Ἀπολυτίκιον τῆς Ὁσίας Εἰρήνης.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Γερασίμου.
Βασιλείας γηΐνου πάλαι οὐκ ἔτυχες, ἀλλ᾿ ἀφθάρτων στεφάνων νῦν σε ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος· ᾧ καθιέρωσας σαὐτήν,
ὅλη καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἡμῶν δὲ προσφυγὴ καὶ βοήθεια.
Η ΜΕΓΑΛΩΝΥΜΟΣ αὕτη καὶ θαυμαστὴ Ὁσία Εἰρήνη ἤκμασε κατὰ τὸν ἔνατον ἰῶνα, γεννηθεῖσα ἐν Καππαδοκίᾳ, ἐκ γένους πλουσίου καὶ περιφανοῦς, ἐξ οὗ ἀνῆκεν ὡς βλαστὸς εὐθαλής, κάλλει σώματος, καὶ ἤθεσι χρηστοῖς, καὶ πάσῃ σεμνότητι ἐκλάμπουσα.
Τῆς βασιλίδος Θεοδώρας τὸν υἱὸν αὐτῆς Μιχαήλ, γυναικί, ἐν πάσαις διαφερούσῃ, συζεῦξαι, διατάγματα ἐστέλλοντο καθ᾽ ὅλην τὴν χώραν, τὴν ὑπὸ τὸ σκῆπτρον αὐτῶν τελοῦσαν, συναχθῆναι τὰς κάλλει καὶ ὥρᾳ σώματος, καὶ τρόποις ἀμέμπτοις διαπρεπούσας παρθένους πρὸς ἐκλογήν, μεθ᾽ ὧν μία ἦν καὶ ἡ Εἰρήνη, ἐκ Καππαδοκίας ἐλθοῦσα.
Καὶ ἐπεὶ συνέβη τὸν βασιλέα ἑτέραν παρθένον ἐπαγαγεῖν ἑαυτῷ εἰς γυναῖκα,
αὕτη ἡ πάνσοφος, τῷ οὐρανίῳ Νυμφίῳ, ὅλῃ καρδίᾳ καὶ ψυχῇ ἑαυτὴν ἀναθεῖσα, ἠρνήσατο ἅπαντα, πλούτου δαψίλειαν, περιφανείας ὄγκον, δόξας, τιμάς, καὶ πάντα τἆλλα σφαλλόμενα, καὶ ἐγένετο μοναχή, τὸν ἐλαφρὸν καὶ γλυκὺν τοῦ Χριστοῦ ζυγὸν ἀραμένη, ἐν τῇ τοῦ Χρυσοβαλάντου Μονῇ μονάσασα.
Αύτη ἦν ἐν τῇ βασιλίδι τῶν πόλεων, ἐν τῷ πέμπτῳ λόφῳ, ἔγγιστά που τῆς τοῦ ῎Ασπαρος, οὕτω καλουμένης κινστέρνης (δεξαμενῆς).
Ἰσάγγελον ζωὴν ἐπιδείξασα, σκεῦος εὔχρηστον, καὶ κατοικητήριον πολύτιμον, καὶ θησαυρὸς πολύολβος ἐγένετο τοῦ ῾Αγίου Πνεύματος, χαριτωθεῖσα καὶ θαυμαστωθεῖσα τῇ ζωοποιῷ ἐνεργείᾳ, τῆς ἐν αὐτῇ πλουσίως σκηνωσάσης θείας χάριτος.
Καὶ τῇ ἄνωθεν ψήφῳ, προεστῶσα καὶ ἡγουμένη χρηματίσασα τῆς Μονῆς ταύτης, σοφῶς καὶ θεαρέστως ἐποίμανε τὰς ἐν αὐτῇ μοναζούσας, τύπον καὶ παράδειγμα ἑαυτὴν παραστήσασα τῶν πρακτέων, λόγῳ καὶ ἔργῳ, καὶ πᾶσιν ἀγωνίσμασι, καὶ ἀγαθοῖς προτερήμασι.
Πλείστων δὲ θαυμάτων, καὶ παραδόξων ἔργων καὶ δυνάμεων αὐτουργὸς γενομένη, ἐξέπληττε τοὺς πάντας, τῇ δεδομένῃ αὐτῇ χάριτι, δαίμονας ἐλαύνουσα, ἀσθενεῖς ἰωμένη, τὰς τῶν ψυχῶν διαθέσεις καὶ τὰ κρύφια τῶν καρδιῶν διορῶσα πρὸς βελτίωσιν, καὶ τὰ πόρρω καὶ ἐσόμενα ὡς παρόντα ἀκριβῶς προλέγουσα.
Καὶ θαυμαστῶς τῷ βασιλεῖ, τῇ τοῦ Παρακλήτου παντουργοῦ δυνάμει, ἐπιστᾶσα, εἰς θάμβος μέγα, καὶ ἔκπληξιν μείζονα τοῦτον ἐνέβαλεν, ἐπιτάττουσα αὐτῷ τὴν κατὰ τοῦ προσήκοντος αὐτῇ ἀκυρῶσαι ἄδικον ψῆφον. Οὕτως οὖν ἡ ἀξιάγαστος καὶ μεγάλη Εἰρήνη πολιτευθεῖσα, καὶ περιβόητος τοῖς πᾶσι καὶ ἐξάκουστος γενομένη, καὶ τῷ ἑαυτῆς νυμφίῳ Χριστῷ πολυτρότως εὐαρεστήσασα, μετέστη λαμπαδηφόρος εἰς τὸν οὐράνιον νυμφῶνα, ἐν βαθεῖ γήρατι, τὸ 103ον ἔτος ἄγουσα, τῇ 28ῃ Ἰουλίου, λάμψασα τῷ προσώπῳ ἐν ὥρᾳ τῆς ἐκδημίας ὡς ὁ ἥλιος, καὶ ἰδοῦσα μειδιάματι τοὺς παραγενομένους ἁγίους ᾿Αγγέλους.
Κατετέθη δὲ τὸ σεπτὸν αὐτῆς σκῆνος ἐν τῇ ἱερᾷ ταύτης Μονῇ, πλείστας ἰάσεις καὶ μετὰ πότμον τελοῦσα, τοῖς μετὰ πίστεως προσερχομένοις, εἰς δόξαν Χριστοῦ, τοῦ ἐνδοξαζομένου ἐν τοῖς Αγίοις αὐτοῦ.
Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾿Αμήν
Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας