11 ΑΠΡΙΛΙΟΥ 2026
ΤΟ ΑΓΙΟΝ ΚΑΙ ΜΕΓΑ ΣΑΒΒΑΤΟΝ
καθ᾿ ὃ ἑορτάζομεν τὴν θεόσωμον ταφὴν
καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ο ΟΡΘΡΟΣ (Τελεῖται συνήθως τῇ Μ. Παρασκευῇ ἑσπέρας·
ἐνιαχοῦ ὅμως τελεῖται κατὰ τὴν ἀρχαίαν συνήθειαν τὰς πρώτας πρωϊνὰς ὥρας τοῦ Μ. Σαββάτου).
Τὸν ἥλιον κρύψαντα, τὰς ἰδίας ἀκτῖνας, καὶ τὸ καταπέτασμα, τοῦ ναοῦ διαῤῥαγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ
ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ, καὶ καθικετεύει λέγων·
Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον, ξενωθέντα ἐν κόσμῳ.
Δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες, θανατοῦσιν ὡς ξένον.
Δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν, τοῦ θανάτου τὸν ξένον.
Δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν, τοὺς πτωχοὺς καὶ τοὺς ξένους.
Δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ, ἀπεξένωσαν κόσμῳ.
Δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει, τὴν κεφαλὴν ποῦ κλίνῃ.
Δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ μήτηρ ὁρῶσα, νεκρωθέντα ἐβόα·
Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι,
νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ σῇ ἀναστάσει, θαῤῥοῦσα μεγαλύνω.
Καὶ τούτοις τοίνυν τοῖς λόγοις,
δυσωπῶν τὸν Πιλᾶτον, ὁ εὐσχήμων λαμβάνει, τοῦ Σωτῆρος τὸ σῶμα,
ὃ καὶ φόβῳ ἐν σινδόνι, ἐνειλήσας καὶ σμύρνῃ,
κατέθετο ἐν τάφῳ, τὸν παρέχοντα πᾶσι, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.
Ἀκολουθίες
Ὄρθρου Μ. Σαββάτου Τελεῖται τῇ Μ. Παρασκευῇ εσπέρας)
Εγκωμίων τοῦ Ἐπιταφίου (Τελοῦνται τῇ Μ. Παρασκευῇ εσπέρας)
Ἑσπερινοῦ – Πρώτης Ανάστασης μετὰ τῆς θείας Λειτουργίας τοῦ Μεγάλου Βασιλείου. (Τελεῖται συνήθως τὴν πρωΐαν τοῦ Μεγάλου Σαββάτου).
Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!