ἡ­μέ­ραις Ἡ­ρῴ­δου τοῦ βα­σι­λέ­ως, ἰ­δοὺ μά­γοι ἀ­πὸ ἀ­να­το­λῶν πα­ρε­γέ­νον­το εἰς Ἱ­ε­ρο­σό­λυ­μα λέ­γον­τες·
Ποῦ ἐ­στιν ὁ τε­χθεὶς βα­σι­λεὺς τῶν Ἰ­ου­δαί­ων;
εἴ­δο­μεν γὰρ αὐ­τοῦ τὸν ἀ­στέ­ρα ἐν τῇ ἀ­να­το­λῇ καὶ ἤλ­θο­μεν προ­σκυ­νῆ­σαι αὐ­τῷ.
Ἀ­κού­σας δὲ Ἡ­ρῴ­δης ὁ βα­σι­λεὺς ἐ­τα­ρά­χθη καὶ πᾶ­σα Ἱ­ε­ρο­σό­λυ­μα μετ᾿ αὐ­τοῦ,
καὶ συ­να­γα­γὼν πάν­τας τοὺς ἀρ­χι­ε­ρεῖς καὶ γραμ­μα­τεῖς τοῦ λα­οῦ ἐ­πυν­θά­νε­το παρ᾿ αὐ­τῶν ποῦ ὁ Χρι­στὸς γεν­νᾶ­ται.
Οἱ δὲ εἶ­πον αὐ­τῷ·
Ἐν Βη­θλε­ὲμ τῆς Ἰ­ου­δαί­ας·
οὕ­τως γὰρ γέ­γρα­πται δι­ὰ τοῦ προ­φή­του·
Καὶ σὺ Βη­θλε­έμ, γῆ Ἰ­ού­δα, οὐ­δα­μῶς ἐ­λα­χί­στη εἶ ἐν τοῖς ἡ­γε­μό­σιν Ἰ­ού­δα· ἐκ σοῦ γὰρ ἐ­ξε­λεύ­σε­ται ἡ­γού­με­νος, ὅ­στις ποι­μα­νεῖ τὸν λα­όν μου τὸν Ἰσ­ρα­ήλ.
Τό­τε Ἡ­ρῴ­δης λά­θρᾳ κα­λέ­σας τοὺς μά­γους ἠ­κρί­βω­σεν παρ᾿ αὐ­τῶν τὸν χρό­νον τοῦ φαι­νο­μέ­νου ἀ­στέ­ρος, καὶ πέμ­ψας αὐ­τοὺς εἰς Βη­θλε­ὲμ εἶ­πε·
Πο­ρευ­θέν­τες ἐ­ξε­τά­σα­τε ἀ­κρι­βῶς πε­ρὶ τοῦ παι­δί­ου· ἐ­πὰν δὲ εὕ­ρη­τε ἀ­παγ­γεί­λα­τέ μοι, ὅ­πως κἀ­γὼ ἐλ­θὼν προ­σκυ­νή­σω αὐ­τῷ.
Οἱ δὲ ἀ­κού­σαν­τες τοῦ βα­σι­λέ­ως ἐ­πο­ρεύ­θη­σαν·
καὶ ἰ­δοὺ ὁ ἀ­στὴρ ὃν εἶ­δον ἐν τῇ ἀ­να­το­λῇ προ­ῆ­γεν αὐ­τοὺς ἕ­ως ἐλ­θὼν ἐ­στά­θη ἐ­πά­νω οὗ ἦν τὸ παι­δί­ον·
ἰ­δόν­τες δὲ τὸν ἀ­στέ­ρα ἐ­χά­ρη­σαν χα­ρὰν με­γά­λην σφό­δρα.
Καὶ ἐλ­θόν­τες εἰς τὴν οἰ­κί­αν εἶ­δον τὸ παι­δί­ον με­τὰ Μα­ρί­ας τῆς μη­τρὸς αὐ­τοῦ, καὶ πε­σόν­τες προ­σε­κύ­νη­σαν αὐ­τῷ,
καὶ ἀ­νοί­ξαν­τες τοὺς θη­σαυ­ροὺς αὐ­τῶν προ­σή­νεγ­καν αὐ­τῷ δῶ­ρα, χρυ­σὸν καὶ λί­βα­νον καὶ σμύρ­ναν·
καὶ χρη­μα­τι­σθέν­τες κατ᾿ ὄ­ναρ μὴ ἀ­να­κάμ­ψαι πρὸς Ἡ­ρῴ­δην, δι᾿ ἄλ­λης ὁ­δοῦ ἀ­νε­χώ­ρη­σαν εἰς τὴν χώ­ραν αὐ­τῶν.

 

 

 

Λύ­τρω­σιν ἀ­πέ­στει­λε τῷ λα­ῷ αὐ­τοῦ· ἐ­νε­τεί­λα­το εἰς τὸν αἰ­ῶ­να δι­α­θή­κην αὐ­τοῦ· ἅ­γι­ον καὶ φο­βε­ρὸν τὸ ὄ­νο­μα αὐ­τοῦ. Ἀλ­λη­λού­ϊ­α. (Ψαλμ. ρι´ 9)

 

 

Ἀκολουθίες Ὄρθρου και Θείας Λειτουργίας τῆς ἑορτῆς τῶν Χριστουγέννων 

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Προβολές:

33

Δείτε ακόμη

02
Περισσότερα
74_main-v1767522284
Περισσότερα