Τῇ ΙΕ´τοῦ αὐ­τοῦ μη­νὸς μνή­μη τῆς σε­βα­σμί­ας με­τα­στά­σε­ως τῆς
ὑ­πε­ρεν­δό­ξου δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας.

Τῇ ΙΕ´ τοῦ αὐ­τοῦ μη­νὸς μνή­μη τῆς σε­βα­σμί­ας με­τα­στά­σε­ως τῆς ὑ­πε­ρεν­δό­ξου δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας.
Στίχ. Οὐ θαῦ­μα θνή­σκειν κο­σμο­σώ­τει­ραν Κό­ρην,
Τοῦ κο­σμο­πλά­στου σαρ­κι­κῶς τε­θνη­κό­τος.
Ζῇ ἀ­εὶ Θε­ο­μή­τωρ, κἂν δε­κά­τῃ θά­νε πέμ­πτῃ.

 ἀ­πο­λυ­τί­κι­ον τῆς ἑ­ορ­τῆς. Ἦ­χος α´.

Ἐν τῇ γεν­νή­σει τὴν παρ­θε­νί­αν ἐ­φύ­λα­ξας, ἐν τῇ κοι­μή­σει τὸν κό­σμον, οὐ κα­τέ­λι­πες Θε­ο­τό­κε· με­τέ­στης πρὸς τὴν ζω­ήν, Μή­τηρ ὑ­πάρ­χου­σα τῆς ζω­ῆς· καὶ ταῖς πρε­σβεί­αις ταῖς σαῖς λυ­τρου­μέ­νη, ἐκ θα­νά­του τὰς ψυ­χὰς ἡ­μῶν.

Κον­τά­κι­ον. Ἦ­χος πλ. β´. Αὐ­τό­με­λον.

Τὴν ἐν πρε­σβεί­αις ἀ­κοί­μη­τον Θε­ο­τό­κον, καὶ προ­στα­σί­αις ἀ­με­τά­θε­τον ἐλ­πί­δα, τά­φος καὶ νέ­κρω­σις οὐκ ἐ­κρά­τη­σεν· ὡς γὰρ ζω­ῆς Μη­τέ­ρα, πρὸς τὴν ζω­ὴν με­τέ­στη­σεν, ὁ μή­τραν οἰ­κή­σας ἀ­ει­πάρ­θε­νον.

Ὅ­τε πρὸς ἑ­αυ­τὸν Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν προσ­λα­βεῖν ηὐ­δό­κη­σε τὴν ἰ­δί­αν Μη­τέ­ρα, τό­τε, πρὸ τρι­ῶν ἡ­με­ρῶν, δι᾿ Ἀγ­γέ­λου αὐ­τῇ τὴν ἀ­πὸ γῆς με­τά­στα­σιν γνω­ρί­ζων, Και­ρός, φη­σί, τὴν ἐ­μὴν προσ­λα­βέ­σθαι Μη­τέ­ρα πρὸς ἐ­μαυ­τόν.
Μη­δὲν οὖν ἐ­πὶ τού­τῳ θο­ρυ­βη­θῇς, ἀλ­λὰ μετ᾿ εὐ­φρο­σύ­νης δέ­ξαι τὸν λό­γον, καὶ γὰρ πρὸς ἀ­θά­να­τον ἔρ­χῃ ζω­ήν.
Καὶ δὴ τῷ πό­θῳ τῆς πρὸς τὸν Υἱ­ὸν με­τα­στά­σε­ως, ἐ­πὶ τὸ ὄ­ρος τῶν Ἐ­λαι­ῶν ἄ­νει­σι προ­σευ­ξο­μέ­νη με­τὰ σπου­δῆς (εἰ­ώ­θει γὰρ συ­νε­χῶς ἐν αὐ­τῷ ἀ­νι­οῦ­σα προ­σεύ­χε­σθαι)· ἐφ᾿ ᾧ καί τι πα­ρά­δο­ξον τη­νι­καῦ­τα συμ­βαί­νει γε­νέ­σθαι· κλί­νου­σι γὰρ ἐξ ἑ­αυ­τῶν τὰ πα­ρὰ τὸ ὄ­ρος φυ­τά, καὶ ὥ­σπερ ἔμ­ψυ­χα δοῦ­λα τὸ προ­σῆ­κον σέ­βας τῇ Δε­σποί­νῃ ἀ­πο­πλη­ροῦ­σι.
Με­τὰ δὲ τὴν εὐ­χήν, ὑ­πο­στρέ­φει πρὸς τὴν οἰ­κί­αν καὶ εὐ­θέ­ως ἐ­σεί­σθη ἅ­πα­σα.
Αὐ­τὴ δὲ πολ­λὰ φῶ­τα ποι­η­σα­μέ­νη καὶ εὐ­χα­ρι­στή­σα­σα τῷ Θε­ῷ, συγ­κα­λεῖ τοὺς αὐ­τῆς συγ­γε­νεῖς τε καὶ γεί­το­νας· σα­ροῖ πᾶ­σαν τὴν οἰ­κί­αν· ἑ­τοι­μά­ζει τὴν κλί­νην καὶ πάν­τα τὰ πρὸς τα­φὴν ἐ­πι­τή­δει­α.
Δῆ­λα ποι­εῖ τὰ πα­ρὰ τοῦ Ἀγ­γέ­λου πρὸς αὐ­τὴν λα­λη­θέν­τα, πε­ρὶ τῆς εἰς οὐ­ρα­νοὺς αὐ­τῆς με­τα­στά­σε­ως· καὶ εἰς πί­στιν τῶν λε­γο­μέ­νων, τὸ δο­θὲν αὐ­τῇ βρα­βεῖ­ον ὑ­πο­δει­κνύ­ει· τὸ δὲ ἦν φοί­νι­κος κλά­δος.
Αἱ δὲ με­τα­κλη­θεῖ­σαι γυ­ναῖ­κες, τού­των ἀ­κού­σα­σαι, θρή­νοις ἑ­αυ­τὰς σὺν δά­κρυ­σιν ἔ­λου­ον καὶ μετ᾿ οἰ­μω­γῆς ὠ­λο­φύ­ρον­το. Ὅ­μως τοῦ κό­πτε­σθαι παυ­σά­με­ναι, μὴ ἀ­πορ­φα­νι­σθῆ­ναι ταύ­της ἱ­κέ­τευ­ον.
Ἡ δὲ οὐ μό­νον αὐ­τάς, ἀλ­λὰ καὶ πάν­τα τὸν κό­σμον, με­τα­στᾶ­σα, πε­ρι­σκέ­πειν καὶ ἐ­φο­ρᾶν δι­ε­βε­βαι­οῦ­το· καὶ τὸ πο­λὺ τῆς λύ­πης ἀ­φῄ­ρει τοῖς πα­ρα­μυ­θη­τι­κοῖς ῥή­μα­σιν, οἷς πρὸς τοὺς πε­ρι­ε­στῶ­τας ἐ­λά­λει.
Εἶ­τα πε­ρὶ τῶν αὑ­τῆς δύ­ο χι­τώ­νων δι­α­τάτ­τε­ται, ὥς τε τὰς δύ­ο πε­νι­χρὰς χή­ρας ἀ­νὰ χι­τῶ­να λα­βεῖν, αἵ τι­νες συ­νή­θεις αὐ­τῇ ἦ­σαν καὶ γνώ­ρι­μοι, καὶ τὰ πρὸς δι­α­τρο­φὴν παρ᾿ αὐ­τῆς ἐ­κο­μί­ζον­το.
Ταῦ­τα οὕ­τω δι­ε­ξι­ού­σης αὐ­τῆς καὶ δι­α­τατ­το­μέ­νης, γί­νε­ται ἄφ­νω βρον­τῆς βι­αί­ας ἦ­χος καὶ πλεί­στων ἐ­πι­στα­σί­α νε­φε­λῶν, ἀ­πὸ τῶν τοῦ κό­σμου πε­ρά­των τοὺς Χρι­στοῦ Μα­θη­τὰς ἀ­θρό­ον τῇ οἰ­κί­ᾳ τῆς Θε­ο­μή­το­ρος φε­ρο­μέ­νων· ἐν οἷς ἦ­σαν καὶ οἱ θε­ό­σο­φοι Ἱ­ε­ράρ­χαι, Δι­ο­νύ­σι­ος ὁ Ἀ­ρε­ο­πα­γί­της, Ἱ­ε­ρό­θε­ός τε ὁ­μοῦ καὶ Τι­μό­θε­ος. Οἵ, ἐ­πεὶ ἔ­μα­θον τὴν αἰ­τί­αν τῆς αὐ­τῶν ἀ­θρό­ας πα­ρου­σί­ας, τοι­αῦ­τα πρὸς αὐ­τὴν δι­ε­ξί­α­σι λέ­γον­τες·
Σέ, Δέ­σποι­να, μέ­νου­σαν ἐν τῷ κό­σμῳ, ὡς αὐ­τὸν τὸν Δε­σπό­την ἡ­μῶν καὶ δι­δά­σκα­λον βλέ­πον­τες, πα­ρε­μυ­θού­με­θα· νῦν δὲ πῶς οἴ­σο­μεν τὸ πά­θος; Ἐ­πεὶ δὲ τῇ τοῦ Υἱ­οῦ καὶ Θε­οῦ σου βου­λῇ με­θί­στα­σαι πρὸς τὰ ὑ­περ­κό­σμι­α, χαί­ρο­μεν τοῖς ἐ­πὶ σοὶ οἰ­κο­νο­μου­μέ­νοις.
Ταῦ­τα λέ­γον­τες, τοῖς δά­κρυ­σιν ἑ­αυ­τοὺς ἔ­βρε­χον.
Ἡ δὲ πρὸς αὐ­τούς· Μή, φί­λοι Μα­θη­ταὶ τοῦ ἐ­μοῦ Υἱ­οῦ καὶ Θε­οῦ, μὴ πέν­θος ἐρ­γά­ση­σθε τὴν ἐ­μὴν χα­ράν· ἀλ­λὰ τὸ ἐ­μὸν σῶ­μα, κα­θὼς ἐ­γὼ σχη­μα­τί­σω τῇ κλί­νῃ, κη­δεύ­σα­τε.
Τού­των οὕ­τω πλη­ρω­θέν­των, φθά­νει καὶ Παῦ­λος ὁ θε­σπέ­σι­ος, τὸ σκεῦ­ος τῆς ἐ­κλο­γῆς· ὃς καὶ πε­σὼν πρὸς τοὺς πό­δας τῆς Θε­ο­μή­το­ρος, προ­σε­κύ­νη­σε· καὶ ἀ­νοί­ξας αὐ­τοῦ τὸ στό­μα, δι­ὰ πολ­λὼν ἐγ­κω­μι­ά­ζει αὐ­τήν· Χαῖ­ρε, λέ­γων, Μῆ­τερ τῆς ζω­ῆς καὶ τοῦ ἐ­μοῦ κη­ρύγ­μα­τος ἡ ὑ­πό­θε­σις. Εἰ γὰρ καὶ τὸν Χρι­στὸν μὴ τε­θέ­α­μαι, ἀλ­λὰ σὲ βλέ­πων, ἐ­κεῖ­νον ἐ­δό­κουν θε­ω­ρεῖν.
Εἶ­τα συν­τάσ­σε­ται πᾶ­σιν ἡ Παρ­θέ­νος. Ἀ­να­πί­πτει ἐ­πὶ τῆς κλί­νης. Σχη­μα­τί­ζει τὸ πα­νά­χραν­τον αὑ­τῆς, ὡς ἠ­βου­λή­θη, σῶ­μα. Ὑ­πὲρ συ­στά­σε­ως κό­σμου, καὶ εἰ­ρη­νι­κῆς δι­α­γω­γῆς δε­ή­σεις ποι­εῖ­ται. Εὐ­λο­γί­ας τῆς δι᾿ αὐ­τῆς πλη­ροῖ καὶ αὐ­τούς· καὶ οὕ­τως εἰς χεῖ­ρας τοῦ ἑ­αυ­τῆς Υἱ­οῦ καὶ Θε­οῦ τὸ πνεῦ­μα ἀ­φί­η­σι.
Ἐ­πὶ τού­τοις ἄρ­χε­ται τῶν ἐ­ξο­δί­ων ὕ­μνων ὁ Πέ­τρος·
αἴ­ρου­σιν οἱ λοι­ποὶ τῶν Ἀ­πο­στό­λων τὸ κλι­νί­δι­ον καὶ οἱ μὲν προ­ά­γου­σι με­τὰ λαμ­πά­δων καὶ ὑ­μνῳ­δι­ῶν, οἱ δὲ ἐ­φέ­πον­ται, τὸ Θε­ο­δό­χον σῶ­μα πρὸς τὸ μνῆ­μα προ­πέμ­πον­τες.
Τό­τε δὴ τό­τε καὶ Ἄγ­γε­λοι ὑ­μνοῦν­τες ἠ­κού­ον­το καὶ φω­ναὶ τῶν ὑ­περ­κο­σμί­ων τά­ξε­ων τὸν ἀ­έ­ρα ἐ­πλή­ρουν.
Ἐφ᾿ οἷς οἱ τῶν Ἰ­ου­δαί­ων ἄρ­χον­τες, τι­νὰς τοῦ ὄ­χλου ἀ­νε­ρε­θί­σαν­τες, πεί­θου­σι πει­ρᾶ­σαι τὴν κλί­νην πε­ρι­τρέ­ψαι εἰς γῆν, ἐφ᾿ ἣν τὸ ζω­αρ­χι­κὸν ἐ­τέ­θη σῶ­μα, καὶ τοῦ­το κα­τα­βα­λεῖν.
Ἀλλ᾿ ἤ­δη τοὺς τολ­μη­τὰς ἡ δί­κη φθά­σα­σα, ὀμ­μά­των τυ­φλώ­σει πάν­τας κο­λά­ζει.
Ἕ­να δὲ αὐ­τῶν καὶ χει­ρῶν ἀ­πο­στε­ρεῖ ἀμ­φο­τέ­ρων, μα­νι­κώ­τε­ρον ὁρ­μή­σαν­τα καὶ τοῦ ἱ­ε­ροῦ ἐ­κεί­νου σκίμ­πο­δος ἐ­να­ψά­με­νον· ὃς πα­ρὰ τὴν κλί­νην τὰς αὐ­θά­δεις χεῖ­ρας, κο­πεί­σας τῷ ξί­φει τῆς δί­κης, ἀ­πῃ­ω­ρη­μέ­νας ἀ­φείς, ἔ­μει­νεν ἐ­λε­ει­νὸν θέ­α­μα· ἕ­ως οὗ πι­στεύ­σας ἐξ ὅ­λης ψυ­χῆς, καὶ θε­ρα­πεί­ας τυ­χών, ἀ­πο­κα­τέ­στη ὡς τὸ πρό­τε­ρον ὑ­γι­ής.
Οὕ­τω καὶ τοῖς τυ­φλω­θεῖ­σι, πι­στεύ­σα­σι, μέ­ρος τι τοῦ παλ­λί­ου τῆς κλί­νης ἐ­πι­τε­θέν, τὴν ἴ­α­σιν ἐ­δω­ρή­σα­το.
Οἱ δὲ Ἀ­πό­στο­λοι, κα­τα­λα­βόν­τες τὸ χω­ρί­ον Γεθ­ση­μα­νῆ, κα­τέ­θη­καν ἐν τῷ μνή­μα­τι τὸ ζω­αρ­χι­κὸν σῶ­μα, καὶ τρεῖς ἡ­μέ­ρας προ­σμέ­νου­σιν ἐν αὐ­τῷ, τῶν γι­νο­μέ­νων ἀ­παύ­στως ἀγ­γε­λι­κῶν φω­νῶν ὑ­πα­κού­ον­τες.
Ἐ­πεὶ δέ, κα­τὰ θεί­αν οἰ­κο­νο­μί­αν, εἷς τῶν Ἀ­πο­στό­λων, ἀ­πο­λει­φθεὶς τῆς κη­δεί­ας τοῦ ζω­αρ­χι­κοῦ σώ­μα­τος καὶ τρί­τῃ πα­ρα­γε­γο­νὼς ἡ­μέ­ρᾳ, ἠ­θύ­μει σφό­δρα καὶ συ­νε­χεῖ­το, δι­ὰ τὸ μὴ τῶν αὐ­τῶν καὶ αὐ­τὸν ἀ­ξι­ω­θῆ­ναι, ὧν ἠ­ξι­ώ­θη­σαν πάν­τες οἱ συ­να­πό­στο­λοι, κοι­νῇ ψή­φῳ, ἕ­νε­κα τοῦ ἀ­πο­λει­φθέν­τος Ἀ­πο­στό­λου, τὸν τά­φον ἤ­νοι­ξαν, οὕ­τω δό­ξαν αὐ­τοῖς πᾶ­σιν, εἰς τὸ προ­σκυ­νῆ­σαι καὶ αὐ­τὸν τὸ πα­νά­γι­ον καὶ πα­νά­μω­μον ἐ­κεῖ­νο σκῆ­νος, καὶ ἰ­δόν­τες ἐ­ξέ­στη­σαν.
Εὗ­ρον γὰρ αὐ­τὸν κε­νὸν τοῦ ἁ­γί­ου σώ­μα­τος, μό­νην δὲ τὴν σιν­δό­να φέ­ρον­τα, πα­ρα­μύ­θι­ον μεί­να­σαν τοῖς λυ­πεῖ­σθαι μέλ­λου­σι καὶ πᾶ­σι τοῖς πι­στοῖς, καὶ τῆς με­τα­θέ­σε­ως ἀ­ψευ­δὲς μαρ­τύ­ρι­ον.
Καὶ γὰρ μέ­χρι τοῦ νῦν, ὁ ἐν πέ­τρᾳ δι­α­γλυ­φεὶς τά­φος οὕ­τως ὁ­ρᾶ­ται καὶ προ­σκυ­νεῖ­ται, σώ­μα­τος μέ­νων κε­νός, εἰς δό­ξαν καὶ τι­μὴν τῆς ὑ­πε­ρευ­λο­γη­μέ­νης Δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας.
Ἧς ταῖς ἁ­γί­αις πρε­σβεί­αις, ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς, ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος. Ἀ­μήν.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

Pantocrator_20
Περισσότερα
41
Περισσότερα