14 Ιουνίου 2026 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

14 ΙΟΥΝΙΟΥ 2026 † ΚΥΡΙΑΚΗ Β΄ ΜΑΤΘΑΙΟΥ.
Ἐ­λισ­σαί­ου τοῦ προ­φή­του (900 π.Χ.­).
Με­θο­δί­ου ἀρ­χι­ε­πι­σκό­που Κων­σταν­τι­νου­πό­λε­ως τοῦ ὁ­μο­λο­γη­τοῦ (†847).
Κυ­ρίλ­λου Γορ­τύ­νης τοῦ ἱ­ε­ρο­μάρ­τυ­ρος (†299).

Τῇ αὐ­τῇ Κυ­ρι­α­κῇ μνή­μη πάν­των τῶν ἐν Ἁ­γί­ῳ Ὄ­ρει δι­α­λαμ­ψάν­των πα­τέ­ρων,
σύ­να­ξις πάν­των τῶν ἐν Πα­λαι­στί­νῃ ἁ­γί­ων,
πάν­των τῶν ἐν Πά­τμῳ ἁ­γί­ων,
πάν­των τῶν ἐν Λέ­σβῳ ἁ­γί­ων,
τῶν ἐν τῇ Σκή­τῃ Βεῤ­ῥοί­ας ἁ­γί­ων,
ἐν Σερ­βί­οις (Κο­ζά­νης) σύ­να­ξις τῆς ἁ­γί­ας βα­σι­λίσ­σης Ἄρ­της Θε­ο­δώ­ρας,
καὶ ἐν Χί­ῳ σύ­να­ξις τῆς εἰ­κό­νος τῆς Πα­να­γί­ας τῆς κα­λου­μέ­νης Ἀρ­βα­νι­τίσ­σης.

 

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (δ 18 – 23).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς,
Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾽Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ,
βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
Καὶ λέγει αὐτοῖς,
Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς,
Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾽Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ,
ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς, αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν·
καὶ ἐκάλεσεν αὐτούς.
Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας
καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

     

Κοινοποίηση

Δείτε ακόμη

ΣΤΑΥΡΟΣ_2
Περισσότερα
maketa-thessaloniki-kata-pride
Περισσότερα