22 Νοεμβρίου 2026 ΚΥΡΙΑΚΗ ΚΕ (Θ ΛΟΥΚΑ)

† ΚΥΡΙΑΚΗ Ἡ με­τὰ τὴν ἑ­ορ­τήν. Ἀρ­χίπ­που, Φι­λή­μο­νος, Ὀ­νη­σί­μου
 ἀ­πο­στό­λων· Κι­κι­λί­ας μάρ­τυ­ρος καὶ τῶν σὺν αὐ­τῇ (†230).
Κλή­μεν­τος καὶ Σι­σι­νί­ου ἱ­ε­ρο­μαρ­τύ­ρων.
Ἰ­α­κώ­βου (Τσα­λί­κη), κα­θη­γου­μέ­νου τῆς μο­νῆς Ὁ­σί­ου Δα­βίδ τοῦ ἐν Εὐ­βοί­ᾳ. (†1991)
Ἦ­χος πλ. δ´. Ἑ­ω­θι­νὸν γ´.

 

ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Χρι­στοῦ Γεν­νή­σε­ως.
(Ψάλ­λον­ται ἀ­πὸ 21ης Νο­εμ­βρί­ου μέ­χρις 24ης Δε­κεμ­βρί­ου μό­ναι αἱ πε­ζαί).

ᾨδὴ α´. Ἦχος α´.
Χρι­στὸς γεν­νᾶ­ται· δο­ξά­σα­τε· * Χρι­στὸς ἐξ οὐ­ρα­νῶν· ἀ­παν­τή­σα­τε· * Χρι­στὸς ἐ­πὶ γῆς· ὑ­ψώ­θη­τε. *
ᾌ­σα­τε τῷ Κυ­ρί­ῳ πᾶ­σα ἡ γῆ, * καὶ ἐν εὐ­φρο­σύ­νῃ * ἀ­νυ­μνή­σα­τε, λα­οί, * ὅ­τι δε­δό­ξα­σται.

ᾨ­δὴ γ´.
Τῷ πρὸ τῶν αἰ­ώ­νων * ἐκ Πα­τρὸς γεν­νη­θέν­τι ἀρ­ρεύ­στως Υἱ­ῷ * καὶ ἐπ᾿ ἐ­σχά­των ἐκ Παρ­θέ­νου * σαρ­κω­θέν­τι ἀ­σπό­ρως *
Χρι­στῷ τῷ Θε­ῷ βο­ή­σω­μεν· * Ὁ ἀ­νυ­ψώ­σας τὸ κέ­ρας ἡ­μῶν * ἅ­γι­ος εἶ, Κύ­ρι­ε.

ᾨ­δὴ δ´.
Ῥά­βδος ἐκ τῆς ῥί­ζης Ἰ­εσ­σαὶ * καὶ ἄν­θος ἐξ αὐ­τῆς, Χρι­στέ, * ἐκ τῆς Παρ­θέ­νου ἀ­νε­βλά­στη­σας, * ἐξ ὄ­ρους ὁ αἰ­νε­τὸς * κα­τα­σκί­ου δα­σέ­ος· *
ἦλ­θες σαρ­κω­θεὶς ἐξ ἀ­πει­ράν­δρου * ὁ ἄυ­λος καὶ Θε­ός. * Δό­ξα τῇ δυ­νά­μει σου, Κύ­ρι­ε.

ᾨ­δὴ ε´.
Θε­ὸς ὢν εἰ­ρή­νης, * Πα­τὴρ οἰ­κτιρ­μῶν, * τῆς με­γά­λης βου­λῆς σου τὸν ἄγ­γε­λον, * εἰ­ρή­νην πα­ρε­χό­με­νον, * ἀ­πέ­στει­λας ἡ­μῖν· *
ὅ­θεν θε­ο­γνω­σί­ας * πρὸς φῶς ὁ­δη­γη­θέν­τες, * ἐκ νυ­κτὸς ὀρ­θρί­ζον­τες, * δο­ξο­λο­γοῦ­μέν σε, φι­λάν­θρω­πε.

ᾨ­δὴ Ϛ´.
Σπλάγ­χνων Ἰ­ω­νᾶν * ἔμ­βρυ­ον ἀ­πή­με­σεν * ἐ­νά­λι­ος θήρ, * οἷ­ον ἐ­δέ­ξα­το· * τῇ Παρ­θέ­νῳ δὲ * ἐ­νοι­κή­σας ὁ Λό­γος * καὶ σάρ­κα λα­βών, *
δι­ε­λή­λυ­θε φυ­λά­ξας ἀ­δι­ά­φθο­ρον· * ἧς γὰρ οὐχ ὑ­πέ­στη ῥεύ­σε­ως, * τὴν τε­κοῦ­σαν κα­τέ­σχεν ἀ­πή­μαν­τον.

ᾨ­δὴ ζ´.
Οἱ παῖ­δες εὐ­σε­βεί­ᾳ συν­τρα­φέν­τες, * δυσ­σε­βοῦς προ­στάγ­μα­τος κα­τα­φρο­νή­σαν­τες, * πυ­ρὸς ἀ­πει­λὴν οὐκ ἐ­πτο­ή­θη­σαν, *
ἀλλ᾿ ἐν μέ­σῳ τῆς φλο­γὸς * ἑ­στῶ­τες ἔ­ψαλ­λον· * Ὁ τῶν πα­τέ­ρων Θε­ός, εὐ­λο­γη­τὸς εἶ.

ᾨ­δὴ η´.
Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν και προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον.   
Θαύ­μα­τος ὑ­περ­φυ­οῦς ἡ δρο­σο­βό­λος * ἐ­ξει­κό­νι­σε κά­μι­νος τύ­πον· * οὐ γὰρ οὓς ἐ­δέ­ξα­το φλέ­γει νέ­ους, * ὡς οὐ­δὲ πῦρ * τῆς Θε­ό­τη­τος
Παρ­θέ­νου ἣν ὑ­πέ­δυ νη­δύν· * δι­ὸ ἀ­νυ­μνοῦν­τες ἀ­να­μέλ­ψω­μεν· * Εὐ­λο­γεί­τω ἡ κτί­σις πᾶ­σα τὸν Κύ­ρι­ον * καὶ ὑ­πε­ρυ­ψού­τω * εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

 ᾨ­δὴ θ´. Ἦ­χος α´.
Με­γά­λυ­νον, ψυ­χή μου, * τὴν τι­μι­ω­τέ­ραν * καὶ ἐν­δο­ξο­τέ­ραν * τῶν ἄ­νω στρα­τευ­μά­των.
Μυ­στή­ρι­ον ξέ­νον * ὁ­ρῶ καὶ πα­ρά­δο­ξον· * οὐ­ρα­νὸν τὸ σπή­λαι­ον· θρό­νον * χε­ρου­βι­κόν, τὴν Παρ­θέ­νον· *
τὴν φάτ­νην χω­ρί­ον, * ἐν ᾧ ἀ­νε­κλί­θη ὁ ἀ­χώ­ρη­τος * Χρι­στὸς ὁ Θε­ός·* ὃν ἀ­νυ­μνοῦν­τες με­γα­λύ­νο­μεν.

 

 

 

Εὐαγγέλιον Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιβ´ 16-21)

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την·
Ἀν­θρώ­που τι­νὸς πλου­σί­ου εὐ­φό­ρη­σεν ἡ χώ­ρα·
καὶ δι­ε­λο­γί­ζε­το ἐν ἑ­αυ­τῷ λέ­γων·
τί ποι­ή­σω, ὅ­τι οὐκ ἔ­χω ποῦ συ­νά­ξω τοὺς καρ­πούς μου;
Καὶ εἶ­πε· τοῦ­το ποι­ή­σω·
κα­θε­λῶ μου τὰς ἀ­πο­θή­κας καὶ μεί­ζο­νας οἰ­κο­δο­μή­σω,
καὶ συ­νά­ξω ἐ­κεῖ πάν­τα τὰ γεν­νή­μα­τά μου καὶ τὰ ἀ­γα­θά μου,
Καὶ ἐ­ρῶ τῇ ψυ­χῇ μου·
ψυ­χή, ἔ­χεις πολ­λὰ ἀ­γα­θὰ κεί­με­να εἰς ἔ­τη πολ­λά·
ἀ­να­παύ­ου, φά­γε, πί­ε, εὐ­φραί­νου.
Εἶ­πε δὲ αὐ­τῷ ὁ Θε­ός·
ἄ­φρον, ταύ­τῃ τῇ νυ­κτὶ τὴν ψυ­χήν σου ἀ­παι­τοῦ­σιν ἀ­πὸ σοῦ· ἃ δὲ ἡ­τοί­μα­σας τί­νι ἔ­σται;
Οὕ­τως ὁ θη­σαυ­ρί­ζων ἑ­αυ­τῷ καὶ μὴ εἰς Θε­ὸν πλου­τῶν.

Ταῦ­τα λέ­γων ἐ­φώ­νει·
Ὁ ἔ­χων ὦ­τα ἀ­κού­ειν, ἀ­κου­έ­τω

 

Ἀκολουθίες Ἑσπερινοῦ Ὄρθρου και Θείας Λειτουργίας.

Ζῆ Κύριος ὁ Θεός ὁ Παντοκράτωρ!

Κοινοποίηση

Δείτε ακόμη

ΠΙΣΤΗ
Περισσότερα
foolrich_ex
Περισσότερα