21 Ιουνίου 2026 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

21 ΙΟΥΝΙΟΥ 2026  † ΚΥΡΙΑΚΗ Γ΄ ΜΑΤΘΑΙΟΥ.
Ἰ­ου­λι­α­νοῦ μάρ­τυ­ρος (γ´-δ´ αἰ.).
Τε­ρεν­τί­ου ἱ­ε­ρο­μάρ­τυ­ρος ἐ­πι­σκό­που Ἰ­κο­νί­ου (α´ αἰ.),
Νι­κή­τα ἱ­ε­ρο­μάρ­τυ­ρος τοῦ Νι­συ­ρί­ου (†1732).
Ἦ­χος β´. Ἑ­ω­θι­νὸν γ´.

 

Εὐαγγέλιον: Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (στ´ 22-33).

 

Εἶ­πεν ὁ Κύ­ρι­ος·
Ὁ λύ­χνος τοῦ σώ­μα­τός ἐ­στιν ὁ ὀ­φθαλ­μός·
ἐ­ὰν οὖν ὁ ὀ­φθαλ­μός σου ἁ­πλοῦς ᾖ, ὅ­λον τὸ σῶ­μά σου φω­τει­νὸν ἔ­σται·
ἐ­ὰν δὲ ὁ ὀ­φθαλ­μός σου πο­νη­ρὸς ᾖ, ὅ­λον τὸ σῶ­μά σου σκο­τει­νὸν ἔ­σται.
Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκό­τος ἐ­στί, τὸ σκό­τος πό­σον;
Οὐ­δεὶς δύ­να­ται δυ­σὶ κυ­ρί­οις δου­λεύ­ειν·
ἢ γὰρ τὸν ἕ­να μι­σή­σει καὶ τὸν ἕ­τε­ρον ἀ­γα­πή­σει, ἢ ἑ­νὸς ἀν­θέ­ξε­ται καὶ τοῦ ἑ­τέ­ρου κα­τα­φρο­νή­σει·
οὐ δύ­να­σθε Θε­ῷ δου­λεύ­ειν καὶ μα­μω­νᾷ.
Δι­ὰ τοῦ­το λέ­γω ὑ­μῖν,
μὴ με­ρι­μνᾶ­τε τῇ ψυ­χῇ ὑ­μῶν τί φά­γη­τε καὶ τί πί­η­τε, μη­δὲ τῷ σώ­μα­τι ὑ­μῶν τί ἐν­δύ­ση­σθε·
οὐ­χὶ ἡ ψυ­χὴ πλεῖ­όν ἐ­στιν τῆς τρο­φῆς καὶ τὸ σῶ­μα τοῦ ἐν­δύ­μα­τος;
Ἐμ­βλέ­ψα­τε εἰς τὰ πε­τει­νὰ τοῦ οὐ­ρα­νοῦ, ὅ­τι οὐ σπεί­ρου­σιν οὐ­δὲ θε­ρί­ζου­σιν οὐ­δὲ συ­νά­γου­σιν εἰς ἀ­πο­θή­κας,
καὶ ὁ πα­τὴρ ὑ­μῶν ὁ οὐ­ρά­νι­ος τρέ­φει αὐ­τά· οὐχ ὑ­μεῖς μᾶλ­λον δι­α­φέ­ρε­τε αὐ­τῶν;
Τίς δὲ ἐξ ὑ­μῶν με­ρι­μνῶν δύ­να­ται προ­σθεῖ­ναι ἐ­πὶ τὴν ἡ­λι­κί­αν αὐ­τοῦ πῆ­χυν ἕ­να;
Καὶ πε­ρὶ ἐν­δύ­μα­τος τί με­ρι­μνᾶ­τε;
κα­τα­μά­θε­τε τὰ κρί­να τοῦ ἀ­γροῦ πῶς αὐ­ξά­νει· οὐ κο­πι­ᾷ οὐ­δὲ νή­θει·
λέ­γω δὲ ὑ­μῖν ὅ­τι οὐ­δὲ Σο­λο­μὼν ἐν πά­σῃ τῇ δό­ξῃ αὐ­τοῦ πε­ρι­ε­βά­λε­το ὡς ἓν τού­των.
Εἰ δὲ τὸν χόρ­τον τοῦ ἀ­γροῦ, σή­με­ρον ὄν­τα καὶ αὔ­ρι­ον εἰς κλί­βα­νον βαλ­λό­με­νον,
ὁ Θε­ὸς οὕ­τως ἀμ­φι­έν­νυ­σιν, οὐ πολ­λῷ μᾶλ­λον ὑ­μᾶς, ὀ­λι­γό­πι­στοι;
Μὴ οὖν με­ρι­μνή­ση­τε λέ­γον­τες, τί φά­γω­μεν ἢ τί πί­ω­μεν ἢ τί πε­ρι­βα­λώ­με­θα;
Πάν­τα γὰρ ταῦ­τα τὰ ἔ­θνη ἐ­πι­ζη­τεῖ· οἶ­δεν γὰρ ὁ πα­τὴρ ὑ­μῶν ὁ οὐ­ρά­νι­ος ὅ­τι χρῄ­ζε­τε τού­των ἁ­πάν­των.

Ζη­τεῖ­τε δὲ πρῶ­τον τὴν βα­σι­λεί­αν τοῦ Θε­οῦ καὶ τὴν δι­και­ο­σύ­νην αὐ­τοῦ,
καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

 

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

17_
Περισσότερα
agionoros_eurokinisi
Περισσότερα